σύνην τοῖς μακαρίοις καὶ θεοφιλέσι καὶ τὰ λοιπὰ ἔθνη ἀνακαλούμενος, κατὰ τό· « Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ· » καί· « Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· » εἴτε ἐπὶ βασιλείᾳ τοῦ Θεοῦ, ὡσὰν αὐτοῦ γεγονότες κλῆρος, φρυάττονται, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἔθνη βασιλεύσειν ὁ Θεὸς θεσπίζεται· « Εἴπατε » γὰρ, φησὶν, « ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε. » Καὶ πάλιν· « Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη· εἴτε ἐπὶ τὸ ἱερουργεῖν καὶ τῷ Θεῷ λατρεύειν ἐξειλέχθαι αὐτοὺς φαῖεν, δεικτέον ὡς καὶ τοῖς ἔθνεσι τῆς ἴσης ὁ λόγος μεταδώσειν ἐπήγγελται θεραπείας, λέγων· « Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ· » οἷς καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ συνάψεις λόγιον, » τὸ φῆσαν· « Ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσιν. » Ἔνθα καὶ ἐπιστήσεις ὡς ἐκτὸς τῆς Ἱερουσαλὴμ ἐπὶ τῆς Αἰγύπτου θυσιαστήριον τῷ Κυρίῳ συστήσεσθαι, καὶ θύσειν αὐτόθι τοὺς Αἰγυπτίους, καὶ εὔξεσθαι εὐχὰς, καὶ ἀποδώσειν τῷ Κυρίῳ, προφητεύεται. Οὐ μόνον δὲ ἄρα ἐπὶ τῆς Αἰγύπτου, ἀλλὰ καὶ ἐπ' αὐτῆς τῆς ἀληθοῦς Ἱερουσαλὴμ, ἥτις ποτὲ αὕτη νοεῖται, πάντα τὰ ἔθνη, καὶ αὐτοί γε οἱ πάντων δεισιδαιμονέστατοι Αἰγύπτιοι τὴν κατὰ διάνοιαν θεωρουμένην σκηνοπηγίαν ἑορτάσειν ὑπὸ τῆς προφητείας ἀνακαλοῦνται. Εἰ δὲ καὶ πάλαι πρότερον ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ, ἀλλὰ ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ Κυρίῳ δοθήσεσθαι κλῆρος εἴρηται, φήσαντος αὐτῷ τοῦ Πατρός· « Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. » Καὶ γὰρ κατακυριεύσειν οὐ τῆς Ἰουδαίας, ἀλλ' ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ περάτων τῆς οἰκουμένης προφητεύεται· « Πάντα τε τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. » Τούτου δὲ ἦν αἴτιον, τὸ γνωρίσαι τῶν ὅλων Θεὸν τὸν σωτήριον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. Σεσημείωται δὲ ἡμῖν ἤδη πρότερον τὸ Ἰησοῦς ὄνομα, εἰς τὴν Ἑλλήνων ἀπὸ τῆς Ἑβραίων μεταβαλλόμενον φωνῆς, Σωτήριον ἑρμηνεύεσθαι, ὡς μηδὲν ἕτερον εἶναι τὸ Σωτήριον τοῦ Θεοῦ ἢ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν. Μαρτυρεῖ τούτῳ καὶ ὁ Συμεὼν ἐν τῷ Εὐαγγελίῳ, ὃς, λαβὼν τὸ παιδίον, αὐτὸν δὴ τὸν Ἰησοῦν, μετὰ χεῖρας, ἐπηύξατο· « Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. » Αὐτὸ γοῦν τὸ σωτήριον καὶ ὁ Ψαλμῳδὸς ἐδήλου, λέγων· « Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. » Καὶ κατὰ τὸν Ἠσαΐαν τοῦτ' αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι, προσκυνήσειν λέγονται τῷ τῶν ὅλων Θεῷ τὸ σωτήριον αὐτοῦ τοῖς πᾶσιν ἀφθόνως
ness with the blessed men loved by God summoning the rest of the nations also, according to the saying: "Rejoice, nations, with His people;" and: "Rulers of peoples have been gathered together with the God of Abraham;" or whether they boast over the kingdom of God, as having become His heritage, yet God is also decreed by oracle to reign over all the rest of the nations; "Say," for he says, "among the nations, that the Lord has reigned." And again: "God has reigned over all the nations;" or whether they should say that they have been chosen out to perform sacred rites and worship God, it must be shown that to the nations also the word has promised to impart equal service, saying: "Bring to the Lord, you families of the nations, bring to the Lord glory and honour; take up sacrifices, and enter into His courts;" to which you will also join the oracle in Isaiah, which says: "There shall be an altar to the Lord in the land of Egypt, and the Egyptians shall know the Lord, and shall offer sacrifices, and shall vow vows to the Lord, and pay them." Where you will also observe how outside Jerusalem, in Egypt, an altar is prophesied to be set up to the Lord, and that the Egyptians will sacrifice right there, and vow vows, and pay them to the Lord. Not only in Egypt, then, but also at the true Jerusalem itself, whatever this is understood to be, all the nations, and even the Egyptians themselves, the most superstitious of all men, are summoned by the prophecy to celebrate the feast of tabernacles contemplated in thought. And even if long ago of old His people Jacob became the Lord's portion, Israel the allotment of His inheritance, yet afterwards at some time all the nations also are said to be given to the Lord as a heritage, the Father having said to Him: "Ask of me, and I shall give you nations for your inheritance." For indeed He is prophesied to have dominion not over Judaea, but from sea unto sea, and to the ends of the inhabited world: "And all the nations shall serve Him, and in Him shall all the tribes of the earth be blessed." And the cause of this was that the God of all made known His salvation before all the nations. Now it has already been noted by us earlier that the name Jesus, when translated into the language of the Greeks from that of the Hebrews, is interpreted Salvation, so that the Salvation of God is nothing other than the appellation of our Saviour Jesus Christ. Witness is borne to this also by Simeon in the Gospel, who, having taken the child, Jesus Himself indeed, into his arms, prayed: "Now dost Thou release Thy servant, O Master, according to Thy word, in peace; because my eyes have seen Thy salvation, which Thou hast prepared before the face of all the peoples, a light for revelation to nations." This very salvation, at all events, the Psalmist also declared, saying: "The Lord has made known His salvation; in the sight of the nations He has revealed His righteousness." And according to Isaiah, having seen this selfsame salvation, all men are said to be going to worship the God of all, Who His salvation to all ungrudgingly