Migne Reading Room

PG 22 · cols. 212–221 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:212Read from the page
γὰρ καὶ τὰς τῶν παρ' Ἕλλησι φιλοσόφων ὑποθήκας διαβάλλοι ἄν τις, τόν τε καρτερικὸν βίον καὶ τοὺς λόγους αὐτῶν πάντων, φάσκων ἐναντίως μὲν τοῖς ἀναγεγραμμένοις διατεθεῖσθαι αὐτοὺς καὶ ἀναβεβιωκέναι, προσπεποιῆσθαι δὲ καθ' ὑπόκρισιν, τὸν φιλόσοφον μετελθεῖν βίον. Οὕτως δέ τις καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς τῶν παλαιῶν διαβάλλοι ἂν ἱστορίας, ἀθετῶν τὴν ἐν αὐταῖς ἀλήθειαν, καὶ εἰς τοὐναντίον τὰ δηλούμενα παραδεχόμενος. Ἀλλ' ὡς οὐκ ἄν τις ὀκνήσειε τῶν εὖ φρονούντων μαίνεσθαι τὸν τοιοῦτον ἀποφήνασθαι, οὕτω καὶ ἐπὶ τῶν τοῦ Σωτῆρος λόγων τε καὶ μαθημάτων, εἴ τις τἀληθὲς διαστρέφων, τὴν ἐναντίαν οἷς ἐδίδασκε περιβάλλειν αὐτῷ δόξαν πειρῷτο. Πλὴν ἀλλ' ἐδόθη καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας, καὶ ἐν ἀτόπῳ συγχωρήσει, τὸ ἀσύστατον τοῦ δι' ἐναντίας λόγου φανῇ.
indeed someone might slander also the precepts of the philosophers among the Greeks, and the hardy life and the discourses of them all, alleging that they were disposed and had conducted their lives contrarily to the things recorded, while they had pretended in hypocrisy to pursue the philosophic life. And thus too someone might slander, simply to say, all the histories of the ancients, setting aside the truth in them, and receiving to the contrary the things set forth. Yet just as no one of sound mind would hesitate to pronounce such a man mad, so too in the case of the words and teachings of the Saviour, if someone, twisting the truth, should attempt to cast round Him the reputation contrary to the things He taught. Nevertheless this too was granted as in an hypothesis, so that both out of abundance, and in an absurd concession, the incoherence of the opposing argument might appear.
Ἐληλεγμένου δῆτα τούτου, φέρε, ἀναδραμόντες ἐπὶ τὴν τῶν ἱερῶν Γραφῶν ἀλήθειαν, τὸ ἦθος τῶν τοῦ Ἰησοῦ μαθητῶν θεασώμεθα. Αὐτόθεν μὲν οὖν ἄν τις εὖ φρονῶν πῶς οὐ πάσης ἀποδοχῆς αὐτοὺς ἀξίους κρίνειεν; Ἄνδρας μὲν εὐτελεῖς ὁμολογουμένως, καὶ τὸν λόγον ἰδιώτας, εὐσεβοῦς δὲ καὶ φιλοσόφου διδασκαλίας εἰς ἔρωτα συμβεβηκότας, καὶ στέρξαντας βίον καρτερικὸν καὶ ἐπίπονον, διὰ νηστειῶν, οἴνου τε καὶ κρεῶν ἀποχῆς, καὶ πλείστης ἄλλης ταπεινώσεως τοῦ σώματος, διά τε εὐχῶν καὶ ἱκετηριῶν τῶν πρὸς τὸν Θεὸν, καὶ πολὺ πρότερον δι' ἄκρας σωφροσύνης καὶ ἁγνείας σώματος ὁμοῦ καὶ ψυχῆς κατορθούμενον. Τίς δ' οὖν οὐκ ἂν αὐτοὺς θαυμάσειε, δι' ὑπερβολὴν φιλοσοφίας καὶ ταῖς κατὰ νόμον συγκεχωρημέναις γαμεταῖς ἀποτεταγμένους, καὶ μήθ' ὑπὸ τῆς φυσικῆς ἡδονῆς καθελκυσθέντας, μήτε παίδων καὶ ἐγγόνων ἐπιθυμίᾳ δουλωθέντας; ἐπεὶ μηδὲ θνητῶν ἐγγόνων, ἀλλ' ἀθανάτων ὠρέχθησαν. Τὸ δὲ ἀφιλοχρήματον αὐτῶν τοῦ τρόπου πῶς οὐκ ἄν τις ἐκπλαγείη; καὶ τοῦτο τεκμηράμενος ἐκ τοῦ μὴ φεύγειν, ἀλλ' ἀσπάσασθαι διδάσκαλον, χρυσοῦ καὶ ἀργύρου τὴν κτῆσιν ἀπαγορεύοντα, καὶ νομοθετοῦντα μηδὲ μέχρι δευτέρου χιτῶνος αὔξειν τὴν ὕπαρξιν· ὅπερ τάχα τις ἀκούσας παρῄτητο ἂν τὸ βαρὺ τοῦ πράγματος· οἱ δὲ καὶ ἔργον πεποιηκότες τὸν λόγον ἀποδείκνυνται. Αἰτήσαντος γοῦν ποτε τοὺς ἀμφὶ τὸν Πέτρον χωλοῦ τινος (οὗτος δ' ἦν τῶν δι' ἐσχάτην ἀπορίαν τὰς τροφὰς μεταιτούντων), οὐκ ἔχων ὁ Πέτρος ὅ τι δῷ, ὡμολόγει πάσης ὑπάρξεως χρυσίου καὶ ἀργυρίου καθαρεύειν, φήσας· « Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ
Now that this has indeed been refuted, come, running back to the truth of the sacred Scriptures, let us behold the character of the disciples of Jesus. Straightway therefore how would anyone of sound mind not judge them worthy of all acceptance? Men paltry admittedly, and unskilled in speech, yet having come into a love of pious and philosophic teaching, and having cherished a hardy and laborious life, achieved through fastings, abstinence from both wine and meats, and very much other humbling of the body, and through prayers and supplications towards God, and much earlier through extreme temperance and purity of body and soul together. Who therefore would not admire them, having through an excess of philosophy renounced even the wives permitted according to law, and neither having been dragged down by natural pleasure, nor enslaved by desire for children and descendants, since they reached out not even for mortal descendants, but for immortal ones? And how would one not be struck with amazement at the freedom from love of money in their way of life? Inferring this too from their not fleeing, but embracing a teacher Who forbade the possession of gold and silver, and legislated not to increase one's substance even as far as a second tunic; on hearing which someone perhaps would have begged off from the heaviness of the matter, whereas they are shown to have made the word an actual deed. At any rate, when once a certain lame man (and this man was one of those begging their nourishment on account of extreme destitution) asked those around Peter, Peter, not having anything to give, confessed that he was pure of every possession of gold and silver, saying: "Silver and gold do not belong to me, but what I have, this I give you: in the name of Jesus
PG 22:213Read from the page
Χριστοῦ ἔγειραι καὶ περιπάτει. » Σκυθρωπὰ δὲ αὐτοῖς προαγγέλλοντος τοῦ Διδασκάλου, προσέχοντες δι' ὧν πρὸς αὐτοὺς ἔλεγεν· « Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε·» καὶ πάλιν· «Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται,» πῶς οὐκ αὐτοὶ μὲν δῆλοι τὸν τρόπον, ὅτι δὴ στεῤῥοί τινες καὶ βαθεῖς ὑπῆρχον, μὴ φεύγοντες τὰ τῆς ψυχῆς γυμνάσια, μηδὲ τὰ πρὸς ἡδονὴν μεταδιώκοντες; καὶ ὁ διδάσκαλος δὲ, ὅτι μὴ δι' ἀπάτης θέλγων αὐτοὺς καὶ τὰ οἰκεῖα προϊσχόμενος ἐξῳκειοῦτο, ἐλευθέρῳ δὲ καὶ ἀληθεῖ λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ' αὐτοῦ πολιτείας εἰς αὐτοὺς ἐνετίθετο; Τοιαῦτα δὲ ἦν καὶ τὰ περὶ τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προλέγων ἐμαρτύρατο, ὅτι καὶ ἐπὶ ἡγεμονίας ἀχθήσονται, καὶ μέχρι βασιλέων φθάσουσι, καὶ παντοίας ὑπομενοῦσι τιμωρίας, δι' οὐδὲν μὲν φαῦλον, οὐδὲ δι' ἑτέραν εὔλογον αἰτίαν, αὐτὸ δὲ τοῦτο ὅλον διὰ τὸ ὄνομα αὐτοῦ. Ὅ καὶ ἔστιν εἰς δεῦρο θεωροῦντας ἐνεργούμενον, καταπλαγῆναι τὴν πρόῤῥησιν· ἡ γὰρ τοῦ Ἰησοῦ ὀνόματος ὁμολογία τοὺς θυμοὺς εἴωθεν ἐκκαίειν τῶν ἀρχόντων. Κἂν μηδενὶ γὰρ φαῦλον ᾖ πεπραγμένον τῷ τὸν Χριστὸν ὁμολογοῦντι, κολάζουσιν ὁμοίως αἰκιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάντων ἀνοσιουργῶν χαλεπωτέρους· εἰ δ' ἐξομόσαιτό τις τὴν προσηγορίαν, καὶ ἀρνηθείη μὴ εἶναι τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασι.
Christ rise up and walk." And when the Teacher foretold gloomy things to them, paying heed through the words whereby He said to them: "In the world you have affliction;" and again: "You will weep and lament, while the world will rejoice," how are they themselves on the one hand not manifest in character, that they were indeed firm and deep men, neither fleeing the exercises of the soul, nor pursuing after the things that make for pleasure; and the teacher on the other hand, that He did not win them as His own by charming them through deceit and holding out things congenial to them, but, foretelling by free and true speech the things that would come to pass, implanted in them the choice of the way of life relating to Him? And such too were the things concerning what would befall them on account of His name, wherein foretelling He testified that they will both be led before governorships, and reach as far as kings, and endure punishments of every kind, on account of nothing base, nor for any other reasonable cause, but this whole very thing on account of His name. Which even until now those who behold being wrought at work cannot but be struck with amazement at the prediction; for the confession of the name of Jesus is accustomed to inflame the tempers of the rulers. For even if nothing base has been done by anyone who confesses Christ, they punish equally, maltreating them on account of His name, as more grievous than all impious malefactors; whereas if someone should abjure the appellation, and deny being one of Christ's disciples, he is let go free straightway, even if he be caught guilty of ten thousand offences.
Καὶ τί με χρὴ μυρία συναγαγεῖν, τὸ τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώμενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμένου; οἷς ἔτι ταῦτα προσθεὶς, ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μεταβήσομαι. Ματθαῖος ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνίας καὶ πλεονεξίας σχολαζόντων. Τοῦτο οὐδεὶς τῶν εὐαγγελιστῶν ἐδήλωσεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδέ γε Λουκᾶς, οὐδὲ Μάρκος, ὁ δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος. Ἐπάκουσον γοῦν ὅπως διαῤῥήδην ἐπ' ὀνόματος αὐτοῦ μέμνηται ἐν τῷ πρὸς αὐτοῦ γραφέντι Εὐαγγελίῳ, τοῦτον λέγων τὸν τρόπον· «Καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο, ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. » Καὶ πάλιν προϊὼν ἑξῆς, τόν τε κατάλογον τῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου ὄνομα προστίθησιν. Λέγει δ' οὖν· « Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης
And what need is there for me to gather ten thousand things together, in attempting to delineate the character of the apostles of our Saviour, when even the things that have been said suffice for demonstration of what is set before us? Having added these things further to them, I shall pass over to the other troop of the sycophants. Matthew the apostle as to his former life did not set out from a grave occupation, but from those spending their time about tax-offices and covetous gains. No one of the evangelists disclosed this, not his fellow-apostle John, nor yet Luke, nor Mark, whereas Matthew pillories his own life, and becomes himself his own accuser. Hear at any rate how expressly by name he makes mention of himself in the Gospel written by him, speaking in this manner: "And passing on from there Jesus saw a man sitting at the tax-office, Matthew by name, and said to him: Follow Me; and having risen up he followed Him. And it came to pass, as He was reclining at table in the house, behold also many tax-collectors and sinners were reclining together with Jesus and His disciples." And again proceeding next in order, and enumerating the catalogue of the disciples, he himself adds to himself the name of the tax-collector. Accordingly he says: "Now the names of the twelve apostles are these: first Simon who is called Peter, and Andrew his brother, James the son of Zebedee, and John
PG 22:216Read from the page
ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης.» Οὕτως μὲν ὁ Ματθαῖος, δι' ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου, καὶ τελώνην ἑαυτὸν ἀπεκάλει, μὴ ἀποκρύπτων τὸν πρότερον ἑαυτοῦ βίον, καὶ τοῦ συζύγου δεύτερον ἑαυτὸν κατέλεγεν. Συνεζευγμένος γοῦν τῷ Θωμᾷ, ὁ Πέτρος Ἀνδρέᾳ, καὶ Ἰάκωβος τῷ Ἰωάννῃ, καὶ Φίλιππος Βαρθολομαίῳ, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. Ἄκουε γοῦν Λουκᾶ, πῶς, τοῦ Ματθαίου μνημονεύσας, οὐ τελώνην ὀνομάζει, οὐδ' ὑποτάττει τῷ Θωμᾷ, κρείττονα δὲ αὐτὸν εἰδὼς, πρῶτον αὐτὸν κατέλεξεν, δεύτερον τὸν Θωμᾶν ἐπαγαγὼν, ὥσπερ καὶ ὁ Μάρκος πεποίηκεν· ἔχουσι δὲ αὐτοῦ αἱ λέξεις οὕτως· « Καὶ ὅτε ἡμέρα ἐγένετο, ἐφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἕξ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα, ὃν καὶ ἐκάλεσε Πέτρον, καὶ Ἀνδρέαν τὴν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν. » Οὕτως μὲν τὸν Ματθαῖον ὁ Λουκᾶς ἐτίμησε, καθ' ἃ παρέδωκαν αὐτῷ οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. Καὶ τὸν Ἰωάννην δὲ ὅμοιον εὕροις ἂν τῷ Ματθαίῳ. Ἐν μὲν γὰρ ταῖς ἐπιστολαῖς αὐτοῦ οὐδὲ μνήμην τῆς οἰκείας προσηγορίας ποιεῖται, ἢ πρεσβύτερον ἑαυτὸν ὀνομάζει, οὐδαμοῦ δὲ ἀπόστολον, οὐδὲ εὐαγγελιστήν· ἐν δὲ τῷ Εὐαγγελίῳ ἐπισημηνάμενος ὃν ἠγάπα ὁ Ἰησοῦς, οὐκ ἐδήλωσεν ὀνομαστὶ ἑαυτόν.
his brother, Philip and Bartholomew, Thomas and Matthew the tax-gatherer." In this manner indeed Matthew, manifesting through an abundance of fairness the truth-loving disposition of his own character, both styled himself a tax-gatherer, not hiding his own former manner of life, and listed himself second after his partner. Being paired at any rate with Thomas, as Peter with Andrew, and James with John, and Philip with Bartholomew, he sets Thomas ahead of himself, honouring his fellow-apostle before himself as worthier, while the other evangelists have done the opposite. Listen at any rate to Luke, how, on mentioning Matthew, he neither styles him a tax-gatherer, nor subordinates him to Thomas, rather, knowing him to be worthier, he listed him first, introducing Thomas second, even as Mark too has done; and his phrasing runs thus: "And when day arrived, He called His disciples, and having selected out of them twelve, whom He also named apostles: Simon, whom He also called Peter, and Andrew his brother, James and John, and Philip, and Bartholomew, and Matthew, and Thomas." In this manner indeed Luke honoured Matthew, according to what those who from the beginning became eye-witnesses and ministers of the word handed down to him. And John too you would find similar to Matthew. For in his letters he either makes no mention at all of his own title, or names himself elder, and nowhere apostle, nor evangelist; while in the Gospel, having marked out the one whom Jesus loved, he did not indicate himself by name.
Ὅ γε μὴν Πέτρος οὐδὲ καθῆκεν ἐπὶ τὴν Εὐαγγελίου γραφὴν δι' εὐλαβείας ὑπερβολήν. Τούτου Μάρκος γνώριμος καὶ φοιτητὴς γεγονὼς ἀπομνημονεῦσαι λέγεται τὰς τοῦ Πέτρου περὶ τῶν πράξεων τοῦ Ἰησοῦ διαλέξεις, ὃς ἐλθὼν ἐπ' ἐκεῖνα τῆς ἱστορίας, ἐν οἷς ὁ Ἰησοῦς ἐρωτήσας, τίνα φασὶν αὐτὸν οἱ ἄνθρωποι, καὶ αὐτοὶ δὲ οἱ αὐτοῦ μαθηταὶ, τίνα δόξαν ἔχοιεν περὶ αὐτοῦ, ὑπακούσαντος τοῦ Πέτρου, ὡς περὶ Χριστοῦ, οὐδὲν ἀποκρινάμενον τὸν Ἰησοῦν οὐδὲ λέγοντα αὐτῷ γράφει, ἀλλ' ὅτι ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. Οὐ γὰρ παρῆν ὁ Μάρκος τοῖς ὑπὸ τοῦ Ἰησοῦ λεχθεῖσιν, ἀλλ' οὐδὲ Πέτρος τὰ πρὸς αὐτὸν καὶ περὶ αὐτοῦ λεχθέντα τῷ Ἰησοῦ ἐδικαίου δι' οἰκείας προφέρειν μαρτυρίας. Τίνα δὲ ἦν τὰ πρὸς αὐτὸν λεχθέντα, Ματθαῖος δηλοῖ διὰ τούτων· « Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἰ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἐπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἐγώ σοι λέγω· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτην τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. » Τοσούτων εἰρημένων τῷ Πέτρῳ ὑπὸ τοῦ Ἰησοῦ, ὁ Μάρκος, μηδὲν τούτων μνημονεύσας,
Peter, for his part, did not even enter upon the composition of a Gospel, out of an abundance of devoutness. Mark, having been his associate and student, is reported to have committed to memory Peter's discourses regarding the deeds of Jesus; who, upon arriving at those points of the narrative wherein Jesus inquired whom people affirm Him to be, and what opinion His own disciples themselves held regarding Him, when Peter replied as regarding Christ, writes that Jesus neither answered anything nor spoke to him, only that He admonished them that they should tell no one regarding Him. For Mark was not present at what was spoken by Jesus, nor yet did Peter count it fitting to adduce through personal testimony the things spoken to him and regarding him by Jesus. What the things spoken to him were, Matthew sets forth through these words: "And you, whom do you affirm Me to be? And Simon Peter replying said: You are the Christ, the Son of the living God. And Jesus replying said to him: Happy are you, Simon Barjona, seeing that flesh and blood did not uncover this to you, rather My Father Who is in the heavens; and I tell you: You are Peter, and upon this rock I shall construct My Assembly, and gates of Hades shall not overpower it; and I shall grant you the keys of the sovereignty of the heavens; and whatever things you fasten upon the earth shall have been fastened in the heavens; and whatever things you unfasten upon the earth shall have been unfastened in the heavens." When so many things had been spoken to Peter by Jesus, Mark, recalling none of these,
Notes, col. 216

On the reading

Printed ἕξ, for ἐξ.

Printed τὴν, for τὸν.

Printed εἰ, for εἶ.

Printed ἐπεκάλυψέ, for ἀπεκάλυψέ.

PG 22:217Read from the page
ὅτι μηδ' ὁ Πέτρος ταῦθ', ὡς εἰκὸς, ἐν ταῖς αὐτοῦ διδασκαλίαις ἐξηγόρευσεν, ὅρα τί φησιν, ἐρωτήσαντος τοῦ Ἰησοῦ· « Ἀποκριθεὶς ὁ Πέτρος λέγει· Σὺ εἶ ὁ Χριστός. Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. » Ταῦτα μὲν οὖν ὁ Πέτρος εἰκότως παρασιωπᾶσθαι ἠξίου· διὸ καὶ Μάρκος αὐτὰ παρέλιπε· τὰ δὲ κατὰ τὴν ἄρνησιν αὐτοῦ εἰς πάντας ἐκήρυξεν ἀνθρώπους. Ἐπεὶ καὶ ἔκλαυσεν ἐπ' αὐτῇ πικρῶς. Εὕροις δ' οὖν τὸν Μάρκον ἱστοροῦντα περὶ αὐτοῦ τάδε· « Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ, ἔρχεται πρὸς αὐτὸν μία τῶν παιδίσκων τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα αὐτὸν θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ἦς. Ὁ δὲ ἠρνήσατο λέγων· Οὔτε ἐπίσταμαι τί σὺ λέγεις· καὶ ἐξῆλθεν εἰς τὸ ἔξω προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. Πάλιν δὲ ἰδοῦσα αὐτὸν ἡ παιδίσκη, ἤρξατο λέγειν τοῖς παρεστῶσιν· Οὗτος ἐξ αὐτῶν ἐστιν. Ὁ δὲ πάλιν ἠρνήσατο. Καὶ μετὰ μικρὸν πάλιν παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ. Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε· καὶ εὐθέως ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. » Μάρκος μὲν ταῦτα γράφει· Πέτρος δὲ ταῦτα περὶ ἑαυτοῦ μαρτυρεῖ· πάντα γὰρ τὰ παρὰ Μάρκῳ τῶν Πέτρου διαλέξεων εἶναι λέγεται ἀπομνημονεύματα. Οἱ δὴ οὖν τὰ μὲν δόξαντα αὐτοῖς ἀγαθὴν φέρειν φήμην παραιτούμενοι, τὰς δὲ καθ' ἑαυτῶν διαβολὰς εἰς ἄληστον αἰῶνα καταγράφοντες, καὶ τῶν πλημμεληθέντων αὐτοῖς τὰς κατηγορίας, ἃς οὐκ ἄν τις ἔγνω τῶν μετὰ ταῦτα, εἰ μὴ διὰ τῆς αὐτῶν ἔμαθεν φωνῆς καθ' ἑαυτῶν στηλιτεύοντες, πῶς οὐ φιλαυτίας μὲν ἁπάσης καὶ ψευδολογίας ἐκτὸς γεγονέναι ἐνδίκως ἂν ὁμολογοῖντο, φιλαλήθους δὲ διαθέσεως σαφῆ καὶ ἐναργῆ τεκμήρια παρεσχηκέναι; Οἱ δέ γε τοὺς τοιούσδε πεπλάσθαι καὶ καταψεύσασθαι νομίζοντες, καὶ οἷα πλάνοις βλασφημεῖν πειρώμενοι, πῶς οὐκ ἂν γένοιντο καταγέλαστοι; φίλοι μὲν φθόνου καὶ βασκανίας, ἐχθροὶ δὲ αὐτῆς ἀληθείας ἁλισκόμενοι, οἵ γε τοὺς οὕτως ἀπανούργους καὶ ἄπλαστον ὡς ἀληθῶς καὶ ἀκέραιον ἦθος διὰ τῶν οἰκείων λόγων ἐπιδεδειγμένους, πανούργους τινὰς καὶ δεινοὺς ὑποτίθενται σοφιστὰς, ὡς τὰ μὴ ὄντα πλασαμένους, καὶ τῷ οἰκείῳ διδασκάλῳ τὰ μὴ πρὸς αὐτοῦ πραχθέντα κεχαρισμένως ἀναθέντας. Ὡς εὖ μοι δοκεῖ εἰρῆσθαι· Πάντα χρὴ πιστεύειν τοῖς τοῦ Ἰησοῦ μαθηταῖς, ἢ μή· καὶ εἰ μόνοις τούτοις τοῖς ἀνδράσιν ἀπιστητέον, καὶ τοῖς πᾶσιν, οἵτινές ποτ' ἄρα παρ' Ἕλλησιν, ἢ παρὰ βαρβάροις βίους καὶ λόγους καὶ ἀπομνημονεύματα τῶν κατὰ χρόνους ἐπί τισιν ἀγαθοῖς κατορθώμασι βοηθέντων συνεγράψαντο· ἢ τοῖς μὲν ἄλλοις πιστεύειν εὔλογον, μόνοις δὲ τούτοις ἀπιστεῖν. Καὶ πῶς οὐκ ἐμφανὴς ὁ φθόνος; Τί δέ; οι καταψευδόμενοι τοῦ Διδασκάλου, καὶ τὰ μὴ γεγονότα τῇ αὐτῶν παραδιδόντες γραφῇ, ἆρα καὶ τὰ πάθη κατεψεύσαντο αὐτοῦ; τὴν ἑνὸς λέγω μαθητῶν προδοσίαν, καὶ τὴν τῶν συκοφαντῶν κατηγορίαν, χλεύας τε καὶ διασυρμοὺς δικαστῶν, τάς τε ὕβρεις καὶ τὰς πληγὰς τὰς κατὰ προσώπου, μάστιγάς τε κατὰ νώ-
because not even Peter, as is probable, recounted these things in his teachings, see what he says upon Jesus' inquiring: "Peter replying says: You are the Christ. And He admonished them that they should tell no one regarding Him." These matters accordingly Peter reasonably deemed fit to be passed over in silence, wherefore Mark too omitted them; whereas the matters relating to his denial he proclaimed unto all humankind, inasmuch as he also wept bitterly over it. Accordingly you may find Mark narrating regarding him as follows: "And while Peter was down in the courtyard, there comes to him one of the serving-girls of the high priest, and seeing him warming himself, looking closely at him she says: You also were with Jesus the Nazarene. Yet he denied it, saying: Neither do I understand what you are saying; and he went outside into the forecourt, and a cock crowed. And the serving-girl seeing him again began to say to the bystanders: This man is one of them. Yet again he denied it. And after a short while again bystanders were saying to Peter: Truly you are one of them, for indeed you are a Galilaean. Yet he began to anathematize and to swear: I do not know this man of whom you speak; and straightway for a second time a cock crowed." Mark indeed writes these things, and Peter testifies these things regarding himself; for everything in Mark is reported to be memoirs of Peter's discourses. Those, then, who decline what seemed to bring good repute to themselves, while recording for an unforgettable age the slanders against themselves, and pillorying against themselves the accusations of the offences committed by them, which none of posterity would have known had he not learned them through their own voice—how would they not justly be acknowledged to have stood outside all self-love and falsehood, and to have furnished clear and evident proofs of a truth-loving disposition? And how would those who suppose such men to have fabricated and lied, and who attempt to revile them as impostors, not become ridiculous—caught out as friends of envy and malice, and enemies of truth itself, seeing that men so free of guile, who through their own words have displayed a truly unfeigned and uncorrupted character, they suppose to be certain guileful and clever sophists, as having fabricated things that did not exist, and having by way of favour attributed to their own teacher deeds not performed by Him? How well does it seem to me to have been said: One ought either to trust the disciples of Jesus in all things, or not at all; and if one must distrust these men alone, then one must distrust all men as well, whoever at any time among Greeks or among barbarians compiled lives and discourses and memoirs of persons celebrated from age to age for certain noble achievements; else it is reasonable to trust the others, and to distrust these alone. And how is the envy not manifest? What more? Did those who lied regarding the Teacher, and handed down in their writing events that did not happen, also falsely invent His sufferings? I mean the betrayal by one of the disciples, and the accusation by the sycophants, the jeers and derisions of judges, the outrages and the blows upon His face, and scourges upon His
Notes, col. 217

On the reading

Printed παιδίσκων, for παιδισκῶν.

Printed οι, for οἱ.

PG 22:220Read from the page
του, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ἐπ' ἀτιμίᾳ περιτιθέμενον αὐτῷ, φοινικοῦν τε χιτῶνα ἐν χλαμύδος σχήματι περιβληθέντα, καὶ τέλος αὐτὸν αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ἐπικομίζοντα· ἐν τούτῳ τε πηγνύμενον, καὶ χεῖρας καὶ πόδας καταπειρόμενον, ὄξει τε ποτιζόμενον, καὶ παιόμενον κατὰ κόῤῥης καλάμῳ, καὶ πρὸς τῶν ὁρώντων ὀνειδιζόμενον; Ἀλλὰ γὰρ καὶ ταῦτα, καὶ ὅσα τούτοις συμφέρεται, ὁμοίως πεπλάσθαι χρὴ πρὸς τῶν αὐτοῦ μαθητῶν, ἢ ἐν τούτοις μὲν χρὴ πιστεύειν αὐτοῖς ὡς ἀληθεστάτοις, ἐν δὲ τοῖς ἐπιδόξοις καὶ σεμνοτέροις ἀπιστεῖν. Καὶ πόθεν τὸ περὶ αὐτοὺς ἐναντίον δόγμα συστήσεται; Τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι, καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι, οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν. Τίς οὖν ὁ τούτων ἔλεγχος; εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς σκοπὸς ἦν, καὶ λόγοις ψευδέσι τὸν Διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ' ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ ἐλυπεῖτο, καὶ ἠδημόνει, καὶ τετάρακτο τὴν ψυχὴν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο· ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος, βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. Ταῦτα· γὰρ κἂν ἄλλων λεγόντων, χρῆν δήπουθεν ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους. Εἰ δὲ φιλαλήθεις ἐν τοῖς αὐτοῦ σκυθρωποῖς διηγήμασι φαίνονται, πολὺ μᾶλλον ἐν τοῖς ἐνδοξοτέροις εἶεν ἂν τοιοῦτοι. Τοὺς γὰρ ἅπαξ ψεύδεσθαι προελομένους, τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ αὐτῶν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σεσιγημένα. Διὰ τί γὰρ μὴ ἐψεύσαντο, καὶ ἔφησαν, ὅτι Ἰούδας μὲν ὁ προδοὺς αὐτὸν φιλήματι, τολμήσας τὸ σύμβολον ἐνδείξασθαι τῆς προδοσίας, ἀπολιθωθείη αὐτίκα· ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας, ξηρὸς παραχρῆμα γένοιτο τὴν δεξιάν· ὁ δ' ἀρχιερεὺς Καϊάφας, ὡς ἂν συντρέχων τοῖς κατ' αὐτοῦ συκοφάνταις, πηρωθείη τὰς ὄψεις; διὰ τί δὲ μὴ ἐψεύσαντο πάντες, ὅτι μηδὲν σκυθρωπὸν ἀληθῶς περὶ αὐτὸν γέγονεν; Ἀλλ' ὁ μὲν ἀφανὴς ἦν καταγελάσας αὐτῶν τοῦ δικαστηρίου· οἱ δὲ ἐπιβουλεύοντες, ὑπὸ φαντασίας θεηλάτου πλανώμενοι, ἐνεργεῖν κατ' αὐτοῦ μὴ παρόντος ἐδόκουν; Τί δ'; ἆρα οὐκ ἦν σεμνότερον τοῦ πλάττεσθαι, ὅτι τῶν τοιῶνδε ποιητὴς ἔργων παραδόξων γέγονε, τὸ γράφειν, ὅτι μηδὲν μὲν ἀνθρώπινον, μηδὲ θνητὸν περὶ αὐτὸν συνέβη, ἐνθέῳ δὲ δυνάμει τὰ πάντα καταδησάμενος, τὴν εἰς οὐρανοὺς ἐπάνοδον μετὰ θειοτέρας δόξης ἐποιήσατο; οὐ γὰρ δὴ τούτοις ἀπιστεῖν ἔμελλον οἱ ταῖς ἄλλαις αὐτῶν διηγήσεσι πεπιστευκότες. Οἱ δ' οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἷς ἐμαρτύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι; Αὐτάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρία· οὐδὲν δὲ οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας, τὰ κατὰ τοὺς Πιλά-
back, and the crown of thorns set round Him in dishonour, and a crimson tunic cast round Him in the fashion of a military cloak, and finally Himself carrying upon Himself the very trophy of the cross; and being fastened thereon, and pierced through hands and feet, and given vinegar to drink, and struck across the cheek with a reed, and reviled by the onlookers? Why indeed, either these things too, and whatever goes along with them, must likewise have been fabricated by His disciples, or else in these matters one ought to trust them as most truthful, while distrusting them in the glorious and more august ones. And whence will the contradictory opinion concerning them hold together? For to affirm that the very same men speak the truth and at the same moment lie is nothing else than to assert contraries at the same moment concerning the same persons. What then is the refutation of these claims? If indeed their aim was to fabricate, and to adorn the Teacher with false accounts, they would never have written down the aforesaid matters for themselves, nor would they have disclosed to people thereafter that He was grieved, and was in anguish, and had been troubled in soul, or that they themselves forsook Him and departed; or that Peter, His apostle and disciple preferred ahead of them all, apart from tortures and a ruler's threat thrice abjured Him. For even if others had said these things, men who had purposed nothing else than to gratify their teacher with what was more august ought surely to have denied them. And if they appear truth-loving in the gloomy narratives about Him, much more would they be such in the more glorious ones. For those who had once chosen to lie ought rather to have escaped the painful matters either through silence, or through denial concerning them, since posterity could not otherwise refute what had been kept silent. For why did they not lie, and affirm that Judas, who betrayed Him with a kiss, on daring to display the token of betrayal, was straightway turned to stone; and that he who dared to slap Him straightway became withered in his right hand; and that the high priest Caiaphas, inasmuch as he concurred with the sycophants against Him, was blinded in his eyes? And why did they not all lie, saying that nothing gloomy truly happened regarding Him, rather that He vanished after laughing down their court of judgement, while the plotters, led astray by a divinely sent phantom, imagined that they were acting against Him though He was not present? What more? Was it not more august than fabricating that He became a doer of marvellous deeds of such a sort, to write that nothing human nor mortal befell Him, and that having bound all things fast by divine power, He made His return into the heavens with diviner glory? For surely those who had trusted their other narratives were not going to distrust these things. How then would those who falsified nothing of the truth in the unseemly and gloomy matters not be worthy of standing outside base suspicion in the remaining ones also, wherein they testified to His marvellous deeds? Sufficient, therefore, is the testimony of these men also concerning our Saviour; yet nothing is better than by way of superabundance to employ as witness Josephus from the Hebrews as well, who in the eighteenth book of the Jewish Antiquities, in recounting the times under
Notes, col. 220

On the reading

Printed Ταῦτα·, for Ταῦτα.

PG 22:221Read from the page
του χρόνους ἱστορῶν, μέμνηται τοῦ Σωτῆρος ἡμῶν ἐν τούτοις.
Pilate, makes mention of our Saviour in these words.
Ἰωσήπου περὶ τοῦ Χριστοῦ.
Of Josephus concerning the Christ.
« Γίνεται δὲ κατ' ἐκεῖνον τὸν χρόνον Ἰησοῦς σοφὸς ἀνὴρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή. Ἦν γὰρ παραδόξων ἔργων ποιητὴς, διδάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων· καὶ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ καὶ Ἑλληνικοῦ ἐπηγάγετο· ὁ Χριστὸς οὗτος ἦν, καὶ αὐτῶν ἐνδείξει τῶν παρ' ἡμῖν ἀρχόντων σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες. Ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. Ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλιπε τὸ φῦλον. » Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖται, οὐ μόνον τοὺς δώδεκα ἀποστόλους, οὐδὲ τοὺς ἑβδομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ προσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους. Πῶς γὰρ ἂν ἄλλως προσήγετο τοῦ Ἰουδαϊκοῦ, καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισι θαυμαστοῖς καὶ παραδόξοις ἔργοις, καὶ ξενιζούσῃ κέχρητο διδασκαλίᾳ; Μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πράξεων τῶν ἀποστόλων γραφὴ, ὅτι πολλαὶ μυριάδες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον· καὶ ἡ ἱστορία δὲ κατέχει, ὡς καὶ μεγίστη τις ἦν Ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις, ἀπὸ Ἰουδαίων συγκροτουμένη, μέχρι τῶν χρόνων τῆς κατ' Ἀδριανὸν πολιορκίας. Λέγονται γοῦν οἱ πρῶτοι κατὰ διαδοχὴν προστάντες αὐτόθι ἐπίσκοποι Ἰουδαῖοι γεγονέναι, ὧν καὶ ὀνόματα εἰσέτι νῦν παρὰ τοῖς ἐγχωρίοις μνημονεύεται· ὡς καὶ ἐκ τούτων λελῦσθαι πᾶσαν τὴν κατὰ τῶν μαθητῶν αὐτοῦ διαβολὴν, ὅτε καὶ πρὸς αὐτῶν, καὶ δίχα τῆς αὐτῶν μαρτυρίας, μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ δι' ὧν ἐπετέλει παραδόξων ἔργων ὑφ' ἑαυτὸν πεποιημένος. Ἀλλὰ τούτων ἡμῖν ἐπὶ τοσοῦτον εἰρημένων, πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε, καὶ πρὴ, τὸ δεύτερον στῖφος ἐνστῶμεν. Τοῦτο δὲ ἦν τὸ τῶν συνομολογούντων μὲν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, οἷα θαυματουργὸν ἢ φαρμακέα τινὰ, θαυμαστῶσαι τοὺς παρόντας.
"Now around that time arises Jesus, a wise man, if indeed one ought to call Him a man. For He was a doer of marvellous deeds, a teacher of people who revere what is true; and He drew over to Himself many from the Jewish element, and many also from the Greek. This was the Christ; and when Pilate upon an indictment by the foremost men among us had sentenced Him to a cross, those who had loved Him at the first did not cease. For He appeared to them on the third day living anew, the divine prophets having spoken both these and ten thousand other things concerning Him. Whence even until now from Him the tribe of the Christians has not failed." If accordingly even according to the historian He is attested as having won over as His own not solely the twelve apostles, nor the seventy disciples, rather as drawing to Himself many of the Jewish element and many of the Greek, He would plainly possess something extraordinary beyond the rest of humankind. For how otherwise would He have drawn to Himself large numbers of the Jewish element and of the Greek, unless He had employed certain wonderful and marvellous deeds and an astonishing teaching? Moreover the Scripture of the Acts of the Apostles also testifies that there were many tens of thousands of Jewish men persuaded that He is the Christ of God, the One proclaimed beforehand by the prophets; and history too records that there was a very great Church of Christ in Jerusalem, assembled out of Jews, down to the times of the siege under Hadrian. At any rate the first bishops who presided there in succession are said to have been Jews, whose names too even until now are remembered among the inhabitants of the country; so that from these facts also every slander against His disciples has been dissolved, seeing that both through them, and apart from their testimony, Jesus Himself, the Christ of God, is acknowledged through the marvellous deeds He accomplished to have brought countless multitudes of both Jews and Greeks under Himself. Yet now that these matters have been spoken by us at such length towards the first rank of the unbelievers, come, let us take our stand towards the second troop also. Now this was that of those who concur indeed that Jesus performed the marvellous deeds, yet say that by sorcery merely, for the deception of the onlookers, like some wonder-worker or sorcerer, He amazed those present.
Notes, col. 221

On the reading

Printed λελῦσθαι, for λελύσθαι.

Printed πρὴ,, for πρὸς.