Migne Reading Room

PG 22 · cols. 152–161 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:152Read from the page
ΜϚʹ. « Καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἱ οἶκοι οἱ ἐγκαταλελειμμένοι ἀπολοῦνται. Ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητὸς, οὗτοι φωνῇ φωνήσουσιν· οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου. » Καὶ ἐνταῦθα οἱ καταλειφθέντες μόνοι εὐφρανθήσεσθαι λέγονται, τῶν λοιπῶν ἁπάντων τοῖς θεσπιζομένοις παραδοθησομένων.
46. "Cities shall be left desolate, and the houses that are abandoned shall perish. All these things shall be in the land in the midst of the nations; just as if someone gleans an olive tree, so shall they glean them; and when the vintage ceases, these shall cry aloud with their voice; and those left behind upon the land shall rejoice together with the glory of the Lord." Here too those left behind alone are said to rejoice, while all the rest will be delivered over to the things prophesied.
ΜΖʹ. « Καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραῖμ· καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ, ὡς πρόδρομος σύκου· ὁ ἰδὼν αὐτὸ, πρὶν ἢ εἰς τὴν χεῖρα λαβεῖν αὐτὸ, θελήσει αὐτὸ καταπιεῖν. Τῇ ἡμέρᾳ ἐκείνῃ Κύριος ἔσται ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ· καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως. » Καὶ ἐνταῦθα τῷ καταλειφθέντι τοῦ λαοῦ, οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν Κυριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοῦ λαοῦ στέφανον ὕβρεως καὶ μισθωτοὺς τοῦ Ἐφραῖμ ὀνομάζων.
47. "The crown of insolence, the hirelings of Ephraim, shall be trampled down; and the flower that has fallen from the hope of glory upon the top of the high mountain shall be like an early fig: he who sees it, before taking it into his hand, will desire to swallow it down. In that day the Lord shall be the crown of hope, the woven crown of glory, for the remnant of His people; for they shall be left in a spirit of judgement." Here also he prophesies that for the remnant of the people—not for their whole nation, but only for those signified by the remnant—the Lord will be a crown of hope and glory, naming the others apart from the remnant of the people a crown of insolence and hirelings of Ephraim.
ΜΗʹ. « Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω, ὅτι ἐξ Ἰερουσαλὴμ ἔσονται οἱ σωζόμενοι ἐξ ὄρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.» Τοὺς κατ' ἐκλογὴν χάριτος καταλειφθέντας ἐκ τοῦ Ἰουδαίων ἔθνους φυήσειν ῥίζαν κάτω, καὶ ποιήσειν σπέρμα ἄνω προφητεύει, σαφέστατα τὴν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν ἐκλογὴν παριστάς. Οὗτοι γὰρ, ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες, κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας αὐτῶν κατέβαλλον, ὡς ἐμπαγῆναι, καὶ ῥιζῶσαι καθ' ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν· ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο. Οἱ δ' αὐτοὶ οὗτοι ἐκ τοῦ Ἰουδαίων ἔθνους καταλελειμμένοι, τῶν λοιπῶν ἀπολλυμένων, μόνοι σωζόμενοι λέγονται. Ταῦτα δὲ πάντα ὁ ζῆλος Κυρίου ἐποίησεν. Εἰς γὰρ τὸ παραζηλῶσαι τοὺς ἀσεβεῖς τῶν ἐκ περιτομῆς, ἐκλεξάμενος ὁ ζῆλος Κυρίου τούτους, παρεζήλωσεν ἐκείνους· κατὰ τὸ παρὰ Μωσεῖ λεγόμενον· « Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. »
48. "And those left behind in Judaea shall strike root downward, and bear seed upward, because out of Jerusalem shall be those who are saved, out of Mount Sion. The zeal of the Lord Sabaoth shall do these things." He prophesies that those from the nation of the Jews left behind according to the election of grace will strike root downward and bear seed upward, setting forth most clearly the election of the apostles and disciples of our Saviour. For these, having been left behind from those of the circumcision, cast the roots of their teaching downward into the earth, so that their doctrine was planted fast and took root throughout all the inhabited earth, while upward they exhorted men to bear their seed and fruit towards the heavenly promises. And these same ones left behind from the nation of the Jews, while the rest perish, alone are said to be saved. And all these things the zeal of the Lord accomplished. For in order to provoke to jealousy the ungodly among those of the circumcision, the zeal of the Lord, having chosen these men, provoked those others to jealousy, according to what is said in Moses: "They provoked me to jealousy with what is no God, and I will provoke them to jealousy with what is no nation; with a senseless nation I will anger them."
ΜΘʹ. « Οὕτως λέγει Κύριος· Ὅν τρόπον εὑρήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσιν· Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας· καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα· καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου· καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Καὶ ἔσται ἐν τῷ δρυμῷ ἔπαυλις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με.
49. "Thus says the Lord: Just as the grape-berry shall be found in the cluster, and they will say, Do not destroy it, for a blessing of the Lord is in it, so will I do for the sake of him who serves me; for this cause I will by no means destroy all; and I will bring forth the seed from Jacob and from Judah, and it shall inherit my holy mountain; and my chosen ones and my servants shall inherit it, and shall dwell there. And in the forest there shall be a fold of flocks, and the valley of Achor for a resting-place of herds for my people who sought me.
Notes, col. 152

On the reading

Printed Κυριον, for Κύριον.

PG 22:153Read from the page
Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν. Πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. » Διελὼν καὶ ἐν τούτοις ὁ λόγος, βραχὺ μέν τί φησι σπέρμα ἐξ Ἰακὼβ τεύξεσθαι τῶν ἐπηγγελμένων· ἐκλεκτούς τε εἶναι τοὺς κατοικήσαντας ἐν τῷ δρυμῷ· οὕτως ὀνομάζων τὴν κλῆσιν τῶν ἐθνῶν, ἐν ᾗ οἱ ἐκλεκτοὶ τοῦ Κυρίου, καὶ τὸ Ἰακὼβ σπέρμα, εἶεν δ' ἂν οἱ ἀπόστολοι καὶ μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν· οἱ δὲ λοιποὶ πάντες παρὰ τούτους ταῖς δηλουμέναις ἀπειλαῖς ὑποβέβληνται· μονονουχὶ τοῦ λόγου γυμνότατα παριστῶντος, μὴ ὡς ἔτυχεν ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος φθάσειν τὰς τοῦ Θεοῦ ἐπαγγελίας, ἀλλ' ἐπὶ μόνον τὸ ὠνομασμένον σπέρμα, καὶ τοὺς ἐπικαλουμένους ἐκλεκτοὺς τοῦ Θεοῦ· « ἐπεὶ πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. » Τούτοις δὲ καὶ νῦν ὄνομα καινὸν ἐπιτεθήσεσθαι ἑξῆς ὁ λόγος θεσπίζει, φάσκων πρὸς τοὺς ἀσεβεῖς· « Καταλειφθήσεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου· ὑμᾶς δ' ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύσουσί μοι κληθήσεται ὄνομα καινόν. » Τὸ δὴ οὖν ὄνομα καινὸν, ὃ μὴ παρὰ τοῖς παλαιοῖς ἔγνωστο, ποῖον ἂν εἴη ἢ τὸ ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ προσωνυμίας καθ' ὅλης τῆς οἰκουμένης εὐλογημένον Χριστιανῶν ὄνομα;
But as for you who forsake me and forget my holy mountain, and prepare a table for Fortune, and fill up mixed wine for the demon, I will deliver you up to the sword. You shall all fall in slaughter; because I called you, and you did not obey, and you did evil before me, and chose the things that I did not will." Making a distinction in these words as well, the word says that some small seed from Jacob will obtain the things promised, and that those who dwelt in the forest are the chosen ones—thus naming the calling of the nations, in which are the chosen ones of the Lord and the seed of Jacob, and these would be the apostles and disciples of our Saviour; whereas all the rest apart from these have been subjected to the threats set forth, the word all but most openly showing that the promises of God will not extend indiscriminately to the whole nation of the Jews, but only to the seed just named and those called the chosen ones of God, "for many are called, but few are chosen." And upon these the word next prophesies that a new name also will now be bestowed, saying to the ungodly: "For your name shall be left as a satiety for my chosen ones, and the Lord shall slay you; but upon those who serve me a new name shall be called." Now what could this new name be, which was not known among the ancients, other than the name of Christians, blessed throughout all the inhabited earth from the title of our Saviour Jesus the Christ?
Νʹ, Ἀπὸ τοῦ Μιχαίου.
50. From Micah.
« Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος· συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν. Ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ· ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν. » Συμφώνως τοῖς προεκτεθεῖσιν ἐκ τοῦ Ἠσαΐου καὶ ὁ Μιχαίας ἐκδέξασθαι τὸν Θεὸν οὐχ ἁπλῶς πάντας, ἀλλὰ μόνους τοῦς καταλοίπους ὀνομάζει. Ὥσπερ δὲ παρὰ τῷ Ἠσαΐᾳ σπέρμα ὠνομάζετο τὸ ἐξ αὐτῶν λεῖμμα, οὕτως καὶ νῦν σταγόνα ὀνομάζει τοὺς ἐξ αὐτῶν σωθησομένους. Δηλοῦται δὲ καὶ διὰ τούτων ὁ τῶν ἀποστόλων χορὸς, ὡς σταγών τις καὶ σπέρμα τοῦ Ἰουδαίων ἔθνους γεγενημένος· ἐξ ἧς σταγόνος πάντες οἱ καθ' ὅλης τῆς οἰκουμένης τὸν Χριστὸν ἐπεγνωκότες τοῦ Θεοῦ, καὶ τὴν διδασκαλίαν αὐτοῦ παραδεδεγμένοι, τῆς θεσπιζομένης ἐπισυναγωγῆς κατηξιώθησαν, τὴν ἀπὸ τῶν πολεμίων λύτρωσιν εὑράμενοι.
"And there shall be one gathered from the drop of this people; Jacob shall be gathered together with all. Receiving I will receive the remnants of Israel; together will I set their return." In harmony with the passages previously set forth from Isaiah, Micah too states that God receives not simply all, but only those whom he names the remnants. And just as in Isaiah the remnant from among them was named a seed, so now also he names a drop those from among them who will be saved. And through these words as well the choir of the apostles is signified, having come to be like a drop and seed of the nation of the Jews; from which drop all throughout all the inhabited earth who have come to know the Christ of God and have received His teaching have been deemed worthy of the prophesied gathering together, having found redemption from their enemies.
ΝΑʹ. « Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Εὐφραθὰ, ὀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα τῷ Ἰσραὴλ, καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσι. » Καὶ μετὰ βραχέα ἐπιλέγει· « Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν, ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου πίπτουσα, καὶ ὡς
51. "And you, Bethlehem, house of Ephratha, are very few among the thousands of Judah; out of you shall come forth for me a leader, to be for a ruler in Israel, and His goings forth are from the beginning, from the days of eternity. Therefore He shall give them up until the time of her who bears; she shall bring forth, and the remainder of their brethren shall return." And after a little he adds: "And the remnant of Jacob shall be among the nations, in the midst of many peoples, like dew falling from the Lord, and like
Notes, col. 153

On the reading

Printed τοῦς, for τοὺς.

PG 22:156Read from the page
ἄρνες ἐπ' ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων· καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν, ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος· ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.» Τούτων οὐδ' ἄν τι γένοιτο λευκότερον, κατὰ τὸ αὐτὸ καὶ τὴν γένεσιν τὴν ἐν Βηθλεὲμ τοῦ Σωτῆρος ἀναφωνούντων, καὶ τὴν πρὸ αἰῶνος οὐσίωσιν αὐτοῦ, καὶ τὸν τῆς Παρθένου τοκετὸν, καὶ τῶν ἀποστόλων καὶ μαθητῶν αὐτοῦ τὴν κλῆσιν, καὶ τὸ κήρυγμα τὸ καθ' ὅλης τῆς οἰκουμένης περὶ τοῦ Χριστοῦ δι' αὐτῶν κατηγγελμένον. Τοῦ γὰρ δηλουμένου ἄρχοντος, οὗ τὰς ἐξόδους ὁ λόγος ἐξ ἡμερῶν αἰῶνος εἶναι δηλοῖ, ἐκ τῆς Βηθλεὲμ προελευσομένου, καὶ τῆς τοῦτον ἀποτικτούσης ἁγίας Παρθένου τεξομένης, οὐ πάντας φησὶ τοὺς ἐκ περιτομῆς, ἀλλὰ μόνους τοὺς ἐπιλοίποις ἀνασωθήσεσθαι, οὓς καὶ λεῖμμα γενήσεσθαι τοῦ Ἰακὼβ, καὶ δίκην δρόσου ἐπὶ πάντα δοθήσεσθαι τὰ ἔθνη. «Ἔσται γὰρ,» φησὶ, «τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ὡς δρόσος παρὰ Κυρίου πίπτουσα, καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν.» Ἀνθ' οὗ, «καὶ ὡς ψεκάδες ἐπὶ πόαν,» ὁ Ἀκύλας, ὁ δὲ Θεοδοτίων, «καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον,» ἐκδεδώκασι. Καὶ πάλιν ἀντὶ τοῦ, Ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων, μηδὲ προσκόψῃ υἱὸς ἀνθρώπου, φησὶν ὁ Θεοδατίων, «Ὅς οὐ μενεῖ ἄνθρωπον, καὶ οὐκ ἐλπίσει ἐπὶ υἱὸν ἀνθρώπου.» Καὶ ὁ Ἀκύλας, «Ὅς οὐχ ὑπομενεῖ ἄνδρα, καὶ οὐ περὶ υἱοὺς ἀνθρώπων·» δι' ὧν πᾶσα τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον, ἀλλ' εἰς τὸν Σωτῆρα καὶ Κύριον αὐτῶν· οὗτος δὲ ἦν ὁ τοῦ Θεοῦ λόγος. Οἷς ἐξῆς ἐπιλέγει· «Καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν, ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων· ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος·» δι' ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος. Δίκην γοῦν λέοντος καὶ σκύμνου ἐν τῷ δρυμῷ τῶν ἐθνῶν, καὶ ἐν ταῖς τῶν ἀνθρωπίνων προβάτων ἀγέλαις εἰσβαλόντες, καὶ διαστείλαντες τοὺς ἀξίους ἀπὸ τῶν ἀναξίων, ὑπηγάγοντο τῷ Χριστοῦ λόγῳ· πρὸς ὃν ἐξῆς ἀναφωνεῖται τὰ ἀπ' αὐτοῦ· «Ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται· ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαμβάνειν Μυρίων γὰρ ὅσων τὸν Χριστοῦ λόγον θλιψάντων, καὶ εἰσέτι νῦν πολεμούντων, ὑπερήρθη καὶ κρείττων πάντων γέγονεν. Ἀλλὰ καὶ ὑψώθη ἡ χεὶρ τοῦ Χριστοῦ κατὰ πάντων τῶν θλιψάντων αὐτόν· οἵ τε ἐχθροὶ αὐτοῦ πάντες, οἱ κατὰ χρόνους ἐπανιστάμενοι αὐτοῦ τῇ Ἐκκλησίᾳ, ἐξολοθρευθήσεσθαι λέγονται.
lambs upon grass, so that none may be gathered together, nor withstand among the sons of men; and the remnant of Jacob among the nations, in the midst of many peoples, shall be as a lion among the beasts of the forest, and as a whelp in flocks of sheep, even as when it goes through, and having parted them seizes its prey, and there is none to deliver; Thy hand shall be lifted up against those who afflict Thee, and all Thine enemies shall be utterly destroyed." Than these words nothing could be clearer, proclaiming at one and the same time both the birth of the Saviour in Bethlehem, and His existence before the age, and the childbirth of the Virgin, and the calling of His apostles and disciples, and the preaching concerning the Christ proclaimed by them throughout the whole inhabited world. For when the ruler set forth, Whose goings forth the word declares to be from the days of eternity, comes forth out of Bethlehem, and the holy Virgin who brings Him forth gives birth, it says that not all those of the circumcision, but only the remaining ones shall be saved, who also shall become a remnant of Jacob, and after the manner of dew shall be given over all the nations. "For the remnant of Jacob," it says, "shall be among the nations as dew falling from the Lord, and as lambs upon grass." Instead of which Aquila has rendered, "and as drops upon herbage," and Theodotion, "and as snow upon grass." And again, instead of, So that none may be gathered together nor withstand among the sons of men, nor a son of man stumble, Theodotion says, "Who shall not await man, and shall not hope upon a son of man." And Aquila, "Who shall not wait for a man, and not concerning sons of men"; through which all the hope of the apostles of our Saviour was neither in man, but in their Saviour and Lord; and this was the Word of God. Next after which things it subjoins: "And the remnant of Jacob among the nations, in the midst of many peoples, shall be as a lion among the beasts of the forest, and as a whelp in flocks of sheep; even as when it goes through, and having parted them seizes its prey, and there is none to deliver"; through which I think there is signified the boldness and undauntedness of the apostolic preaching. Like a lion, therefore, and a whelp, rushing into the forest of the nations and into the herds of human sheep, and parting the worthy from the unworthy, they subjected them to the word of Christ; towards Whom next are proclaimed the things that follow: "Thy hand shall be lifted up against those who afflict Thee, and all Thine enemies shall be utterly destroyed"; which very thing also one may perceive with one's eyes. For though countless myriads afflicted the word of Christ, and even until now wage war against it, it was lifted high and has proved mightier than all. Moreover, the hand of Christ also was lifted up against all who afflicted Him; and all His enemies, who from time to time rise up against His Church, are said to be destined for utter destruction.
ΝΒʹ. Ἀπὸ τοῦ Σοφονίου.
LII. From Zephaniah.
Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς
Because then I shall turn upon peoples a tongue unto
Notes, col. 156

On the reading

Printed ἐπιλοίποις, for ἐπιλοίπους.

Printed Θεοδατίων, for Θεοδοτίων.

Printed Ὅς, for Ὃς.

Printed ἐξῆς, for ἑξῆς.

PG 22:157Read from the page
ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι τοὺς ἱκετεύοντάς με· υἱοὶ τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι οὐ μὴ προστεθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾶον καὶ ταπεινόν· καὶ εὐλαβήσονται ἐν τῷ ὀνόματι Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.» Καὶ ἐν τούτοις ὑπολείψεσθαι ἑαυτῷ λαὸν πραῢν καὶ ταπεινὸν ὁ Κύριος ἐπήγγελται, οὐκ ἄλλον δηλῶν, ἢ τὸν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν αὐτοῦ πεπιστευκότα. Καὶ πάλιν τοὺς καταλοίπους τοῦ Ἰσραὴλ μόνους σωθήσεσθαι μετὰ τῆς τῶν λοιπῶν ἐθνῶν κλήσεως, ἣν ἐν τοῖς πρώτοις τῆς προφητείας ἐσήμαινεν.
the name of the Lord, to serve Him under one yoke. From beyond the rivers of Ethiopia I shall receive those who supplicate Me; the sons of the dispersed shall bring sacrifices to Me. In that day you shall by no means be put to shame from all your practices wherein you acted impiously against Me; because then I shall take away from you the disdainings of your arrogance, and you shall no longer proceed to boast upon My holy mountain, and I shall leave behind in you a meek and humble people; and the remnant of Israel shall revere the name of the Lord, and shall not do iniquity, and shall not speak vain things, and a deceitful tongue shall by no means be found in their mouth; because they themselves shall feed and lie down, and there shall be none to terrify them." In these words too the Lord has promised that there shall be left behind for Himself a meek and humble people, indicating none other than him who from the circumcision has believed in His Christ; and again, that the remnant of Israel alone shall be saved together with the calling of the rest of the nations, which He signified in the opening words of the prophecy.
ΝΓʹ. Ἀπὸ τοῦ Ζαχαρίου.
LIII. From Zechariah.
«Ἰδοὺ ἡμέρα ἔρχεται ἐν σοὶ, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ· οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθήσονται ἐκ τῆς πόλεως.» Συνᾴδει καὶ ταῦτα τοῖς προτεθειμένοις ἐπὶ τῷ ὀλέθρῳ τοῦ παντὸς Ἰουδαίων ἔθνους, μετελθόντι αὐτοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πεπληρωμένα. Μετὰ οὖν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ταῦτα ὁ Ζαχαρίας προφητεύει, θεσπίζων τὴν ὑπὸ Ῥωμαίων γενησομένην ὑστάτην πολιορκίαν τοῦ λαοῦ, ἐφ' ᾗ τοῦ παντὸς ἔθνους Ἰουδαίων ὑποχειρίου τοῖς πολεμίοις γενησομένου, μόνους φησὶ τοὺς καταλοίπους τοῦ λαοῦ σωθήσεσθαι, ἄντικρυς αὐτοὺς τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν δηλῶν.
"Behold, a day is coming upon you, and your spoils shall be divided within you; and I shall gather all the nations against Jerusalem for war, and the city shall be taken, and houses shall be plundered, and the women shall be defiled, and half of the city shall go forth in captivity; but the remnant of My people shall by no means be utterly destroyed out of the city." These things also agree with what has been set forth beforehand, fulfilled upon the destruction of the whole nation of the Jews that overtook them after the coming of Christ. After the return from Babylon, therefore, Zechariah prophesies these things, foretelling the final siege of the people that would come to pass at the hands of the Romans, in which, when the whole nation of the Jews would become subject to their enemies, he says that only the remnant of the people shall be saved, directly indicating the very apostles of our Saviour.
ΝΔʹ. Ἀπὸ τοῦ Ἱερεμίου.
LIV. From Jeremiah.
«Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος· διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς, ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς· καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν, καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς, ποιμαίνοντες μετ' ἐπιστήμης. Καὶ ἔσται, ἐὰν πληθυνθῆτε, καὶ αὐξηθῆτε, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι· Κιβωτὸς Διαθήκης Κυρίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Ὁμοῦ καὶ ἐν τούτοις τὴν ἐπιστροφὴν τοῦ Ἰσραὴλ τὴν ἐν τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενησομένην θεσπίζει, καθ' ἣν, ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς, καὶ σφόδρα ὀλιγοστοὺς καὶ ἀριθμῷ βραχεῖς ἐκλεξάμενος, ποιμένας τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν, καὶ αὐξηθέντων ἐπὶ τῆς γῆς ἐν τῇ δι' αὐτῶν ἐσομένῃ κλήσει των ἐθνῶν· «Οὐκέτι, φησὶν, ἐροῦσιν· Κιβωτὸς Διαθήκης Κυρίου·» οὐκέτι γὰρ ἐπὶ τὰς Μωσέως ἀναδραμοῦνται σωματικωτέρας
"Return, O revolted sons, says the Lord; because I shall rule over you, and I shall take you, one from a city and two from a family; and I shall bring you into Zion, and give you shepherds after My heart, and they shall shepherd you, shepherding with knowledge. And it shall be, when you are multiplied and increased, says the Lord, in those days they shall say no longer: The Ark of the Covenant of the Lord of Israel shall not come up into the heart, nor shall it be named, and it shall be made no longer." Together in these words also he foretells the conversion of Israel that was to take place at the coming of our Saviour Jesus Christ, in which, having chosen one from a city and two from a family, even exceedingly few and small in number, [He appointed them] shepherds of the nations who have believed in Him and been increased upon the earth in the calling of the nations that was to come about through them: "No longer," he says, "shall they say: The Ark of the Covenant of the Lord"; for no longer shall they run back to the more bodily [ordinances] of Moses
Notes, col. 157

On the reading

Printed των, for τῶν.

PG 22:160Read from the page
θρησκείας, ἅτε καινῆς Διαθήκης αὐτοῖς παραδοθησομένης.
forms of worship, inasmuch as a new Covenant is to be delivered to them.
ΜΕʹ. Ἀπὸ τοῦ αὐτοῦ.
XLV. From the same.
«Ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν. Ποίῳ τούτων ἵλεως ἔσομαί σοι; Υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς, καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατελύοσαν· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατασφάξατε. Συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολείπεσθε τὰ ὑπηστηρίγματα αὐτῆς· ὅτι τοῦ Κυρίου εἰσί.» Καὶ ἐν τούτοις ὁμοῦ κατηγαμία τοῦ παντὸς ἔθνους αὐτῶν, καὶ ἡ μετελθοῦσα αὐτοὺς πολιορκία δηλαῦται, καὶ πάλιν τὸ κατάλειμμα, ὅπερ στήριγμα αὐτῆς ὀνομάζει τοῦ Κυρίου τυγχάνον. Τοῦτο δὲ ἦν τὸ διὰ τῆς εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πίστεως δυναμωθὲν καὶ στεῤῥωθὲν, ὡς μηδὲ τὰ ὅμοια ὑπομεῖναι, οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἐπεπόνθει.
"They multiplied their impieties, they grew strong in their backslidings. For which of these shall I be propitious to you? Your sons forsook Me, and swore by those that are not gods, and I satisfied them, and they committed adultery, and lodged in houses of harlots; they became lust-mad stallions, each neighed after his neighbour's wife. Shall I not visit upon these things, says the Lord, or in such a nation shall My soul not avenge itself? Go up upon her battlements, and slaughter; yet do not make a full end; leave behind her supports, because they are the Lord's." In these words too both an accusation of their whole nation and the siege that overtook them are shown together, and again the remnant, which He names her support as belonging to the Lord. And this was that which through faith in the Christ of God was strengthened and made firm, so as not even to undergo things like those which their whole nation had suffered.
ΝϚʹ. Ἀπὸ τοῦ Ἐζεκιήλ.
LVI. From Ezekiel.
«Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις. Καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ.» Δοκεῖ μοι κἀνταῦθα συνᾴδειν τοῖς ἀπὸ τῶν λοιπῶν προφητειῶν. Τοὺς γὰρ ἀνασωζομένους τίνας ἂν εἴποις ἢ τὸ ἐν ἑτέροις ὠνομασμένον ὑπόλειμμα, καὶ τὴν σταγόνα καὶ δρόσον τοῦ λαοῦ ἐκείνου, δι' ὧν ἐδηλοῦτο ἡ τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν σύστασις; Οὗτοι γοῦν, ἀνασωθέντες ἐκ τῆς ἀπωλείας τοῦ παντὸς αὐτῶν ἔθνους, καὶ ἐν τῷ διασκορπισμῷ αὐτῶν, ἐμνήσθησαν τοῦ Θεοῦ, ὡς ὁμολογεῖσθαι περὶ αὐτῶν εἰρῆσθαι τὰ ἀναγεγραμμένα.
"And the wounded shall fall in your midst, and you shall recognize that I am the Lord, when there come to be out of you some saved from the sword among the nations, and in your dispersion in the countries. And those out of you who are saved shall remember Me among the nations, where they were led captive there." Here also he seems to me to agree with the testimonies from the rest of the prophecies. For whom else would you call those who are saved than what in other passages is named the remnant, and the drop and dew of that people, through which the company of the apostles of our Saviour was signified? These, accordingly, having been saved out of the ruin of their whole nation, even in their dispersion remembered God, so that it is acknowledged that what stands written was spoken concerning them.
ΝΖʹ. Ἀπὸ τοῦ αὐτοῦ.
LVII. From the same.
«Τάδε λέγει Ἀδωναῗ Κύριος· ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν· καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ.» Καὶ ἐνταῦθα ἑτέρως τοὺς αὐτοὺς κέκληκεν, «ἁγίασμα μικρὸν» εἰπὼν τοὺς ἐξ αὐτῶν ἀνασωθησομένους καὶ ὑπολειφθησομένους.
"Thus says Adonai the Lord: Behold, I shall cast them away unto the nations, and disperse them unto all the nations, and disperse them unto all the earth; and I shall be to them for a little sanctuary in the countries, wherever they may enter there." Here too He has called the very same men in another way, terming "a little sanctuary" those out of them who were to be saved and left behind.
ΝΗʹ. Ἀπὸ τοῦ αὐτοῦ.
LVIII. From the same.
«Καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτῶν διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν, καὶ ἐπιγνώσονται, ὅτι ἐγὼ Κύριος, ἐν τῷ διασκορπίσαι με ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις· καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἐν ἀριθμῷ ἐκ ῥομφαίας, καὶ ἐκ λιμοῦ, καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγήσωνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.» Ἐπὶ τῇ τοῦ παντὸς λαοῦ διασπορᾷ καὶ νῦν ὑπολείψεσθαι ἑαυτῷ ὀλίγους ἀριθμῷ φησιν, οὐδ' [f. οὐχ] ἄλλους δηλῶν τῶν προειρημένων.
"And all who help them I shall scatter unto every wind, and I shall pour out a sword after them, and they shall recognize that I am the Lord, when I disperse them among the nations, and I shall scatter them in the countries; and I shall leave behind out of them men few in number from the sword, and from famine, and from death, so that they may recount all their iniquities among the nations, wherever they may enter there; and they shall know that I am the Lord." Upon the dispersion of the whole people, now too He says that there shall be left behind for Himself a few in number, indicating not even (perhaps: not) others than those spoken of before.
Notes, col. 160

On the reading

Printed ΜΕʹ, for ΝΕʹ.

Printed ὑπηστηρίγματα, for ὑποστηρίγματα.

Printed κατηγαμία, for κατηγορία.

Printed δηλαῦται, for δηλοῦται.

PG 22:161Read from the page
ΝΘʹ. Ἀπὸ τοῦ αὐτοῦ.
LIX. From the same.
«Τάδε λέγει Ἀδωναῗ Κύριος· Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς, ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστελῶ ἐπὶ Ἱερουσαλήμ, τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ, οἱ ἀνασεσωμένοι.» Οὐδὲν ἂν καὶ ταῦτα διαφέροι τῶν προειρημένων.
"Thus says Adonai the Lord: Even if I send forth My four sore judgements—sword, and famine, and evil beasts, and death—upon Jerusalem, to destroy out of her man and beast, yet behold, there are left behind in her those who have been saved." Neither would these words differ in anything from those spoken before.
Ξʹ. Ἀπὸ τοῦ αὐτοῦ.
LX. From the same.
«Οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος, καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς Διαθήκης μου, καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀφεστηκότας καὶ τοὺς ἀσεβεῖς· διότι ἐκ τῆς παροικίας αὐτῶν ἐξάξω αὐτοὺς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται.» Σαφῶς καὶ ἐν τούτοις ἀριθμῷ βραχεῖς ὑπό τὴν ῥάβδον τοῦ Θεοῦ γενήσεσθαι, ἐπὶ τῷ τοὺς λοιποὺς τοῦ Ἰσραὴλ ἀποπεσεῖσθαι τῶν ἐπαγγελιῶν, μαρτύρεται. Ἀλλὰ γὰρ ἀποδείξας, ὅτι μὴ ὡς ἔτυχεν ἀδιακρίτως πᾶσιν ἁπλῶς τοῖς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους φαύλοις τε καὶ ἀσεβέσι, καὶ τοῖς μὴ τοιούτοις τὰς τῶν ἀγαθῶν ἐπαγγελίας οἱ θεῖοι λόγοι προεθέσπιζον, σπανίοις δὲ αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς, ἤτοι τοῖς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἐξ αὐτῶν πεπιστευκόσιν, ἢ τοῖς πρὸ τῆς παρουσίας αὐτοῦ δεδικαιωμένοις, αὐτάρκως ἡγοῦμαι δεδηλωκέναι, ὅτι μὴ ἀδιακρίτως εἰς ἅπαντας Ἰουδαίους τὰ τῶν θείων ἐπαγγελιῶν ἐπληροῦτο, καὶ ὅτι μὴ μᾶλλον αὐτοῖς, ἢ τοῖς ἐξ ἐθνῶν τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένοις τὰ τῶν προφητῶν ἐφαρμόττει λόγια. Τίς δὲ ἦν ἡ τῶν θείων ἐπαγγελιῶν διάνοια, κατὰ καιρὸν τὸν προσήκοντα παραστήσω. Ταῦτα δὲ ὡς ἀναγκαίως μοι συνείλεκται εἰς ἔλεγχον τῶν ἐκ περιτομῆς, ὑπ' ἀλόγου μεγαλαυχίας μόνοις αὐτοῖς τὸν Χριστὸν ἐπιδημήσειν, οὐχὶ δὲ καὶ πᾶσιν ἀνθρώποις ἐπαυθαδιζομένων, εἴς τε ἀπόδειξιν τῆς ἡμῶν αὐτῶν περὶ τὰ ἐκείνων λόγια εὐλόγου σπουδῆς. Συνέστη δέ μοι διὰ τοῦ πρὸ τούτου συγγράμματος καὶ τὸ αἴτιον τοῦ μὴ Ἰουδαΐζειν ἡμᾶς, καὶ ταῦτα ταῖς αὐτῶν χαίροντας προφητικαῖς Γραφαῖς. Ἀλλὰ καὶ ὁποῖος ὁ βίος τυγχάνει, ὁ διὰ τοῦ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένος, ἥ τε ἀρχαιότης τοῦ τρόπου τῆς εὐαγγελικῆς πολιτείας, ὡς οἷόν τε ἦν, ἐν αὐτῷ διελήλυθα. Τούτων δ' ἡμῖν προηνυμένων, ἤδη ποτὲ καιρὸς ἀποῤῥητοτέρων ἅψασθαι λόγων, τῶν περὶ τῆς κατὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ μυστικῆς οἰκονομίας, καὶ ὡς ἂν μάθοιμεν διὰ τί νῦν, ἀλλ' οὐ πρὸ τούτου, τὴν εἰς ἅπαντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ πεποίητο, καὶ τί τὸ αἴτιον ἦν τοῦ μὴ πάλαι πρότερον, ἔναγχος δὲ καὶ μετὰ τὸν μακρὸν αἰῶνα, ἐθνῶν ἀπάρξασθαι αὐτὸν κλήσεως, τά τε ἄλλα ὅσα δήποτε τῆς κατ' αὐτὸν ἀποῤῥήτου θεολογίας οἰκεῖα τυγχάνει· ἔτι μὴν καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, ἃ καὶ πρῶτα ἐξ ἑτέρας λόγου ἀρχῆς, ὡς πρὸς τοὺς ἀπίστους, τέως αὐτὸν βοηθὸν ἐπικαλεσάμενοι τὸν τοῦ Θεοῦ Λόγον, φέρε διασκεψώμεθα.
"Thus I shall judge you, says the Lord, and cause you to pass under My rod, and bring you in by number of My Covenant, and pick out from among you the revolted and the impious; because out of their sojourning I shall lead them forth, and into the land of Israel they shall not enter." Clearly in these words also He testifies that few in number shall come under the rod of God, while the rest of Israel shall fall away from the promises. Having shown, then, that not at random nor indiscriminately to all alike from the nation of the Jews—both the base and impious and those who are not such—did the divine words foretell the promises of good things, but to a rare few of them and countable in number, namely either those out of them who have believed in our Saviour and Lord or those justified before His coming, I consider that I have sufficiently shown that the things of the divine promises were not fulfilled indiscriminately towards all Jews, and that the oracles of the prophets apply no more to them than to those from the nations who have received the Christ of God. And what the meaning of the divine promises was, I shall set forth at the fitting season. These testimonies, however, have been collected by me as of necessity for the refutation of those of the circumcision, who out of irrational boasting arrogantly maintain that the Christ will visit them alone and not also all mankind, and for a demonstration of our own reasonable zeal concerning their oracles. Moreover, through the book preceding this one I established also the cause why we do not live as Jews, even though we rejoice in their prophetic Scriptures; and further, what sort of life it is that has been proclaimed through Christ to all the nations, and the antiquity of the manner of the evangelical polity, so far as was possible, I went through therein. Now that these matters have been accomplished by us, it is high time to touch upon more ineffable arguments, those concerning the mystical dispensation relating to our Saviour and Lord Jesus the Christ of God, and how we might learn why now, and not before this, He had made His manifestation unto all mankind, and what the cause was why He did not begin the calling of the nations long ago before now, but recently and after the long age, as well as whatever other matters belong to the ineffable theology concerning Him; and furthermore, the matters concerning His incarnation, which first of all from another starting-point of discourse, as towards unbelievers, calling in the meantime upon the Word of God Himself as helper, come, let us examine.
Notes, col. 161

On the reading

Printed ὑπό, for ὑπὸ.