Migne Reading Room

PG 22 · cols. 128–137 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:128Read from the page
μεν.» Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου, τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν, κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλὴμ ὅρασιν καὶ θεωρίαν περιέχειν διδάσκει· ἔπειτα τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων «Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.» Εἶτα τὸ πᾶν ἔθνος ταλανίζων, ἐπιφέρει· «Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι.» Τούτοις ἐν ἀρχῇ τῆς βίβλου κατ' αὐτῶν χρησάμενος τοῖς ἐλέγχοις, καὶ προδιδάξας τὰς αἰτίας τῆς μελλούσης ἐπιφέρεσθαι κατ' αὐτῶν προῤῥήσεως, ἑξῆς ἀπάρχεται φάσκων· «Ἡ γῆ ὑμῶν ἔρημος,» μὴ οὔσης ἐρήμου καθ' οὓς προεφήτευε χρόνους· «αἱ πόλεις ὑμῶν πυρίκαυστοι·» μηδὲ τούτου πω γεγενημένου. Ἀλλ' οὐδὲ τὴν χώραν αὐτῶν τότε ἤσθιον ἀλλότριοι· καὶ ὅμως φησί· «Τὴν χώραν ὑμῶν, ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν,» καὶ τὰ ἑξῆς. Εἰ οὖν ἐπὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν, καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. Ἥ τε γὰρ θυγάτηρ Σιὼν (αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιὼν ἐπιτελουμένη θρησκεία) ἀπὸ τῆς Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, καὶ εἴ τι τούτων ἐρημότερον· τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθίουσι, τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι. Ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρειπίωται, κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων· αἵ τε πόλεις αὐτῶν πυρίκαυστοι γεγόνασι, καὶ γέγονε Ἱερουσαλὴμ ἀληθῶς πόλις πολιορκουμένη. Ἀλλ' ἐπεὶ, τούτων περὶ αὐτοὺς συμβεβηκότων, ὁ τῶν ἀποστόλων χορὸς, οἵ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ' ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες, πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἐξ αὐτῶν στάχυς τὰς ἐπ' ὀνόματος τοῦ Σωτῆρος ἡμῶν ὑποστάσας Ἐκκλησίας φῦναι· εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ' αὐτῶν ἀπειλαῖς· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Ὅπερ συναγαγὼν ἐπὶ τὸ σαφὲς ἑρμηνεύει ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ὁ ἱερὸς ἀπόστολος· «Ἠσαΐας δὲ κραυγάζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. Λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Καὶ καθὼς προείρηκεν Ἠσαΐας· Ει μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Οἷς αὖθις προστίθησι, λέγων· «Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο! Καὶ γὰρ ἐγὼ Ἰσραη-
like." Beginning his own book, the great and admirable prophet teaches that the whole subject of the prophecy comprises a vision and contemplation against Judaea and against Jerusalem; next he rebukes the whole nation of the Jews, saying first: "An ox knew its owner, and an ass its master's crib; but Israel did not know Me, and the people did not understand Me." Then, bewailing the whole nation, he adds: "Woe, sinful nation, people full of sins, evil seed, lawless sons." Having used these rebukes against them at the beginning of the book, and having taught beforehand the causes of the prediction about to be brought against them, he next begins by saying, "Your land is desolate," though it was not desolate in the times during which he prophesied; "your cities burned with fire," though neither had this yet come to pass. Nay, neither were strangers then devouring their country; and yet he says, "Your country, before your eyes strangers devour it," and what follows. If therefore you should pass over to the coming of our Saviour Jesus Christ, and the times from Him even up to the present, you would find all the things spoken being fulfilled. For both the daughter of Zion (and this was the worship performed upon the mountain called Zion) since the coming of Jesus our Saviour has been left behind like a booth in a vineyard, and like a watch-hut in a cucumber-field, and whatever is more desolate than these; and strangers devour their country before their eyes, at one time exacting imposts and tributes from them, and at another making the land that of old belonged to the Jews their own possession. Moreover even the comely temple of their metropolis has been laid in ruins, overthrown by strange peoples; and their cities have become burned with fire, and Jerusalem has truly become a besieged city. Yet since, when these things befell them, the choir of the apostles and those from among the Hebrews who have believed in Christ were preserved out of those very men after the manner of a fruitful seed, and, having gone through the whole inhabited world and unto every race of men, filled every city and place and country with their own Israelite sowing, so that from them there sprang up like ears of grain the Churches established in the name of our Saviour, reasonably does the divine prophet subjoin to the threats previously pronounced against them: "Unless the Lord Sabaoth had left us a seed, we would have become as Sodom, and would have been made like as Gomorrah." Which very thing the sacred apostle brings together and interprets clearly in the Epistle to the Romans: "And Isaiah cries out on behalf of Israel: Though the number of the sons of Israel be as the sand of the sea, the remnant shall be saved. For finishing and cutting short a word will the Lord make it upon the earth. And just as Isaiah has foretold: Unless the Lord Sabaoth had left us a seed, we would have become as Sodom, and would have been made like as Gomorrah." To which again he adds, saying: "Did God cast away His people? May it never be! For I also am an Israe-
Notes, col. 128

On the reading

Printed Ει, for Εἰ.

PG 22:129Read from the page
λίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω· ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφὴ, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσί μου τὴν ψυχὴν, τοῦ λαβεῖν αὐτήν. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν.» Ὅτι δ' οὐκ εἰς ἄλλον καιρὸν, ἀλλ' εἰς τὸν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συντείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος, μετὰ τὸ φάναι, «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν,» τὸν πάντα τῶν Ἰουδαίων λαὸν Γομόῤῥας ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν ἄρχοντας Σοδόμων, ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας, καὶ τῆς διὰ τοῦ Σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγγελμένης Διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν διὰ λουτροῦ παλιγγενεσίας, λόγον τε ἄντικρυς νέον καὶ νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν τοιούτων προῤῥήσει. Λέγει δὲ οὖν· «Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας, τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν;» καὶ τὰ ἑξῆς· ἅπερ οἰκεῖα ὄντα τῆς κατὰ Μωσέα νομοθεσίας ἀνελὼν, ἀντεισάγει ἀφέσεως ἁμαρτημάτων ἕτερον τρόπον, τὸν διὰ τοῦ σωτηρίου λουτροῦ, καὶ τοῦ σὺν τούτῳ κηρυττομένου βίου, λέγων· «Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν,» καὶ τὰ ἑξῆς. Ἄρχοντας δὲ Σοδόμων καὶ λαὸν Γομόῤῥων δι' ἣν αἰτίαν αὐτοὺς ὠνόμασεν, αὐτὸς παρέστησε παραχρῆμα εἰπών· «Αἱ γὰρ χεῖρες ὑμῶν πλήρεις αἵματος.» Καὶ αὖθις δὲ ὑποβὰς λέγει· «Τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν, καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν· διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες, ὅτι Δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν,» σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς. Τίνος δὲ ἄρα ἢ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; δι' ἣν καὶ μεθ' ἣν ἅπαντα μετῆλθον αὐτοῖς τὰ προηγορευμένα.
lite, of the seed of Abraham, of the tribe of Benjamin. God did not cast away His people, whom He foreknew; or do you not know what the Scripture says in Elijah, how he pleads with God against Israel? Lord, they killed Thy prophets, they dug down Thy altars; and I was left alone, and they seek my life, to take it. But what says the divine answer to him? I left for myself seven thousand men, who did not bow the knee to Baal. Even so then at the present time also there has come to be a remnant according to an election of grace." And that the prophecy points not to another time, but to that of the manifestation of our Saviour Jesus Christ, the word next in order—after saying, "Unless the Lord Sabaoth had left us a seed, we would have become as Sodom, and would have been made like as Gomorrah," having named the whole people of the Jews the people of Gomorrah, and their leaders rulers of Sodom—brings forward a rejection of the worship according to Moses, and the manner of the Covenant proclaimed through our Saviour to all men, I mean that through the laver of regeneration, and has brought in a downright new word and law in the prediction concerning such things. Accordingly he says: "Hear the word of the Lord, rulers of Sodom, attend to the law of God, people of Gomorrah: what is the multitude of your sacrifices to me?" and what follows; after abolishing which things as belonging properly to the legislation according to Moses, he introduces in their stead another manner of remission of sins, that through the saving laver and the way of life proclaimed along with this, saying: "Wash yourselves, become clean, take away the wickedness from your souls," and what follows. And for what reason he named them rulers of Sodom and people of Gomorrah, he himself showed at once by saying: "For your hands are full of blood." And again, going a little further on, he says: "They declared their lawlessness as that of Sodom, and made it manifest. Woe to their soul! because they took an evil counsel against themselves, saying, Let us bind the righteous one, because He is inconvenient to us," making mention most clearly of someone's blood and of a plot against one righteous man. And against whom indeed other than our Saviour Jesus Christ, on account of which and after which all the things foretold overtook them?
ΛΖʹ. Τοῦ αὐτοῦ Ἠσαΐου. — Ὅτι διὰ τὸν Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν καὶ μετὰ τὴν αὐτοῦ παρουσίαν ἅπαντα τὰ ὑπὸ τοῦ προφήτου προηγορευμένα μετῆλθον αὐτοῖς.
37. From the same Isaiah. — That on account of our Saviour Jesus Christ and after His coming all the things foretold by the prophet overtook them.
«Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιὼν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ.» Καὶ τί δ' ἂν γένοιτο τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπών· «Πάντες οἱ γραφέντες εἰς Ἱερουσα-
"And in that day God shall shine forth in counsel with glory upon the earth, to exalt and to glorify what is left behind of Israel in Zion, and what is left behind in Jerusalem; holy shall all those be called who are written unto life in Jerusalem." And what that which is left behind of Israel might be, the prophet himself made clear by saying: "All those written in Jerusa-
PG 22:132Read from the page
λὴμ, καὶ οἱ κληθέντες ἅγιοι. Τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ Θεὸς, καὶ ὑψώσειν τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ τοὺς κληθησομένους ἁγίους, καὶ γραφησομένους εἰς ζωὴν, λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται. Ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ ἰδὼν ὅρασιν ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος τὰ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀσεβήματα, ἀπειλήσας τε καὶ εἰπὼν τὰ περὶ τῆς καταστροφῆς αὐτῶν, καὶ τῆς παντελοῦς ἐρημίας Ἱερουσαλὴμ, τέλος τῆς κατ' αὐτῶν θεωρίας ἐπάγει, λέγων· «Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός· καὶ κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.» Περιγράψας δὲ ἐνταῦθα τὴν κατ' αὐτῶν πρόῤῥησιν, ὑποστολῇ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς, δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ, τοιῷδε χρῆται· «Ὁ Λόγος ὁ γενόμενος πρὸς Ἠσαῖαν υἱὸν Ἀμὼς, τὸν προφήτην, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ,» ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλήμ.» Ἴσως τις ὑπολήψεται περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν ἐθέσπισε, τούτων αὐτῶν περὶ τὰ χρηστότερα μεταβαλόντα λέγειν. Ἀλλ' οὐκ ἂν ταῦτα ἐπιτρέψειε φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους, ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ, οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας, οὐδὲ ὑπὲρ Ἱερουσαλὴμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπὰς, καὶ τὴν πᾶσι τοῖς ἔθνεσι σωτήριον κλῆσιν, καὶ γνῶσιν τοῦ ἐπὶ πάντων Θεοῦ θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις, ὄρους ἐπιφάνειαν καινοῦ, καὶ οἴκου Θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα. Λέγει δ' οὖν, μετὰ τὸ φάναι περὶ τῆς Ἰουδαίας, καὶ περὶ Ἱερουσαλὴμ, ὅτι «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ.» Καὶ περὶ μὲν τῶν ἐθνῶν ἁπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἑξῆς οἷα ἐπιλέγει, ἄκουε· «Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου, καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν,» καὶ τὰ ἑξῆς τούτων, ὄντα πλείω· οἷς ἐπιφέρει· «Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτοὺς, καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ προσώπου τῆς δόξης αὐτοῦ, ὅταν ἀναστῇ
lem, and those called holy. Now what this day is, in which God is said to glorify and to exalt what is left behind of Israel, and those who shall be called holy and shall be written unto life, will be clear to you if you run back over the whole exposition of the passage. At the beginning, therefore, of the whole book, the prophet, having seen the vision against Judaea and against Jerusalem, and having enumerated at great length the impieties of the whole nation of the Jews, and having threatened and spoken the things concerning their overthrow and the utter desolation of Jerusalem, brings in the end of the contemplation against them, saying: "For they shall be like a terebinth that has cast off its leaves, and like a garden having no water; and their strength shall be like tow of flax, and their works like sparks of fire; and the lawless and the sinners shall be burned up together, and there shall be none to quench them." And having circumscribed here the prediction against them, he makes a pause; and from another beginning he enters upon a second subject, and uses as what is called a preface the following: "The word which came to Isaiah the son of Amoz, the prophet, concerning Judaea and concerning Jerusalem," or, as Symmachus rendered it, "on behalf of Judaea and on behalf of Jerusalem." Perhaps someone will suppose that concerning those very persons regarding whom he previously prophesied gloomy things, he has changed over to utter kinder things. Yet the sequence of what follows would not allow one to say this, containing nothing good at all on behalf of the nation of the Jews, or on behalf of him who is called Israel, nor indeed on behalf of Judaea, nor on behalf of Jerusalem, but on the contrary prophesying countless reproaches and accusations against Israel, and gloomy threats against Jerusalem, and the saving calling for all the nations, and the knowledge of the God Who is over all, and still besides these things setting forth the manifestation of a new mountain, and the showing forth of another house of God apart from that in Jerusalem. Accordingly he says, after speaking concerning Judaea and concerning Jerusalem, that "In the last days the mountain of the Lord shall be manifest, and the house of God upon the tops of the mountains, and it shall be exalted above the hills, and all the nations shall come to it, and many nations shall go and say: Come, and let us go up to the mountain of the Lord, and to the house of the God of Jacob." And concerning all the nations he prophesies such things; but concerning the Jews, hear what sort of things he adds next: "For He has forsaken His people, the house of the God of Jacob, because their country was filled, as from the beginning, with divinations, like that of the foreigners, and many foreign children were born to them. For their country was filled with silver and gold, and there was no number to their treasures," and what follows these words, being much more; to which he adds: "And they worshipped the things which their fingers made, and man bowed down and was humbled, and I will by no means forgive them; and now enter into the rocks, and hide yourselves in the earth from before the face of the fear of the Lord, and from before the face of His glory, when He arises
Notes, col. 132

On the reading

Printed Ἠσαῖαν, for Ἠσαΐαν.

PG 22:133Read from the page
θραῦσαι τὴν γῆν.» Δι' ὧν σαφῶς ἀνάστασίν τινα τοῦ Κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους· περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξης, δι' οὗ φησιν· «Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον,» καὶ τὰ τούτοις ἀκόλουθα. Ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ Κυρίου, τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ προαγορεύσας, «Ἐν αὐτῇ ταύτῃ, φησὶ, τῇ ἡμέρᾳ ὑψωθήσεται Κύριος, καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια,» μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπεστράφησαν αὐτοί τε Ἰουδαῖοι, καὶ οἱ λοιποὶ πάντες ἄνθρωποι μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καταπτύσαντες πάσης δεισιδαιμονίας· «Τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησὶν, ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ ἃ ἐποίησαν, προσκυνεῖν τοῖς ματαίοις,» καθόλου, ὡς εἰκὸς, καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν. Ἰδίως δὲ αὖθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν ἑξῆς ἐπιλέγει· «Ἰδοὺ ὁ Δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα, καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος, γίγαντα, καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατὴν,» καὶ τὰ τούτοις ἑξῆς. Ἔνθα ἐπιστήσας, παράθες τὰ προλεγόμενα τῆς προφητείας δι' ὧν εἴρηται, «Ὁ Λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἠσαΐαν, υἱὸν Ἀμὼς, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ,» ὡς μᾶλλον κατ' αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ ἐπενηνεγμένα τυγχάνει· εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς. Πῶς γὰρ, μέλλων ἀφαιρεῖν ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ ἔσεσθαι τὰ θεσπιζόμενα προὔλεγε; πῶς δὲ ὑπὲρ αὐτῶν ἔστι καὶ τὰ ἑξῆς αὖθις λέγεσθαι; «Ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες.» Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ τὸ ὄρος Κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ Θεοῦ, ἐφ' οὗ πάντα τὰ ἔθνη συνιόντα φασί· «Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ·» τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων, ὅτι, τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν Θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν· ἔμπαλιν δὲ ὡσὰν ἐκ μοχθηρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδεγμένοι, τῆς παρὰ τῷ
to shatter the earth." Through which words he clearly teaches that there will be a certain arising of the Lord, in which the whole land of the nation of the Jews will be shattered; for the whole discourse was concerning them, just as also next in order, whereby he says, "For the day of the Lord Sabaoth shall be upon every insolent and arrogant man, and upon every lofty and towering man," and what follows upon these words. In this day, therefore, of the arising of the Lord, having foretold the things against those who lift themselves up against the knowledge of God, "In this very day," he says, "the Lord shall be exalted, and they shall hide away all things made with hands, carrying them into the caves," all but declaring the turning away from idols whereby both the Jews themselves and all the rest of men turned away after the manifestation of our Saviour, having spat upon all superstition: "In that day, at all events," he says, "a man shall cast forth his abominations of gold and of silver which they made to worship vanities," proclaiming these things universally, as is reasonable, concerning every man as well, on account of the calling of the nations that was about to be. And again specifically concerning the nation of the Jews, under one train of thought, he next adds: "Behold, the Sovereign Lord Sabaoth will take away from Judaea and from Jerusalem strong man and strong woman, strength of bread and strength of water, giant and strong man, and man of war, and judge, and prophet, and diviner, and elder, and captain of fifty, and wonderful counsellor, and wise master-builder, and prudent hearer," and what follows these words. Stopping carefully here, set beside them the opening words of the prophecy whereby it is said, "The word which came from the Lord to Isaiah, the son of Amoz, on behalf of Judaea and on behalf of Jerusalem," seeing that the things brought forward happen to be rather against them than on behalf of them, unless indeed some hidden sense is contained in these words. For how, when He was about to take away from Judaea and from Jerusalem strong man and strong woman, strength of bread and strength of water, and all the things that of old were distinguished among them, did he foretell that the things prophesied would be on behalf of Judaea and on behalf of Jerusalem? And how is it on behalf of them that what follows next is also said again? "Jerusalem has been let go, and Judaea has collapsed, and their tongues are with lawlessness, disobeying the things towards the Lord." Yet indeed at such a time, in which the mountain of the Lord must of necessity be proclaimed to all the nations, and the house of God upon the mountain, unto which all the nations coming together say, "Come, and let us go up to the mountain of the Lord, and to the house of the God of Jacob," the word, having used such accusations against the nation of the Jews and threatened them with the utmost extremities, subjoins to all these things the utterances previously set forth by us, teaching that when the whole nation of the Jews is about to fall away from godliness towards God, some among them will be left over who have not shared with them all in their evils; and on the contrary, as though saved out from among wicked and lawless men, and having embraced the pure sincerity of godliness, of the Scripture that is with
Notes, col. 133

On the reading

Printed ἑξης, for ἑξῆς.

PG 22:136Read from the page
Θεῷ Γραφῆς καταξιωθήσονται, τοῦ Θεοῦ τε καὶ ἅγιοι κληθήσονται δοῦλοι. Δηλοῖ δὲ διὰ τούτων τοὺς τοῦ Σωτῆρος ἡμῶν ἀποστόλους καὶ μαθητὰς, καὶ εὐαγγελιστὰς, καὶ τοὺς λοιποὺς ἅπαντας τοὺς ἐν περιτομῇ εἰς αὐτὸν πεπιστευκότας, κατὰ τὸν χρόνον τῆς ἀποπτώσεως τοῦ παντὸς αὐτῶν ἔθνους. Ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (ἐν ᾗ δηλονότι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν, καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται) ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται, τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, ἅγιοι κληθήσονται· πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλὴμ,» δι' οὓς καὶ εἰκότως ἀπὸ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ τὴν προφητείαν ἐδήλου λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ τὴν ἀληθῆ Ἱερουσαλὴμ, καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεωρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα. Καὶ τίς γε τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ' ἣν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ Ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσι, καὶ τὰς τῆς Καινῆς Διαθήκης δι' αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι;, φησάσῃ ἐμφανῶς, «ἐν βουλῇ» καὶ «μετὰ δόξης» ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν Θεὸν καὶ δοξάσειν «τὸ καταλειφθὲν Ἰσραήλ;» καὶ ὡς ἄρα «τὸ καταλειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν;» Ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς Ἑβδομήκοντα, «Ἐν βουλῇ μετὰ δόξης,» ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως «εἰς δύναμιν καὶ δόξαν» ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ Θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν, καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ Θεῷ δόξαν παριστῶντες, κατὰ τό· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.»
God they will be counted worthy, and will be called holy servants of God. And through these words he signifies the apostles and disciples and evangelists of our Saviour, and all the rest of those of the circumcision who believed in Him at the time of the falling away of their whole nation. And the word hints at these things when it says: "In that day" (in which, manifestly, all the things foretold concerning the calling of the nations and concerning the falling away of the Jews shall come to pass) "God shall shine forth in counsel with glory upon the earth, to exalt and glorify what is left behind of Israel; and it shall be that what is left over in Zion and what is left behind in Jerusalem shall be called holy, all those written unto life in Jerusalem," on account of whom the preface also reasonably indicated that the prophecy was spoken from Judaea and on behalf of Jerusalem, or else on account of the true Jerusalem and the Judaea contemplated spiritually in proportion to it, concerning which we shall learn at the proper season. And who indeed, perceiving the divinely inspired power of the apostles of our Saviour and of the evangelists, according to which their sound went forth into all the earth, and their words unto the bounds of the inhabited world, and seeing that from that time even up to the present all the Churches of Christ hold their words and teachings upon their lips, and the enactments of Christ of the New Covenant proclaimed through them, would not bear witness to the truth of the prophecy, which declared manifestly that "in counsel" and "with glory" over all the earth God would exalt and glorify "what is left behind of Israel," and how indeed "what is left behind in Zion and what is left behind in Jerusalem shall all be called holy, those written unto life"? And instead of what is read in the Seventy, "In counsel with glory," Aquila and Theodotion in agreement rendered "unto power and glory," setting forth the power given by God to the apostles, and the glory with God resting upon this power, according to the saying: "The Lord will give a word to those who proclaim good tidings with great power."
ΛΗʹ. Καὶ αὐτὸ γεγενημένον· «Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Καὶ εἶπα· Ἕως πότε, Κύριε; καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται καταλειφθέντες ἐπὶ τῆς γῆς.» Ὅρα δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἱ καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς,
38. Something else that has actually come to pass: "With hearing you shall hear, and you shall by no means understand; and looking you shall look, and you shall by no means see. For the heart of this people has grown thick, and with their ears they heard heavily, and their eyes they closed, lest ever they should see with their eyes, and hear with their ears, and turn back, and I heal them. And I said: Until when, Lord? And He said: Until cities be made desolate by reason of not being inhabited, and houses by reason of there being no men, and the land shall be left behind desolate. And after these things God will remove men far away, and those left behind upon the earth shall be multiplied." Observe indeed here also in what manner those left behind again upon the earth,
Notes, col. 136

On the reading

Printed ἐπιμαρτυρήσαι;,, for ἐπιμαρτυρήσαι,.

PG 22:137Read from the page
τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσεσθαι λέγονται. Εἶεν δ' ἂν καὶ οὗτοι οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ ἐξ Ἑβραίων εἰς πάντας ἀνθρώπους προελθόντες, οἳ καὶ δίκην σπέρματος καταλειφθέντες, πολύχουν προσήνεγκαν τὸν καρπὸν, τὰς καθ' ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν Ἐκκλησίας· καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησι τούτους μὲν πληθυνθήσεσθαι μόνους καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι· «Ἡ γῆ γὰρ αὐτῶν, φησὶ, καταλειφθήσεται ἔρημος.» Τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ, «Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν, ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν.» Πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ Σωτῆρος ἡμῶν; ἕως μὲν γὰρ οὐδέπω τὰς κατ' αὐτοῦ τετολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ γῆ αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι' ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προὐθέσπισεν αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, εἰπὼν, «Ἀφίεται ὁ οἶκος ἔρημος,» ἐξ ἐκείνου καὶ οὐ μετ' οὐ πολὺ τῆς προῤῥήσεως, πολιορκηθέντες ὑπὸ Ῥωμαίων, εἰς ἔρημον κατέστησαν. Καὶ τό γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν προφητικὸς λόγος ἀπελέγχει, μονονουχὶ σαφῶς διερμηνεύων, καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν παριστάς. Ἐπειδὴ γὰρ τοῦ Σωτῆρος ἡμῶν διδάσκοντος ἐν αὐτοῖς ἀκούσαντες, ὠσὶ διανοίας οὐκ ἤκουσαν, οὐδὲ συνῆκαν ὅστις ἦν· ἰδόντες δὲ αὐτὸν σαρκὸς ὀφθαλμοῖς, τοῖς ψυχῆς οὐ τεθέανται, ἐπάχυνάν τε ἑαυτῶν τὴν καρδίαν, καὶ μονονουχὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν, ὥς φησιν ἡ προφητεία, τούτου χάριν ἐρημωθήσεσθαι αὐτῶν φησι τὰς πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ τὴν γῆν γενήσεσθαι ἔρημον, βραχεῖς δέ τινας ἐξ αὐτῶν ὑπολειφθήσεσθαι, δίκην γονίμου καὶ ζωπύρου σπέρματος πεφυλαγμένους· οἳ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους, πληθυνθήσεσθαι ἐπὶ τῆς γῆς λέγονται. Πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν, δηλαδὴ τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν, ἔτι φησὶν ἐπ' αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι τὸ ἐπιδέκατον, καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς εἰς προνομὴν ὡς τερέβινθος, καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. Παρίστησι δὲ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν, ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους, καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν ἐπιτρέπεσθαι. Τοῦτο δ' οὖν αἰνιττόμενός φησι· «Καὶ πάλιν ἔσται εἰς προνομὴν, ὡς τερέβινθος, καὶ βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς
while all the rest becomes desolate, alone are said to be multiplied. And these too would be the disciples of our Saviour, who went forth from among the Hebrews unto all men, and who, having been left behind after the manner of a seed, bore fruit manifold, the Churches of the nations throughout the whole inhabited world; and behold indeed how in the same breath he says that these alone, left behind out of the falling away of the Jews, will be multiplied, whereas those men will be utterly desolate: "For their land," he says, "shall be left behind desolate." And this very thing was also spoken to them earlier by the same prophet, according to the saying: "Your land is desolate, your cities burned with fire; your country, before your eyes strangers devour it." And when indeed were these things being fulfilled other than from the times of our Saviour? For so long as they had not yet dared their impieties against Him, their land was not desolate, nor their cities burned with fire, nor were strangers devouring their country; but from that divinely inspired utterance through which our Saviour and Lord Himself foretold what was about to befall them, saying, "Your house is left desolate," from that time and not long after the prediction, having been besieged by the Romans, they were reduced to a wilderness. And the cause itself of their desolation the prophetic word exposes, all but clearly interpreting it and setting forth the reason for their falling away. For since, having heard our Saviour teaching among them, they did not hear with the ears of the mind, nor understand Who He was, and having seen Him with the eyes of the flesh, they have not beheld Him with those of the soul, and thickened their own heart, and all but shut the eyes of their mind, and made heavy their ears, as the prophecy says, on this account it says that their cities will be made desolate by reason of not being inhabited, and their land will become desolate, while a few out of them will be left over, preserved after the manner of a fruitful and life-kindling seed, who also, having gone forth unto all men, are said to be multiplied upon the earth. Nevertheless, even after the going forth of these very men, manifestly the apostles of our Saviour, it says that a tenth part still remained upon the land of Judaea itself, and that after these things they will again be for plunder like a terebinth, and like an acorn when it falls out of its husk. And the word sets forth through these things, as I think, that after the first siege, which they are recorded to have suffered in the times of the apostles and under the Roman emperor Vespasian, again under Hadrian, having been besieged a second time, they were completely barred from the place, so as not even to be permitted to set foot upon the soil of Jerusalem. Hinting therefore at this very thing, he says: "And again it shall be for plunder, like a terebinth, and like an acorn, when it falls out of its husk
ΛΘ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Θρέψει ἄνθρωπος δάμαλιν βοῶν, καὶ δύο πρόβατα· καὶ ἔσται
39. "And it shall be in that day: A man shall rear a heifer of oxen and two sheep; and it shall be