Migne Reading Room

PG 22 · cols. 927–936 · Read from the page

Questions to Stephen

Questions to Stephen

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:927Read from the page
θμὸς συνίσταται πλήρης.
number stands complete.
PG 22:928Read from the page
τόν· καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἐσθά· καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλήμ· καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ· καὶ εἰσῆλθεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ πόλει, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν αὐτήν· καὶ ἐξῆλθεν Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἡ μήτηρ, καὶ εὐνοῦχοι αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα. » Οὗτος δὴ οὖν ὁ δεύτερος Ἰωακεὶμ εἰς Βαβυλῶνα ἀπαχθεὶς, οὗτος ἦν αὐτὸς ὁ πρὸς τοῦ Ἱερεμίου Ἰεχονίας ὠνομασμένος, ἔκγονος τυγχάνων τοῦ Ἰωσία, ἀλλ' οὐχ υἱός· διὸ εἰκότως ἂν συναριθμοῖτο ἐν τῇ τρίτῃ γενεαλογίᾳ τῶν ἀπὸ Ἰεχονία μέχρι τοῦ Χριστοῦ γενεῶν δεκατεσσάρων· τοῦ πατρὸς αὐτοῦ, ὃς ἦν τοῦ Ἰωσία παῖς, σὺν τῷ πατρὶ ἐν
him; and he reigned three months in Jerusalem; and his mother's name was Estha; and he did evil in the eyes of the Lord according to all that his father had done. At that time Nabuchodonosor king of Babylon came up against Jerusalem, and the city came under siege; and the king of Babylon entered the city, and his servants besieged it; and Joakim king of Juda went out to the king of Babylon, he and his servants, and his mother, and his eunuchs; and the mighty of the land he led away in deportation out of Jerusalem to Babylon." This second Joakim, then, who was led away to Babylon, this was the very one named Jechonias by Jeremias, being the grandson of Josias, and not his son; wherefore he would fittingly be counted along in the third genealogy of the fourteen generations from Jechonias until Christ; his father, who was the child of Josias, together with his father in
ΙΔʹ. Διὰ τί τοῦ τέκτονος υἱὸς ὁ Σωτὴρ ἡμων ἐχρημάτισεν, ἀλλ' οὐ τινὸς ἐπισήμου καὶ ἐνδόξου ἀνδρός.
XIV. Why our Saviour was styled the carpenter's son, and not the son of some distinguished and illustrious man.
Οὐ τὴν ἔνθεον αὐτοῦ βασιλείαν ἐπιδείξων ἐλήλυθεν ἐπεὶ μηδὲ φανητικῶς καὶ ἐπιδεικτικως ἡμῖν παρῄει· ἡ δὲ ὁδὸς αὐτῷ τῆς εἰς οὐρανοὺς ἀφίξεως ἐπὶ τούτῳ ἐγίνετο, ἐφ' ᾧ τε τὸν τῶν ἀνθρώπων βίον περικαθάροιτο, τὸν ἐκ τῆς τῶν ἀνθρώπων ἀγέλης ἀμνὸν τοῦ Θεοῦ ἀντίψυχον καὶ καθάρσιον ὑπὲρ πάντων ἡμῶν αὐτὸς ἑαυτὸν ἐπιδούς· ἵν' οὖν ἀπαραποδίστως εἰς τέλος ἀχθείη τοῦτο, τὰ πλεῖστα τῶν αὐτοῦ θαυμάτων ἀπέκρυπτέ τε καὶ ἐπεσκίαζε, ποτὲ μὲν παραινῶν μὴ εἰς πάντας ἐκφέρειν τὰ ὑπ' αὐτοῦ πραττόμενα, ποτὲ δὲ τὰς ἐρημίας διώκων καὶ τὰς ἐν τοῖς ὄρεσι διατριβάς· καὶ τὴν ἔνθεον αὐτοῦ μεταμόρφωσιν οὐδὲ τοῖς αὐτοῦ μαθηταῖς ἅπασιν, μόνοις δὲ τρισὶν, ἐπεδείκνυτο· αὐτοῖς τε τούτοις παρεκελεύετο μηδενὶ φάναι τὸ ὅραμα, ἕως ἂν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ· οὐκ ἂν δὲ ἔπαθεν ὑπὲρ ἡμῶν τὰ ἀναγεγραμμένα, εἰ οἷά τις ἔνδοξος βασιλεὺς μετὰ δορυφορίας ἐνθέου καὶ παρατάξεως ἐπῄει· ὁμοῦ καὶ τὰς ἐνθέους ἐνεργῶν παραδοξοποιΐας, ὁμοῦ καὶ κρείττονα ἑαυτὸν ἐπιδεικνὺς πάσης φύσεως· εἰκότως οὖν κατὰ τὸν Ἀπόστολον, « ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· » καὶ τοῦ πένητος Ἰωσὴφ υἱὸς οὐκ ἀπηνήνατο χρηματίσαι· ἵνα καὶ οὕτως ἐπαληθεύσῃ τὸ φάσκον περὶ αὐτοῦ λόγιον· « Ὅτι πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. »
He has not come to make a display of His divine kingdom, since neither did He go about among us ostentatiously and for show; rather, the way of His arrival into the heavens took place for Him to this end, both that He might thoroughly cleanse the life of men, Himself giving Himself over out of the flock of men as the Lamb of God, a ransom and propitiation on behalf of us all; so that this might be brought unhindered to completion, therefore, He both concealed and overshadowed most of His miracles, at times exhorting people not to noise abroad unto all the things done by Him, and at times pursuing desert places and stays in the mountains; and His divine transfiguration He did not display even to all His disciples, but to three alone; and these very ones He charged to tell the vision to no one until the Son of man should be raised from the dead; now He would not have suffered on our behalf the things recorded, if He had come on like some glorious king with a divine bodyguard and battle array, at once working divine wonders and at once displaying Himself superior to every nature; fittingly, therefore, according to the Apostle, "He emptied Himself, taking the form of a servant;" and He did not refuse to be styled son of the poor man Joseph; so that thus also the oracle might come true which says concerning Him: "For though He was rich, for our sakes He became poor, so that we by His poverty might become rich."
ΙΕʹ. Πῶς ἐπὶ τὸν θρόνον λέγεται Δαβὶδ κεκαθικέναι.
XV. How He is said to have sat down upon the throne of David.
αʹ. Διαφόρως νοεῖται ὁ θρόνος Δαβίδ· καθ' ἕνα μὲ⟨…⟩ τρόπον, καθ' ὃν εἴποι ἄν τις δηλοῦσθαι τὸν ἐφ' ⟨…⟩
1. The throne of David is understood in different ways: in one way, according to which one might say that there is signified the
Notes, col. 928

On the reading

Printed ἡμων, for ἡμῶν.

Printed ἐπιδεικτικως, for ἐπιδεικτικῶς.

PG 22:929Read from the page
ἐκαθέζετο βασιλεύων, τάχα που ἐξ ἐλέφαντος καὶ ξύλων πεποιημένον, χρυσῷ τε καὶ λίθοις βασιλικοῖς κεκοσμημένον· καθ' ἕτερον δὲ καθ' ὃν τὴν ἀρχὴν αὐτὴν καὶ τὴν κατὰ παντὸς τοῦ ἔθνους ἡγεμονίαν, θρόνον βασιλείας εἰώθαμεν ἀποκαλεῖν· τρίτος ἂν παρὰ τοὺς εἰρημένους λεχθείη τρόπος, καθ' ὃν ὁ ἐπηγγελμένος ὑπὸ τοῦ Θεοῦ τῷ Δαβὶδ θρόνος ὀνομασθείη ἂν αὐτοῦ, οὐκ ἐφ' ὃν αὐτὸς ἐκαθέσθη, ἀλλ' ὃν διὰ τῶν πρὸς αὐτὸν θεοπρεπῶν οἱ θεῖοι λόγοι περιέχουσι· γέγραπται γὰρ ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ· «Ὡς ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου· καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ πάλιν· «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.»
sat while reigning, made perhaps of ivory and wood, and adorned with gold and royal stones; and in a second way, that according to which we are accustomed to call sovereignty itself and leadership over the whole nation a throne of a kingdom; a third way beside those mentioned might be spoken of, according to which the throne promised by God to David might be named his, not one upon which he himself sat, but that which the divine utterances contain through the God-befitting words spoken to him; for it is written in the eighty-eighth Psalm: "As I swore to David My servant, for ever I will prepare your seed; and I will build up in generation and generation your throne." And again: "And I will set his seed for ever and ever, and his throne as the days of heaven." And again: "Once I swore in My holiness, if I shall lie to David, his seed abides for ever, and his throne as the sun before Me, and as the moon established for ever, and the witness in heaven is faithful."
βʹ. Ἐπεὶ τοίνυν θρόνον ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὸν αἰῶνα διαμένοντα δώσειν ἐπήγγελτο διὰ τῶν εἰρημένων ὁ Θεὸς τῷ Δαβὶδ, πολλὴ μέν τις ἦν διὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει προσδοκία περὶ τοῦ δηλωθέντος θρόνου· βραχὺν δὲ χρόνον τοῦ Δαβὶδ ἡγησαμένου, καὶ Σολομῶνος μετ' αὐτὸν, οὐ μὴν ἀλλὰ καὶ τῶν διαδόχων τῆς αὐτῶν βασιλείας εἰς Ἰεχονίαν καὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν καταστρεψάντων, ὡς ἐξ ἐκείνου λελύσθαι τὸν θρόνον τῆς βασιλείας Δαβὶδ, ἐδόκει τὰ τῆς τῶν θείων χρησμῶν ἐπαγγελίας μὴ συνίστασθαι· τοῦτο οὖν αὐτὸ τῷ θείῳ Πνεύματι πάλιν ὁ αὐτὸς ψαλμὸς προαγορεύει ἑξῆς τοῖς προπαρατεθεῖσι λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Καὶ τήν γε καθαίρεσιν τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ, τοῦ θρόνου τε τὴν καταστροφὴν διαῤῥήδην ὑποσημαίνει πάλιν ἑξῆς διὰ τούτων· «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε· ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τλ ἁγίασμα αὐτοῦ·» καὶ ἐπιφέρει· «τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥήξας.»
2. Since, therefore, through what has been said God had promised to give to David a throne like the days of heaven and abiding for ever, there was on this account a great expectation among the whole nation of the Jews concerning the throne thus declared; yet after David had ruled for a brief time, and Solomon after him, and moreover the successors to their kingdom had come to an end in Jechoniah and the captivity in Babylon, so that from that time the throne of David's kingdom was dissolved, the terms of the promise of the divine oracles seemed not to hold together; this very thing, accordingly, the same Psalm foretells again by the divine Spirit immediately after the passages cited above, saying: "Where are Thy mercies of old, O Lord, which Thou swore to David in Thy truth?" And the overthrow of his kingdom, and of his succession, and the casting down of the throne it expressly intimates again in what follows through these words: "But Thou cast off and set at naught, O Lord; Thou put off Thine anointed, Thou overthrew the covenant of Thy servant, Thou profaned to the ground his sanctuary;" and it adds: "his throne Thou dashed down to the ground."
γʹ. Ταῦτα πάντα κατὰ τὸ αὐτὸ συνάγει τὸ Πνεῦμα, μονονουχὶ βουλόμενον ἡμᾶς διδάξαι, ὅτι οὐ περὶ τῆς βασιλείας τῆς αἰσθητῆς, οὐδὲ περὶ τοῦ θρόνου τοῦ σωματικώτερον νοουμένου αἱ πρὸς Δαβὶδ ἦσαν ἐπαγγελίαι· αἱ μὲν γὰρ περί τινος αἰωνίου θρόνου, ἀπεικαζομένου ἡλίῳ καὶ οὐρανῷ, διαμένοντός τε εἰς αἰῶνα, προεθέσπιζον· ἡ δέ γε τοῦ Δαβὶδ βασιλεία ἡ αἰσθητὴ, χρόνῳ λέλυτο οὐκ εἰς μακρόν· εἰκότως τοιγαροῦν τοῦ θρόνου τῆς αἰσθητῆς βασιλείας Δαβὶδ τὴν καθαίρεσιν ὑπογράψας, καὶ εἰπὼν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας, περὶ τοῦ διὰ τῶν θείων χρησμῶν ἐπηγγελμένου αἰωνίου καὶ οὐρανίου θρόνου ἑξῆς τὴν εὐχὴν ποιεῖται λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» μονονουχὶ τὰς ἐκβάσεις τῶν μεθ' ὅρκου διαβεβαιώσεως ἐπηγγελμένων αὐτῷ τέλους τυχεῖν ἀξιῶν.
3. All these things the Spirit brings together into one, all but wishing to teach us that the promises to David were not concerning the perceptible kingdom, nor concerning the throne understood in a more bodily sense; for those promises prophesied beforehand concerning a certain eternal throne, likened to sun and heaven, and abiding for ever, whereas David's perceptible kingdom had been dissolved in no long time; reasonably, therefore, after sketching the overthrow of the throne of David's perceptible kingdom, and saying, his throne Thou dashed down to the ground, he next makes his prayer concerning the eternal and heavenly throne promised through the divine oracles, saying: "Where are Thy mercies of old, O Lord, which Thou swore to David in Thy truth?" all but asking that the outcomes of the things promised to him with the confirmation of an oath may reach fulfilment.
Notes, col. 929

On the reading

Printed τλ, for τὸ.

Printed κατέῤῥήξας, for κατέῤῥηξας.

PG 22:932Read from the page
δʹ. Τοῦτον οὖν αὐτὸν ἐκεῖνον ὃν ὤμοσεν ὁ Θεὸς δώσειν τῷ Δαβὶδ θρόνον, τὴν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ τὸν ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ τὸν ὡς σελήνην κατηρτισμένην εἰς τὸν αἰῶνα, παντὸς ἐπιστῆναι τοῦ ἔθνους εὐχομένου, ὁ μέγας ἄγγελος Γαβριὴλ τὴν Παρθένον εὐαγγελίζεται τῷ ἐξ αὐτῆς γεννησομένῳ δοθήσεσθαι θεσπίζων· διό φησι πρὸς αὐτήν· «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ.» Ἐπιφέρει δ' οὖν ἐφεξῆς καὶ λέγει· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος·» σύμφωνα τοῖς ἀπὸ τῶν χρησμῶν ἑρμηνεύων· ὁ μὲν γὰρ πρὸς τὸν Δαβὶδ περὶ θρόνον βασιλείας αἰωνίου καὶ οὐρανίου προὔλεγεν, ὁ δὲ ὡσαύτως τὸν ἐκ τῆς Παρθένου γεννησόμενον λήψεσθαί φησι τὸν θρόνον Δαβὶδ, τουτέστι τὸν τῷ Δαβὶδ ἐπηγγελμένον μὲν, οὐ μὴν καὶ δεδομένον· οὗτος δ' ἦν ὁ οὐράνιος καὶ εἰς αἰῶνα διαμένων· ἦν οὖν καὶ τοῦτο συμπέρασμα μεγίστης προφητείας τῷ Δαβὶδ κεχρησμένης, προσδοκωμένης τε τῷ παντὶ λαῷ, πεπληρωμένης δὲ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν φήσαντος· «Καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Διόπερ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πρὸς τὸν ἐρόμενον αὐτὸν, εἰ αὐτὸς εἴη ὁ τῶν Ἰουδαίων βασιλεὺς, ἀπεκρίνατο· «Ἡ βασιλεία ἐμὴ, οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·» οὐδὲν γὰρ θνητὸν οὐδὲ ἐπίκαιρον ἐπήγετο αὐτῷ ὁ τῆς βασιλείας θρό-
4. When the whole nation was praying for the coming of this very throne which God swore He would give to David, the one like the days of heaven, and the one like the sun before God, and the one like a moon established for ever, the great angel Gabriel brings good tidings to the Virgin, prophesying that it will be given to Him Who is to be born of her; wherefore he says to her: "And you shall call His name Jesus; He shall be great, and shall be called Son of the Most High; and the Lord God will give Him the throne of David His father." And next in order he adds and says: "And He shall reign over the house of Jacob unto the ages; and of His kingdom there shall be no end;" expounding what accords with the words from the oracles; for whereas the one foretold to David concerning a throne of an eternal and heavenly kingdom, the other likewise says that He Who is to be born of the Virgin will receive the throne of David, that is, the one promised indeed to David, yet not also given; and this was the heavenly one, abiding for ever; this too, therefore, was the conclusion of the greatest prophecy delivered by oracle to David, awaited by the whole people, and fulfilled in our Saviour Jesus Christ, according to the testimony of Gabriel when he said: "And He shall reign unto the ages, and of His kingdom there shall be no end." Wherefore our Saviour and Lord Himself also, to him who asked Him whether He were the King of the Jews, answered: "My kingdom is not of this world;" for nothing mortal or transitory did the throne of the kingdom bring to Him
εʹ. Εἰ δὲ λέγοιτο ἐπὶ τὸν Ἰακὼβ βασιλεύσειν, μὴ τὸ Ἰουδαίων ἔθνος νόμιζε διὰ τοῦ Ἰακὼβ δηλοῦσθαι. Ὁ γοῦν ταῦτα ἱστορῶν Λουκᾶς ὁ εὐαγγελιστὴς, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν τὴν τοῦ Γαβριὴλ φωνὴν οἰκείᾳ παραδοὺς γραφῇ, σαφῶς ἠπίστατο τὸν Ἰησοῦν οὐκ ἐπὶ τὸ Ἰουδαίων ἔθνος τὸν Σωτῆρα βεβασιλευκότα, οὐδὲ εἰς τοὺς αἰῶνας αὐτὸν ἄρξαντα, ὧν γε καὶ τὴν κατ' αὐτοῦ συσκευὴν, καὶ τὴν εἰς θάνατον ἐπιβουλὴν ἀκριβῶς ἱστορεῖ· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὰς κατὰ τῶν τοῦ Ἰησοῦ μαθητῶν ἐπαναστάσεις αὐτῶν· οὐκ ἂν οὖν ἐπ' αὐτοὺς βασιλεύσειν τὸν Χριστὸν τὴν φωνὴν τοῦ Γαβριὴλ νομίσας εἰρηκέναι, ὡς ἀληθῆ αὐτὴν παρελάμβανεν, εἰ μὴ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιούμενος, οἶκον Ἰακὼβ ἡγήσατο κατὰ διάνοιαν δηλοῦσθαι· ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστάμενος σαφέστατα, παρίστη λέγων· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.»
5. And if He should be said to reign over Jacob, do not suppose that the nation of the Jews is signified through Jacob. At all events, Luke the evangelist, who relates these things, having handed down Gabriel's utterance in his own writing after our Saviour's taking up into the heavens, clearly knew that Jesus the Saviour had not reigned over the nation of the Jews, nor ruled over them unto the ages, seeing that he accurately relates both their cabal against Him and their plot unto death; and not only so, but also in the Acts of the Apostles their uprisings against the disciples of Jesus; he would not, therefore, have received Gabriel's utterance as true, had he supposed it to have said that the Christ would reign over them, unless he considered all those from all the nations adopted through the calling of our Saviour into the sonship of the saints to be signified according to the sense as the house of Jacob; whence also the divine Apostle, knowing this most clearly, set it forth, saying: "For he is not a Jew who is one outwardly, nor is circumcision that which is outward in the flesh, but he who is in secret a Jew, and circumcision of the heart in spirit, not in letter, whose praise is not from men, but from God."
Notes, col. 932

On the reading

Printed τὴν, for τὸν.

Printed θρόνον, for θρόνου.

Printed εἰσποιούμενος, for εἰσποιουμένους.

PG 22:933Read from the page
ΙϚʹ. Πῶς ἀπὸ τῆς Βηθλεὲμ ὁ μὲν Ματθαῖος εἰς Αἴγυπτον ἱστορεῖ, ὁ δὲ Λουκᾶς εἰς Ἱερουσαλὴμ, κἀκεῖθεν εἰς Ναζαρὲθ πρὸς τῶν γονέων φέρεσθαι τὸν Ἰησοῦν.
XVI. How from Bethlehem Matthew relates that Jesus was carried by His parents into Egypt, whereas Luke relates that He was carried into Jerusalem, and from there into Nazareth.
αʹ. Λουκᾶς μὲν τὸν καιρὸν ἱστορῶν τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως, τῆς Αὐγούστου βασιλείας μνημονεύει καὶ τῆς κατ' αὐτὸν ἀπογραφῆς· φησί τε μηδὲ ἐσχηκέναι αὐτοὺς ἐν τῇ Βηθλεὲμ κατάλυμα, πλήθους συνόντος ὡς εἰκὸς ἐν τῇ Βηθλεὲμ τῶν ἀπὸ γένους Δαβὶδ τῆς ἀπογραφῆς ἕνεκεν· διὸ μηδὲ οἴκου τὸν Ἰωσὴφ εὐπορεῖν· ὅθεν τεκοῦσάν φησι τὴν Μαρίαν σπαργανῶσαι τὸ βρέφος καὶ ἀποθέσθαι ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι αὐτοῖς τόπον ἐν τῷ καταλύματι· καὶ εἰκός γε ἦν πλείστων συνόντων διὰ τὴν ἀπογραφὴν μὴ εὐπορεῖν καταγωγίου, ἀλλὰ καὶ, «Ὅτε, φησὶν, αἱ ἡμέραι ἐπλήσθησαν τοῦ περιτεμεῖν αὐτὸν (χρὴ δὲ τοῦτο γίνεσθαι ὀγδόῃ μετὰ τὴν ἀπότεξιν ἡμέρᾳ), ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα, καὶ τελέσαντες ἐπ' αὐτῷ τὰ νενομισμένα, ἀπίασιν εἰς Ναζαρέθ.» Τούτων παρὰ τῷ Λουκᾷ κειμένων οὐδενὸς μνημονεύσας ὁ Ματθαῖος, παραχωρήσας δὲ τῷ Λουκᾷ τὰ εἰρημένα, ἕτερα αὐτὸς διηγεῖται· τίνα δὲ ἦν ταῦτα, ἀλλ' ἢ τῶν Μάγων ἀπὸ Ἀνατολῆς ἄφιξις; κινησάντων μὲν ἀπὸ τῆς οἰκείας γῆς ἅμα τῷ γεννηθῆναι τὸν Ἰησοῦν, ἀστέρος αὐτοῖς τὴν γνῶσιν τῆς γεννήσεως ὑποφήναντος, οὐδήπου δὲ τὴν τοσαύτην στειλαμένων πορείαν καιρῷ βραχεῖ· οὐ γὰρ ἐν ἡμέραις ὀκτὼ τὴν ἀπὸ Ἀνατολῶν ὁδὸν εἰκὸς αὐτοῖς ἐπὶ τὴν Ἰουδαίαν ἠνῦσθαι, ὡς τὸν αὐτὸν νομίσαι εἶναι καιρὸν τῆς τε τούτων ἀφίξεως, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως· εἰ δὲ καὶ πυνθανόμενοι λέγουσι, «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ,» οὐ τὸν σήμερον τεχθέντα, ὡς ἄν τις ὑπολάβοι, καθ' ὃν ταῦτα ἐπυνθάνοντο χρόνον δηλοῦσιν, ἀλλὰ τὸν τότε γενόμενον ὅτε αὐτοῖς ὁ ἀστὴρ ἐπέφανε.
1. Luke, when relating the time of our Saviour's birth, makes mention of the reign of Augustus and of the enrolment under him; and he says that they did not even have a lodging in Bethlehem, since a multitude of those of the lineage of David was, as was natural, gathered together in Bethlehem on account of the enrolment; wherefore Joseph could not even find a house; whence he says that Mary, having given birth, wrapped the infant in swaddling clothes and laid Him in a manger, because there was no place for them in the inn; and it was indeed natural that, when very many were gathered together because of the enrolment, they could not find quarters, and moreover, "When," he says, "the days were fulfilled for circumcising Him (and this must take place on the eighth day after birth), they brought the Child up to Jerusalem, and having performed for Him the things prescribed by the law, they depart to Nazareth." Making mention of none of these things set down in Luke, and yielding to Luke what has been stated, Matthew himself recounts other things; and what were these, save the arrival of the Magi from the East? Who set out indeed from their own land as soon as Jesus was born, a star having revealed to them the knowledge of His birth, yet certainly did not accomplish so great a journey in a brief time; for it is not likely that the road from the East to Judaea was completed by them in eight days, so that one should suppose the time of their arrival and that of our Saviour's birth to be the same; and even if in inquiring they say, "Where is He Who has been born King of the Jews? For we saw His star, and came to worship Him," they signify not One born today, as someone might suppose, at the time when they were making these inquiries, but Him Who came into being at that time when the star appeared to them.
βʹ. Πόσος δὲ ἦν οὗτος ὁ μεταξὺ χρόνος, τοῦ τε φανέντος τοῖς Μάγοις ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως ἀστέρος, καὶ τῆς αὐτῶν εἰς τὰ Ἱεροσόλυμα παρουσίας, αὐτός σε διδάξει ὁ εὐαγγελιστὴς λέγων· «Τότε Ἡρώδης λάθρα καλέσας τοὺς Μάγους, ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.» Καὶ ὡς ἂν ἀκριβώσας παρ' αὐτῶν, μαθὼν ὅστις ἦν οὗτος, μετὰ τὸ ἀναχωρῆσαι λάθρα τοὺς Μάγους, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπ' αὐτῶν, «ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων.» Οὐκοῦν διετὴς χρόνος ἤδη παρεληλύθει ἀπὸ τῆς Ἰησοῦ γενέσεως καὶ ἐπὶ τὴν ἄφιξιν τῶν εἰρημένων· οὐκ ἄρα διαφωνεῖ τὰ παρὰ τοῖς ἱεροῖς εὐαγγελισταῖς, εἰ ὁ μὲν Λουκᾶς ὀγδόῃ τῆς γενέσεως ἡμέρᾳ ἀνάγει αὐτὸν ἅμα τοῖς γονεῦσιν εἰς Ἱερουσαλὴμ τῆς τῶν νομίμων ἐκπληρώσεως ἕνεκα, κἀκεῖθεν ἀπάγει ἐπὶ τὴν Ναζαρέθ· ὁ δὲ Ματθαῖος μετὰ διετῆ χρόνον γενομένους πάλιν ἐν Βηθλεὲμ ἀναγράφει, ἐν-
2. And how great this intervening time was, between the star that appeared to the Magi at our Saviour's birth and their arrival in Jerusalem, the evangelist himself will teach you, saying: "Then Herod, having secretly called the Magi, ascertained accurately from them the time of the appearing star." And having ascertained it accurately from them, and learned what time this was, after the Magi had withdrawn secretly, seeing that he had been mocked by them, "he was exceedingly wroth, and having sent forth slew all the boys in Bethlehem, and in all its borders, from two years old and under, according to the time which he had ascertained accurately from the Magi." Therefore two years' time had already elapsed from the birth of Jesus up to the arrival of the aforesaid men; hence there is no disagreement between the accounts in the sacred evangelists, if Luke on the eighth day from His birth brings Him up together with His parents to Jerusalem for the fulfilment of the ordinances of the law, and from there takes Him away to Nazareth, whereas Matthew records them as having come to be in Bethlehem again after two years' time, and from
PG 22:936Read from the page
τεῦθέν τε εἰς Αἴγυπτον ἀπεληλυθέναι φησὶ διὰ τὴν τοῦ βασιλέως ἐπιβουλήν· καὶ ἦν εἰκὸς οὐ μόνον δεύτερον, ἀλλὰ καὶ πλειστάκις ἐπιφοιτᾷν αὐτοὺς τῷ τόπῳ, μνήμης τοῦ παραδόξου χάριν· δείκνυται γοῦν ἀναμφιβόλως οὐχ ὁ αὐτὸς ὢν καιρὸς ἐν ᾧ γεγέννηται κατὰ τὸν Λουκᾶν ὁ Σωτὴρ ἡμῶν, ἐν ᾧ τε κατὰ τὸν Ματθαῖον ὑπήντησαν οἱ ἐξ Ἀνατολῶν Μάγοι.
there says that they departed into Egypt on account of the king's plot; and it was likely that not only a second time, but very many times as well, they resorted to the place, for the sake of remembering the marvel; at all events it is shown beyond doubt that the time in which according to Luke our Saviour was born is not the same as that in which according to Matthew the Magi from the East arrived.
γʹ. Ὅτι δὲ μὴ εἷς ἦν ὁ παρ' ἀμφοτέροις τοῖς εὐαγγελισταῖς χρόνος, καὶ ἄλλως ἐστὶ συλλογίσασθαι. Λουκᾶς φησι μὴ εὐπορῆσαι αὐτοὺς καταγωγίου ἐν τῇ Βηθλεέμ· διὸ καὶ τεκοῦσαν ἀνακλῖναι τὸ παιδίον ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι, ὡς εἰκὸς, τῆς ἀπογραφῆς ἕνεκεν πάντων πανταχόθεν τῶν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ συντρεχόντων εἰς τὴν εἰρημένην πόλιν, διά τε τὸ πλῆθος τῶν ἐπιξενουμένων αὐτόθι μὴ εὐπορούντων καταλύματος· ὁ δὲ Ματθαῖος «Ἀκούσαντες, φησὶν, οἱ Μάγοι τοῦ βασιλέως Ἡρώδου, ἐπορεύθησαν εἰς Βηθλεέμ· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ Ἀνατολῇ προῆγεν αὐτοὺς, ἕως οὗ ἦν τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ.» Ἀλλ' οὐκ ἐν φάτνῃ κείμενον οὗτοι καταλαμβάνουσι τὸ παιδίον ὁμοίως τοῖς ποιμέσιν, ἀλλ' ἔνδον ἐν οἰκίᾳ μετὰ τῆς μητρὸς αὐτὸ θεωροῦσι· καίτοι Λουκᾶς ἔφησε μὴ εἶναι τόπον αὐτοῖς ἐν τῷ καταλύματι· πῶς οὖν ὁ Ματθαῖος οἰκίαν αὐτοῖς ἀφορίζει; Ἀλλ' ἐπεὶ Λουκᾶς τὸν καιρὸν ἱστορεῖ τῆς γενέσεως, οὗτος δ' ἦν ὁ τῆς ἀπογραφῆς, καθ' ὃν πανδημεὶ συνέτρεχον οἱ τῷ αὐτῷ γένει προσήκοντες ἐν τῇ τοῦ Δαβὶδ πόλει, ὁ δὲ Ματθαῖος τὰ μετὰ δύο ἐτῶν χρόνους ἱστορεῖ (τοσοῦτος γὰρ ἦν ὁ χρόνος ὃν Ἡρώδης παρὰ τῶν Μάγων ἠκρίβωσεν)· ὥστε σχολῆς οὔσης ἐν τῇ Βηθλεὲμ, κατὰ τὴν Ματθαῖον εὐπόρουν καταγωγίου· διὸ εἰσελθόντες οἱ Μάγοι εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ αὕτη μὲν ἡ τοῦ ζητηθέντος λύσις.
3. And that the time in both evangelists was not one and the same may also be inferred in another way. Luke says that they could not find quarters in Bethlehem; wherefore also, having given birth, she laid the Child in a manger, because there was no place in the inn, since, as was natural, on account of the enrolment all those from everywhere who were of the house and lineage of David were flocking together into the aforesaid city, and because of the multitude of strangers lodging there they could not find an inn; whereas Matthew: "Having heard King Herod," he says, "the Magi went their way to Bethlehem; and behold, the star which they saw in the East went before them, as far as where the Child was with Mary His mother; and falling down they worshipped Him." Yet these men do not find the Child lying in a manger like the shepherds, but behold Him indoors in a house with His mother; and yet Luke said that there was no place for them in the inn; how then does Matthew assign a house to them? Because whereas Luke relates the time of the birth, and this was that of the enrolment, at which all those belonging to the same lineage were flocking together in a body in the city of David, Matthew relates the events after two years' time (for so great was the time which Herod had ascertained accurately from the Magi); so that, there being room to spare in Bethlehem, according to Matthew they had plenty of quarters; wherefore the Magi, having entered into the house, saw the Child with Mary His mother; and falling down they worshipped Him; and this is the solution of what was inquired into.
Ταῦτά σοι ἐξ ἡμῶν, ἱερώτατε ἀνδρῶν καὶ φιλοπονώτατε υἱὲ Στέφανε, γνησίας ὄντα δείνματα διαθέσεως, ἀνακείσθω.
Let these things from us be dedicated to you, O most sacred of men and most industrious son Stephanus, as tokens of genuine affection.
Notes, col. 936

On the reading

Printed τὴν, for τὸν.

Printed δείνματα, for δείγματα.