καὶ εὐλόγως τις ἐμέμψατο ὡς παρεκθεμένῳ τὴν τῶν βασιλέων διαδοχήν· ἐν γὰρ ταῖς Βασιλείαις καὶ ἐν τοῖς Παραλειπομένοις συμφώνως μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ, τριῶν ἐφεξῆς βασιλευσάντων Ὀχοζία καὶ Ἰωὰς καὶ Ἀμεσία, εἶτα μετ' αὐτοὺς Ὀζία καὶ Ἰωάθαμ καὶ Ἄχαζ, παρελθὼν τοὺς προτέρους τοὺς τρεῖς ὁ εὐαγγελιστὴς, μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ ἑξῆς συνάπτει τὸν Ὀζίαν καὶ τὸν Ἰωάθαμ καὶ τὸν Ἄχάζ, τοὺς εἰρημένους μεταξὺ παρελθών· τοῦτο δ' εἰ πεποιήκει σκοπὸν θέμενος τὴν τῶν βασιλέων διαδοχὴν ἐκθέσθαι, χρῆν ὡς ἡμαρτημένην ἐκθέσθαι τὴν παρ' αὐτῷ γραφήν· ἐπειδὴ δὲ οὐ διαδοχὰς, ἀλλὰ γενεὰς ἀριθμῆσαι προὔθετο, τοῦτο γὰρ ὁ λόγος αὐτῷ βούλεται φήσαντι « Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ μέχρι Δαβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ πάλιν ἀπὸ Δαβὶδ μέχρι Ἰεχονίου καὶ τῆς μετοικησίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες » ἀλλ' οὐ διαδοχαὶ δεκατέσσαρες, εἰκότως πάσης ἀπολύοιτ' ἂν κατηγορίας· ἐπεὶ διὰ τί μὴ διαδοχὰς ὠνόμασε, τῆς δὲ ἐν ταῖς Βασιλείαις καὶ Παραλειπομένοις ἱστορίας διαδοχὰς ἀλλ' οὐ γενεὰς ἱστορούσης, οὐκ ἂν γένοιτο ἐναντίωμα ἐκ τῆς ἀμφοτέρων παραθέσεως.
someone would reasonably have found fault with him too as having set forth amiss the succession of the kings; for whereas in the Kingdoms and in the Chronicles by agreement after Joram the son of Josaphat three reigned in order, Ochozias and Joas and Amesias, and then after them Ozias and Joatham and Achaz, passing over the first three the evangelist joins next after Joram the son of Josaphat Ozias and Joatham and Achaz, passing over the aforesaid ones in between; now if he had done this having set as his aim to set forth the succession of the kings, one would have had to set down the writing in his work as erroneous; since, however, he proposed to number not successions, but generations—for this is what his account means when he says, "All the generations therefore from Abraham until David are fourteen generations; and again from David until Jechonias and the deportation to Babylon, fourteen generations," and not fourteen successions—he would fittingly be acquitted of every charge; since why did he not name successions, whereas when the history in the Kingdoms and Chronicles relates successions and not generations, no contradiction could arise from setting both side by side.
βʹ. Γενεὰν γὰρ χρόνον ἀνθρώπου ζωῆς οὐχ οἷόν τέ ἐστιν ὀνομάζειν, ἐπεὶ συμβαίνει πολλάκις τοὺς μὲν ἐπὶ βραχὺ βιῶναι, καὶ θᾶττον ἀποσβεσθῆναι κατὰ τὴν τοῦ παιδὸς ἡλικίαν, τοὺς δὲ μέχρι τοῦ μειρακίου φθάσαι, τοὺς δὲ ἐπὶ τὸν νεανίαν προελθεῖν, τοὺς δὲ ἐπὶ τὸν ἄνδρα, τοὺς δὲ καὶ ἐπ' ἔσχατον γῆρας παρατεῖναι τὴν ζωήν· ποίαν οὖν τις ἀριθμήσει γενεάν; εἰ ὁ μὲν φέρει μέχρι δεκάτου ἔτους, ὁ δὲ μέχρις εἰκοστοῦ, ὁ δὲ μέχρις πεντηκοστοῦ, ἄλλος δὲ μέχρις ἑβδομηκοστοῦ, ὁ δὲ καὶ τὰ ἑκατὸν ὑπερβὰς οὐ μόνον ἐπὶ τῶν παλαιῶν ἀλλὰ καὶ καθ' ἡμᾶς ὁρᾶται· πῶς οὖν οἴονται τὴν ἀνθρώπου ζωὴν γενεὰν ὀνομάζειν; ἀλλ' οὐδὲ μέχρι τῆς παιδοποιΐας· οἱ μὲν γὰρ πρὸ τῶν εἴκοσι ἐτῶν γήμαντες πεπαιδοποίηνται, οἱ δὲ οὐδὲ ὑπὲρ τὰ τρίακοντα γενόμενοι· καὶ τῶν ἰσηλίκων δὲ ἴδοις ἂν τοὺς μὲν ἐπὶ πρώτους υἱοὺς στάντας, τοὺς δὲ ἐπὶ τετραγονίαν ἐλάσαντας· ὥστε ἐν πεντήκοντα ἔτεσι, τοὺς μὲν ἐκγόνους θεάσασθαι, ἑτέρους δὲ ἐν ἑβδομήκοντα μηδενὸς ἀξιωθῆναι παιδός· πῶς οὖν ἀριθμητέον τὰς γενεάς; πότερον ἐκ τῶν μακροβίων ἢ τῶν ὀλιγοβίων; καὶ ἐκ τῶν ταχὺ πεπειδοποιημένων, ἢ τῶν βραδέων; καὶ ἐκ τῶν ἐπὶ πρώτοις υἱοῖς σαλευσάντων, ἢ ἐκ τῶν ἐπὶ πλείοσι διαδοχαῖς; ὧν οὕτως ἐξητασμένων ὁ θεῖος εὐαγγελιστὴς οὐ διαδοχὰς προθέμενος εἰπεῖν, γενεὰς δὲ, καθ' οὓς αὐτὸς ἠπίστατο λόγους ἀπαριθμούμενος, τῆς μὲν ἐν ταῖς ἱστορίαις διαδοχῆς ἧττον πεφρόντικε, τοσούτους ἀναλαμβάνει εἰς τὴν γενεαλογίαν, ὅσοι ἀπήρκουν αὐτῷ εἰς ἐκπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν· οὕτως τε αὐτῷ ὑγιὴς ἀποσώζεται ὁ λόγος, καὶ οὐδαμῶς ἐναντίος τῇ τῶν ἱστοριῶν γραφῇ.
2. For it is not possible to call the span of a man's life a generation, since it often happens that some live briefly and are more quickly quenched in childhood age, while others reach boyhood, others advance to youth, others to manhood, and others prolong their life even to extreme old age; what sort of generation, then, will one reckon? When one endures until the tenth year, another until the twentieth, another until the fiftieth, another until the seventieth, and another is seen to have surpassed even a hundred, not only among the ancients but also in our own day, how then do they think to call the life of a man a generation? Nor yet up to the begetting of children; for some, having married before twenty years of age, have begotten children, while others have not done so even when past thirty; and among contemporaries you might see some having stopped at their first sons, and others having advanced to a fourth generation; so that in fifty years some behold grandchildren, while others in seventy are not vouchsafed a single child; how then ought one to number the generations? Whether from the long-lived or the short-lived? And from those who quickly begot children, or the slow? And from those who stayed at their first sons, or from those with numerous successions? Which things having been thus examined, the divine evangelist, having proposed to speak not of successions, but of generations, reckoning them according to principles which he himself knew, took less thought for the succession in the histories, and takes up into the genealogy as many as sufficed him for the completion of the fourteen generations; and thus his account is preserved sound for him, and in no way contrary to the record of the histories.