Migne Reading Room

PG 22 · cols. 176–185 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:176Read from the page
τὴν τοῦ Θεοῦ διερμηνεύων φωνὴν, ἔφησεν· «Προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἠτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.» Ὅτι δὲ τῶν μετὰ Μωϋσέα προφητῶν οὐδεὶς πρὸ τοῦ Σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωϋσεῖ, σαφῶς ἡ παλαιὰ Γραφὴ διδάσκει, λέγουσα· «Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ, ὡς Μωϋσῆς, ὃν ἔγνω Κύριος πρόσωπον κατὰ πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι.» Δέδεικται τοίνυν τὸ ἔνθεον πνεῦμα διὰ Μωϋσέως περὶ τοῦ Σωτῆρος ἡμῶν θεσπίσαν· εἰ δὴ μόνος αὐτὸς, καὶ οὐδ' ἄλλος ὅμοιος τῷ Μωϋσεῖ γεγονὼς ταῖς αὐτοῦ Μωϋσέως φωναῖς ἀκαλούθως συνέστη. Σκέψαι δὲ καὶ ἄλλην προφητείαν ἀνάγραπτον. Ἐπειδὴ γὰρ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, ἄνθρωπον κατὰ σάρκα γενόμενον ἐκ σπέρματος Ἰσραὴλ, μυρία πλήθη ἐν πᾶσι τοῖς ἔθνεσι κυριολογεῖ, τῆς ἐνθέου δυνάμεως αὐτοῦ χάριν Κύριον ὁμολογοῦντα, καὶ τοῦτο πάλιν Μωϋσῆς συνιδὼν τῷ θείῳ Πνεύματι, διὰ τῆς αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ (λέγει δὲ τοῦ Ἰσραὴλ), καὶ κυριεύσει ἐθνῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.» Εἰ δὴ μηδεὶς ἄλλος πώποτε τῶν ἐκ περιτομῆς ἀρχόντων καὶ βασιλέων κύριος ἐθνῶν πολλῶν κατέστη· (οὐδεμία γὰρ ἱστορία δηλοῖ τοῦτο·) βοᾷ δὲ καὶ κέκραγεν ἡ ἀλήθεια ἐπὶ μόνου τοῦ Σωτῆρος ἡμῶν· ὅτι δὴ Κύριον αὐτὸν, καὶ οὐκ αὐτὸ μόνον τοῖς χείλεσι, διαθέσει δὲ γνησιωτάτῃ, μυρία πλήθη ἐξ ἁπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δήποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι φάσκειν τὸν προφητευόμενον; Ὅτι δὲ Μωϋσῆς ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ' εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνον ἐπισκιάζων τὴν πρόῤῥησιν, οὐ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἷα καὶ περὶ τούτου θεσπίζει· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Δι' ὧν οὐ διαλείψειν ἑξῆς καὶ κατὰ διαδοχὴν ἡγουμένους καὶ ἄρχοντας τῶν Ἰουδαίων ἔθνους, μέχρι τῆς τοῦ προσδηκωμένου παρουσίας ἀποφαίνεται. Διαλιπόντων δὲ τῶν παρ' αὐτοῖς ἀρχόντων, παρέσεσθαι τὸν προφητευόμενον. Ἰούδαν δὲ νῦν οὐ τὴν φυλὴν ὀνομάζει, ἀλλ' ἐπεὶ κατά τινα προσωνυμίαν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπὸ βασιλικῆς φυλῆς τῆς Ἰούδα τὸ πᾶν Ἰουδαίων ἔθνος ἐχρημάτιζεν, ὡς καὶ εἰς σήμερον Ἰουδαίοις ὀνομάζεσθαι· σφόδρα θαυμαστῶς καὶ προφητικῶ; τὸ πᾶν ἔθνος Ἰουδαίων ὠνόμασεν, ὡσπεροῦν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν. Εἶτά φησι μὴ πρότερον ἐκλείψειν ἐκ τοῦ ἔθνους αὐτῶν ἄρχοντας καὶ ἡγουμένους, ἢ παρεῖναι τὸν προφητευόμενον· τούτου δὲ ἐπιστάντος, καταλυθήσεσθαι μὲν αὐτίκα τὴν Ἰουδαίων ἀρχὴν, αὐτὸν δὲ οὐκ ἔτι Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. Καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν. Ἅμα τε γὰρ αὐτὸς εἰς ἀνθρώπους παρῆν, καὶ τὸ Ἰουδαίων καθῄρητο βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγόνων δια-
interpreting the voice of God, said: "A prophet from your brothers the Lord our God will raise up. Him you shall hear according to all things that you asked from the Lord your God at Horeb on the day of the assembly." And that among the prophets after Moses no one before our Saviour was raised up like unto Moses, the ancient Scripture clearly teaches, saying: "And there has not arisen any more a prophet in Israel like Moses, whom the Lord knew face to face in all the signs and wonders." The divine Spirit, therefore, has been shown to have prophesied through Moses concerning our Saviour, if indeed He alone, and no other, has stood forth as having become like Moses in accordance with the utterances of Moses himself. And consider also another recorded prophecy. For since countless multitudes among all the nations entitle our Saviour and Lord—a man according to the flesh born of the seed of Israel—'Lord', confessing Him as Lord by reason of His divine power, Moses again, perceiving this too by the divine Spirit, proclaimed it through his writing in this manner: "There shall come forth a man out of his seed" (he means that of Israel), "and He shall rule over nations, and His kingdom shall be exalted." If indeed no one else at any time among the rulers and kings of the circumcision became lord of many nations (for no history shows this), while the truth shouts and cries aloud in the case of our Saviour alone that countless multitudes out of all the nations confess Him as Lord, and not merely with the lips, but with the most genuine disposition, what in the world stands in the way of declaring that He is the One prophesied? And that Moses does not foretell these things indefinitely, nor overshadowing the prediction unto infinite and unmeasured time, but very accurately circumscribing the outcome of the things prophesied within defined times, hear what he prophesies concerning this also: "A ruler shall not fail from Judah, nor a leader from his thighs, until He comes for Whom it is reserved; and He is the expectation of nations." Whereby he declares that leaders and rulers of the nation of the Jews will not cease successively and in order, until the coming of Him Who is expected; and that when the rulers among them have ceased, the One prophesied will be present. Now by Judah here he does not name the tribe, but since by a certain appellation in later times from the royal tribe of Judah the whole nation of the Jews took its title, so as even to this day to be named Jews, very wonderfully and prophetically he named the whole nation of the Jews, just as we too call them Jews. Then he says that rulers and leaders from their nation will not fail before the One prophesied is present; and when He has appeared, straightway the rule of the Jews will be dissolved, and He will no longer be the expectation of Jews, but of nations. And this too you could not apply to the prophets, save to our Saviour and Lord alone. For no sooner had He come among men than the kingdom of the Jews had been overthrown; and straightway there had failed their ruler by ancestral suc-
Notes, col. 176

On the reading

Printed ἠτήσω, for ᾐτήσω.

Printed ἀκαλούθως, for ἀκολούθως.

Printed οὐ, for εὖ.

Printed προσδηκωμένου, for προσδοκωμένου.

Printed Ἰουδαίοις, for Ἰουδαίους.

Printed προφητικῶ;, for προφητικῶς.

PG 22:177Read from the page
δοχῆς ἄρχων αὐτῶν, καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγούμενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος. Καὶ οἱ μὲν ἐκλελοίπεσαν, ὁ δὲ προσδοκία τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν, κατὰ τὴν θείαν πρόῤῥησιν ἀναπέφανται· ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ Θεὸν αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ' αὐτῷ τίθεσθαι. Καὶ Μωϋσῆς μὲν τοσαῦτα, καὶ τὰ τούτων ἕτερα πλείω περὶ τοῦ Χριστοῦ πρὸς πάντας ἡμᾶς εὐαγγελίζεται· ἀδελφὰ δὲ αὐτῷ καὶ Ἠσαῖας ἀφωρισμένως περί τινος ἑνὸς ἐκ σπέρματος καὶ διαδοχῆς Δαβὶδ τοῦ βασιλέως ἀναστησομένου ταῦτα, προλέγει· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτοῦ ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως·» καὶ τὰ λοιπά. Εἶθ' ὑποβὰς ἑξῆς προφητικῷ τρόπῳ τὴν τῶν ἀλλοφύλων ἐθνῶν βαρβάρων τε καὶ Ἑλλήνων, τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας γενησομένην μεταβολὴν θεσπίζει. Λέγει δ' οὖν· «Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον, καὶ ταῦρος, καὶ λέων ἅμα βοσκηθήσονται,» καὶ τὰ τούτοις παραπλήσια, ἃ καὶ παρὰ πόδας διασαφῶν ἑρμηνεύει, φήσας· «Καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Σαφῶς γὰρ τὰ ἄλογα θρέμματα καὶ τοὺς προκαταλελειμένους θῆρας οὐδὲ ἄλλους εἶναι τῶν ἐθνῶν, τοῦ θηριώδους ἕνεκα τρόπου, διεσάφησεν· ὧν ἐθνῶν ἄρξειν φησὶ τὸν ἀνιστάμενον ἐκ σπέρματος Ἰεσσαί· ἀφ' οὗ δὴ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν γενεαλογεῖται, ἐφ' ὃν τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει συμφώνως τῇ προῤῥήσει· «Καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» Τοῦτο δὴ παράθες τοῖς παρὰ Μωϋσεῖ φερομένοις διαστέλλων καὶ τὸ μὲν, «Ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν,» ἐφάρμοσον τῷ, «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·» καὶ τὸ, «Ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι,» τῷ, «Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.» Τί γὰρ διαφέρει φάσκειν, Ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν, ἢ, Αὐτὸς ἔσται προσδοκία ἐθνῶν; πάλιν δ' ὁ αὐτὸς Ἠσαῖας προϊὼν περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει· «Ἰδοὺ ὁ παῖς μου ὃν ἠρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει·» καὶ ἐπιφέρει, «Ἕως ἂν θῶ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.» Ἤδη δεύτερον ἐν τούτοις ὁ προφήτης τὸ ἐπὶ τῷ Χριστῷ τὰ ἔθνη ἐλπίσειν τίθεται, ἀνώτερον εἰπών· «Ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Ἐνταῦθα δὲ, Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. Λέλεκται δὲ καὶ τῷ Δαβὶδ, ὡς ἄρα «Ἐκ τοῦ καρποῦ τῆς κοιλίας αὐτοῦ ἀναστήσεταί τις περὶ οὗ ἑξῆς φησιν ὁ Θεός· «Αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.» Καὶ περὶ τούτου δὲ πάλιν εἴρηται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ
cession, and the leader according to their own laws, Augustus then having first become sole ruler of the Romans, and Herod from foreign nations having been appointed their king. And those indeed had failed, while He has been manifested as the expectation of the nations throughout the whole inhabited world, according to the divine prediction, so that even to this present day all out of all the nations who have believed in Him place the hope of their expectation towards God in Him. Now Moses proclaims as good tidings to us all so many things, and others besides these still more numerous, concerning Christ; and akin to him Isaiah also, specifically concerning a certain One to be raised up from the seed and succession of David the king, foretells these things: "There shall come forth a rod out of the root of Jesse, and a blossom shall come up out of his root, and the Spirit of God shall rest upon Him, the spirit of wisdom and understanding," and the rest. Then proceeding next in prophetic manner, he prophesies the change unto mildness and gentleness that would come about through Christ's teaching among the foreign nations, both barbarians and Greeks, and the most savage and beastlike men. Indeed he says: "And the wolf shall feed together with the lamb, and the leopard shall lie down with the kid, and the calf, and the bull, and the lion shall feed together," and things like these, which he also immediately clarifies and interprets, saying: "And there shall be He Who rises to rule over nations; in Him nations shall hope." For he made plain clearly that the irrational cattle and the aforesaid wild beasts are none other than the nations, on account of their beastlike way, over which nations he says He Who rises from the seed of Jesse shall rule—from whom indeed our Saviour and Lord traces His lineage, and in Whom the nations that believe in Him even to this present day hope in harmony with the prediction: "And there shall be He Who rises to rule over nations; in Him nations shall hope." Set this, then, beside the things recorded in Moses, distinguishing them: and match "There shall be He Who rises to rule over nations" with "there shall come forth a man out of his seed, and He shall rule over many nations"; and "In Him nations shall hope" with "And He shall be the expectation of nations." For what difference is there between saying, In Him nations shall hope, or, He shall be the expectation of nations? And again the same Isaiah, proceeding further, prophesies these things concerning Christ: "Behold My Servant Whom I have chosen, My Beloved, in Whom My soul is well pleased: He shall bring forth judgement to the nations"; and he adds, "Until I establish judgement upon the earth, and in His name nations shall hope." Already a second time in these words the prophet sets down that the nations will hope in Christ, having said above, "In Him nations shall hope," and here, And in His name nations shall hope. And it has been spoken also to David, that "Out of the fruit of his belly there shall arise One concerning Whom God next says: 'He shall call upon Me, Thou art My Father; and I will make Him firstborn.'" And concerning Him again it has been said: "And He shall have dominion from sea to sea, and from
Notes, col. 177

On the reading

Printed προκαταλελειμένους, for προκαταλελεγμένους.

Printed ἠρέτισα, for ᾑρέτισα.

PG 22:180Read from the page
ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» Καὶ αὖθις· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευομένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος· «Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Εὐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπαρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν, ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστὸς, ὡς καὶ σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις. Καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γεγεννῆσθαι ἔμελλεν, προείρητο· τίς δὲ καὶ λευκότερον ὁ Ἠσαῖας παρίστησι, δι' αἰνιγμάτων μὲν, ὅταν λέγῃ· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.» Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν οὕτως· «Καὶ ἀναῤῥηθήσεται ὡς τιτθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου·» ὁ δὲ Θεοδοτίων· «καὶ ἀναβήσεται ὡς θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ.» Διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ Κυρίου, ὃς ἦν ὁ τοῦ Θεοῦ λόγος, «Ἐνώπιον αὐτοῦ,» φησὶν, «ἀνηγγείλαμεν ὡς παιδίον θηλάζον καὶ τιτθιζόμενον, καὶ ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου.» Τὸ μὲν οὖν παιδίον τὸ τιτθιζόμενον καὶ θηλάζον ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ· ἡ δὲ γῆ ἄβατος καὶ διψῶσα τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ᾗ οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ' ἧς, καίπερ ἀβάτου τυγχανούσης, προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ τιτθιζόμενον καὶ θηλάζον παιδίον. Ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν, ἐπ' ἂν λέγῃ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ' ἡμῶν ὁ Θεός.» Τοῦτο γὰρ ἑρμηνεύει τὸ «Ἐμμανουήλ.» Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ' Ἑβραίοις μεμελετάσθω. Μήτι οὖν ἐπίδοξόν τινα δυνάστην, ἢ τύραννον, ἢ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυναμένων, τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν· ὅτι μηδὲ ἐφάνη τοιοῦτος. Ἀλλ' οἷος ἐφάνη τῷ βίῳ, τοιοῦτον αὐτὸν καὶ ἐθέσπισαν ἔσεσθαι, τῆς ἀληθείας κατ' οὐδὲν ἀπολελειμμένοι. Εἰπὼν δ' οὖν ὁ Ἠσαῖας· «Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ·» ἑξῆς συνάπτει λέγων· «Οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· καὶ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος, ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη.» Τί οὖν λείπεται ἐπὶ τούτοις; Εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν, καὶ γένος, καὶ τρόπον γενέσεως, καὶ τῆς
rivers unto the ends of the inhabited world." And again: "All the nations shall serve Him, and in you all the tribes of the earth shall be blessed." And a certain defined place too of the birth of the One prophesied is foretold by Micah, saying: "And you, Bethlehem, house of Ephrathah, are very small to be among the thousands of Judah; out of you shall come forth for Me a leader, Who shall shepherd My people Israel; and His goings forth are from the beginning, from the days of eternity." And it is agreed among all that Jesus Christ was born in Bethlehem, so that even a cave is shown there by the inhabitants to those arriving from abroad to see it. Now this place, where He was to have been born, had been foretold; and who He is Isaiah also presents even more clearly—though in riddles, when he says: "O Lord, who has believed our report, and to whom has the arm of the Lord been revealed? We announced before Him as a child, as a root in a thirsty land." Instead of which Aquila translated thus: "And He shall be proclaimed as a suckling before His face, and as a root from an untrodden land"; and Theodotion: "and He shall come up as a nursing child before Him, and as a root in a thirsty land." For making mention through these words of the arm of the Lord, which was the Word of God, "Before Him," he says, "we announced Him as a nursing and suckling child, and as a root from an untrodden land." Now the suckling and nursing child manifestly declares the birth of Christ; and the untrodden and thirsty land, the Virgin who bore Him, upon whom no man has set foot, from whom, untrodden though she was, came forth the blessed root, and the suckling and nursing Child. Yet these things he hinted at obscurely; more openly, however, the same prophet interprets the meaning whenever he says: "Behold, the virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name, God with us." For this is what "Emmanuel" translates. Let such things have been pondered long ago beforehand among the Hebrews concerning Christ's birth among men. Do they, then, sketch out the One prophesied as some glorious potentate, or tyrant, or someone otherwise among those mighty in great affairs in life? One cannot say so, because neither did He appear such. Rather, just as He appeared in life, such also they prophesied that He would be, falling short of the truth in nothing. Thus Isaiah, having said: "We announced before Him, as a child, as a root in a thirsty land," next joins on, saying: "He has no form nor glory; and we saw Him, and He had no form nor beauty; but His form was without honour and failing beyond the sons of men. A man being in stripe, and knowing how to bear infirmity, He was dishonoured, and was not esteemed." What then remains after these things? For if they foretold His tribe, and lineage, and manner of birth, and the
PG 22:181Read from the page
Παρθένου τὸ θαῦμα καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. Τί οὖν καὶ περὶ ταύτης Ἠσαῖας θεσπίζει; «Ἄνθρωπος, φησὶν, ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·» καὶ τὰ λοιπά. Σημαίνει δὲ διὰ τούτων, ὡς ἄρα ὁ Χριστὸς, ἐκτὸς πάσης ὑπάρχων πλημμελείας, τὰς ὑπὲρ ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. Διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ' οὐχ ὑπὲρ ἑαυτοῦ. Εἰ δὲ καὶ τραυματισθήσεται λόγοις βλασφήμοις, καὶ τοῦτ' ἔργον ἔσται τῶν ἡμετέρων ἁμαρτιῶν· ἐπεὶ καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα, καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. Καὶ τὰ μὲν αἴτια ὧν παρ' ἀνθρώποις πείσεται ὁ ἀναμάρτητος, ταῦτα ἦν. Ἰουδαίων δὲ τῶν τὴν θάνατον αὐτῷ συσκευασαμένων οὐδὲ ὑπειδόμενος ὁ θαυμάσιος προφήτης, διαῤῥήδην ἀπελέγχει, καὶ τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων· «Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.» Εἶτ' ἐπεὶ παραχρῆμα, καὶ οὐκ εἰς μακρὰν μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος πολιορκηθέντας ὑπὸ Ῥωμαίων, οὐδὲ τοῦτο παριδὼν, ἐπιλέγει· «Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ θανάτου αὐτοῦ.» Ἤρκει μὲν οὖν ἐπὶ τούτοις ἐπιγράψαι τὴν προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε μετὰ τὴν τελευτὴν, ἢ μετὰ τὴν ταφὴν παλινοστεῖν καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπιλέγων· «Καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς.» Ἀνώτερον εἰπὼν, «ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν» νῦν μετὰ τὸν θάνατον αὐτοῦ καὶ τὴν ταφήν, «Κύριος,» φησὶ, «βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς.» Καὶ πῶς ἔσται; «Ἐὰν δῶτε,» φησὶ, «περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον·» οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν, ἢ μόνοις τοῖς ἐξομολογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ Θεῷ. Μόνων γὰρ τούτων ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν
miracle of the Virgin and His manner of life, it followed next not to pass over His end in silence either. What then does Isaiah prophesy concerning this also? "A man," he says, "being in stripe, and knowing how to bear infirmity, He was dishonoured and was not esteemed. This One bears our sins, and suffers pain for us; and we esteemed Him to be in toil and in stripe, and in affliction; but He was wounded on account of our sins, and has been weakened on account of our iniquities. The chastisement of our peace is upon Him; by His bruise we were healed. All we like sheep went astray, and the Lord delivered Him up to our sins; and He, because of having been afflicted, does not open His mouth. Like a sheep He was led to slaughter, and as a lamb voiceless before its shearer, so He does not open His mouth; His generation who shall declare? Because His life is taken away from the earth," and the rest. Now through these words he signifies that Christ, being free from every transgression, will take upon Himself the sins on behalf of men. Wherefore He will also suffer the things of sinners and will feel pain on our behalf, yet not on His own behalf. And even if He is wounded with blasphemous words, this too will be the work of our sins; since He has also been weakened on account of our sins, so that we, once He has taken up our offences and the wounds of our wickedness, may be healed by His bruise. Such, then, were the causes of the things which the Sinless One will suffer among men. And the marvellous prophet, not standing in awe even of the Jews who plotted death against Him, expressly convicts them, lamenting outright over this too and saying: "From the iniquities of My people He was led unto death." Then, since straightway, and not long after their daring against Christ, utter destruction overtook them when besieged by the Romans, not overlooking this either, he adds: "And I will give the wicked in return for His burial, and the rich in return for His death." Now it would have sufficed to close the prophecy at these words, if he saw that nothing more was to be after Christ's end; but since almost immediately after His end, or after His burial, He was about to return and come back to life, he further adds these things also concerning Him, saying next: "And the Lord wills to cleanse Him from the stripe. If you give an offering for sin, your soul shall see a long-lived seed; and the Lord wills to take away from the toil of His soul, to show Him light." Having said above, "a man being in stripe, and knowing how to bear infirmity," now after His death and burial, "The Lord," he says, "wills to cleanse Him from the stripe." And how shall this be? "If you give," he says, "an offering for sin, your soul shall see a long-lived seed"; for it is not granted to all to behold the long-lived seed of Christ, save only to those who have confessed and who bring to God the gifts on behalf of sins. For the soul of these alone shall see the long-lived seed of Christ, namely
Notes, col. 181

On the reading

Printed τὴν, for τὸν.

PG 22:184Read from the page
αἰώνιον ζωὴν αὐτοῦ, τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ' ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον, καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα. Πάλιν ἀνώτερον εἰπὼν, «Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ,» νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ, φησίν· «Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς.» Ἐπεὶ τοίνυν βεβούληται Κύριος, ὁ τῶν ὅλων Θεὸς καθαρίσαι αὐτὸν τῆς πληγῆς, καὶ δεῖξαι αὐτῷ φῶς, πάντως που βουληθεὶς, πράξειεν ἂν ὃ ἠβουλήθη. Οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ καθαρίσαι αὐτὸν καὶ δεῖξαι αὐτῷ φῶς· ἐποίησεν ἄρα ταῦτα· καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. Καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ Προφήτης ἐπισυνάπτει, λέγων· «Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.» Ἔνθα λοιπὸν ἤδη καὶ τῆς κληρονομίας τοῦ Χριστοῦ μέμνηται τῷ δευτέρῳ συμφώνως ψαλμῷ, δι' οὗ περὶ τῆς ἐπιβουλῆς τῆς κατ' αὐτοῦ συσκευασθείσης ὀνομαστὶ θεσπίσας ὁ λόγος ἐν τῷ, «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ἑξῆς ἐπιλέγει· «Κύριος εἶπε πρός μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ταῦτα δ' οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ᾐνίξατο εἰπών· «Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς·» καὶ ἐπιλέγει· «Καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.» Τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἳ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχὰς, οἷα δή τινα σκῦλα, τοῖς οἰκείοις διένειμε μαθηταῖς. Διό φησιν ὁ Ἠσαῖας περὶ αὐτῶν· «Καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.» Καὶ ὁ Ψαλμῳδός· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.» Εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν· «Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.» Διὰ ποῖον δὲ τοῦτο, πάλιν ἑξῆς διδάσκει, φήσας· «Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε· καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.» Ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ Πατὴρ τῆς ὑπακοῆς καὶ τῆς ὑπομονῆς ἕνεκα, δεδώρηται αὐτῷ τὰ ἐγκείμενα. Γέγονε γὰρ ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου· διὸ καὶ κληρονομήσει πολλοὺς, καὶ οὐ πρότερον, ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. Διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς, καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα. Ἡγοῦμαι δὲ ἀναμφιλόγως τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ προφητευομένου διὰ τούτων παρίστασθαι. Πῶς γὰρ ἄλλως ἐπινοῆσαι δυνατὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντα, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ Ἰουδαίων λαοῦ θανάτῳ παραδοθέντα, καὶ μετὰ ἀνόμων
His eternal life after death, or His word sown throughout the whole inhabited world, which shall be long-lived and endure forever. Again, having said above, "And we esteemed Him to be in toil," now after His slaughter and His death, he says: "And the Lord wills to take away from the toil of His soul, to show Him light." Since, therefore, the Lord, the God of all, has willed to cleanse Him from the stripe and to show Him light, having altogether willed it, He would surely do what He willed. For there is nothing of what He wills that does not come to pass; and He willed to cleanse Him and to show Him light; therefore He did these things, and having cleansed Him He showed Him light. And since He willed, and having willed took away the toil of His soul and showed Him light, reasonably does the Prophet join on, saying: "Therefore He shall inherit many, and shall divide the spoils of the strong." Wherein henceforth he already makes mention also of the inheritance of Christ in harmony with the second Psalm, through which the word, having prophesied expressly concerning the plot contrived against Him in the passage, "The kings of the earth stood by, and the rulers gathered together into one against the Lord and against His Christ," next adds: "The Lord said to Me: 'You are My Son, today I have begotten You; ask of Me, and I will give You the nations for Your inheritance, and the ends of the earth for Your possession.'" Now these very nations the prophet too hinted at when he said: "Therefore He shall inherit many"; and he adds: "And He shall divide the spoils of the strong." For having rescued the subject souls from the opposing powers that of old ruled over the nations, He distributed them, like spoils indeed, to His own disciples. Wherefore Isaiah says concerning them: "And they shall rejoice before Thee as those who divide spoils." And the Psalmist: "The Lord will give a word to those who proclaim good tidings with great power; the King of the hosts of the Beloved, for the beauty of the house to divide spoils." Reasonably, therefore, here also concerning Christ he says: "Therefore He shall inherit many, and shall divide the spoils of the strong." And on what account this is, he again teaches next, saying: "Because His soul was delivered up unto death, and He was reckoned among the lawless; and He Himself bore the sins of many, and on account of their sins He was delivered up." For in requital for these things the Father, rewarding Him on account of His obedience and endurance, has granted Him what is set down. For He became obedient to the Father unto death; wherefore also it is prophesied that He shall inherit many—and not before, but after His soul was delivered up unto death, and He was reckoned among the lawless. For on account of these things it has been said that He will inherit many, and will divide the spoils of the strong. And I think that beyond dispute the resurrection from the dead of the One prophesied is presented through these words. For how else is it possible to conceive One led like a sheep to slaughter, and from the iniquities of the people of the Jews delivered up to death, and with the lawless
Notes, col. 184

On the reading

Printed πρός, for πρὸς.

PG 22:185Read from the page
λογισθέντα, ταφῇ τε παραδοθέντα· εἶτα καθαριζόμενον ὑπὸ τοῦ Κυρίου, καὶ φῶς παρ' αὐτῷ ὀψόμενον, καὶ κληρονομοῦντα πολλοὺς, καὶ σκῦλα τοῖς οἰκείοις διανέμοντα; Καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ Χριστοῦ ὁ Δαβίδ· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις ὅσιόν σου ἰδεῖν διαφθοράν.» Καὶ πάλιν· «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.» Καὶ πάλιν· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου.» Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. Πλὴν ἀλλὰ τῆς Ἠσαΐου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στείραν καὶ ἔρημον Θεοῦ ψυχὴν, ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν εὐαγγελίζεται, ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων. Ἐπειδὴ γὰρ τὰ πάντα δι' αὐτὴν ὁ Χριστὸς ὑπέμεινεν, εἰκότως μετὰ τὰς περὶ αὐτοῦ προῤῥήσεις ἐπιφέρει λέγων· «Εὐφράνθητι στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει.» Ἐνταῦθα δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν καθ' ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ· «Καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει.» Πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρκούντως ἐπὶ τοῦ παρόντος ταῦθ' ἡμῖν ἐπιτετμήσθω. Πλεῖστα δ' ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου. Καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς εὐαγγελικῆς ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει. Τέως δὲ ἐπὶ τοῦ παρόντος τῆς τῶν προφητῶν περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν προῤῥήσεως, καὶ ὡς πᾶσιν ἀνθρώποις τὴν τῶν μελλόντων ἀγαθῶν παρουσίαν εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα προφήτου τινὸς ἄφιξιν, καὶ εὐσέβειαν νομοθέτου Μωϋσεῖ παραπλησίου, γένος τε αὐτοῦ, καὶ φυλὴν, καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ' ὃν ἥξει, προφητεύεται καὶ γένεσιν, καὶ τελευτὴν, καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν· ἃ δὴ πάντα παρέστη, καὶ ἔτι μᾶλλον διὰ τῶν ἑξῆς παραστήσεται ἐπὶ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν συμπεπερασμένα. Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν ἱερῶν λογίων τοῖς πιστεύουσιν αὐτοῖς παρατεθήσεται· τοῖς δ' ἀπειθοῦσι ταῖς προφητικαῖς Γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ, καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι· ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος βοηθέντων ἐν ἀνθρώποις, πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ διαφέρων ἀναφανῇ, τοτηνικάδε καὶ τὰ περὶ τῆς θειοτέρας αὐτοῦ φύσεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παριστῶντες, ὡς
reckoned, and delivered up to burial—then being cleansed by the Lord, and about to behold light with Him, and inheriting many, and distributing spoils to His own? And elsewhere too concerning His return to life after death David says somewhere, prophesying in the person of Christ: "Thou wilt not abandon My soul to Hades, nor wilt Thou give Thy Holy One to see corruption." And again: "O Lord, Thou hast brought up My soul from Hades; Thou hast saved Me from those who go down into the pit." And again: "Thou Who exaltest Me from the gates of death, so that I may declare all Thy praises." Even the very most ungrateful, I think, are unable to look these things all in the face. Nevertheless, the conclusion of Isaiah's prophecy proclaims good tidings to the soul of old barren and destitute of God, or rather the Church out of the nations, in keeping with the contemplation of what has been said. For since Christ endured all things for her sake, reasonably after the predictions concerning Him he adds, saying: "Rejoice, O barren one who do not bear; break forth and cry aloud, you who do not travail: for many are the children of the desolate one rather than of her who has the husband. For the Lord has said: Widen the place of your tent and of your curtains; fix them, do not spare; lengthen your cords, and strengthen your pegs; spread out yet further to the right and to the left, and your seed shall inherit nations." Here the word proclaims good tidings of the Church out of the nations spread abroad throughout the whole inhabited world and stretching from the risings of the sun unto its settings, presenting this most clearly through the words: "And your seed shall inherit nations." Since the matters at this passage require fuller treatment, let these things be sufficiently abridged by us for the present. You yourself too could at leisure collect very many things upon the subject before us. And the present treatise of the evangelical demonstration will in due season both hand down and interpret each point. Meanwhile, for the present, as regards the prediction of the prophets concerning our Saviour, and how it proclaimed to all men the good tidings of the coming of the good things to come, what has been said suffices, foreannouncing the arrival of a certain Prophet, and the piety of a Lawgiver like unto Moses, and His lineage, and tribe, and place whence He shall come forth, and the time at which it is prophesied that He shall come, and His birth, and end, and return to life, and rule over all nations—all which things indeed have been shown, and still more through what follows will be shown, to have been fulfilled in our Saviour and Lord alone. Now these things from the sacred oracles shall be set before those who believe them; but those who disobey the prophetic Scriptures we shall meet separately, making our inquiry for the time being as concerning an ordinary man, and one like the rest; so that, whenever He shall be shown far better and surpassing by an incomparable superiority all who from eternity have been celebrated among men, then at that time we may in due season treat also the matters concerning His more divine nature, establishing from clear proofs that
Notes, col. 185

On the reading

Printed στείραν, for στεῖραν.

Printed στείρα, for στεῖρα.