τον ὑπειληφότες· καὶ ἐξέστησάν γε μηδεμίαν ὑπεροχὴν ἢ δόξαν κοσμικὴν περιβεβλημένον αὐτὸν ἑωρακότες, ὅτε, τὴν τοῦ Θεοῦ μορφὴν ἀποθέμενος, ἑαυτόν τε κενώσας καὶ δούλου ἀνειληφὼς μορφὴν, ἐξε(σ)τάσεως ἄξια καὶ καταπλήξεως ἀπετέλει παράδοξα, ὡς τοὺς θεωροῦντας αὐτὰ καταπληττομένους λέγειν· « Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; οὐχὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσι παρ' ἡμῖν; » Καὶ εἰς δεῦρο δὲ πλεῖστοι ἐπ' αὐτὸν ἐξίστανται καὶ ἐξαποροῦνται, τὴν διδασκαλίαν αὐτοῦ διαδραμοῦσαν καὶ ἔτι νῦν διατρέχουσαν ἐφ' ὅλην ὁρῶντες τὴν οἰκουμένην, τῶν τε εἰς αὐτὸν πεπιστευκότων τὴν ἀκλινῆ καὶ ἀμετάθετον διάθεσιν κατανοοῦντες. Ταῦτα δὲ θαυμάζοντες οὐ συνίασι τὴν θείαν δύναμιν καθ' ἣν ἐνήργησέ τε καὶ εἰσέτι νῦν ἐνεργεῖν τὰ τηλικαῦτα δεδύνηται· συνέσχον δὲ ἀληθῶς καὶ συνέστειλαν ἐπ' αὐτὸν βασιλεῖς τὸ στόμα αὐτῶν, εἴτε οἱ συναχθέντες κατὰ τὸ πάθος αὐτοῦ, περὶ ὧν ἐλέχθη τό· « Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, » εἴτε καὶ οἱ κατὰ καιροὺς ἄρχοντες τῶν ἐθνῶν· καὶ συνέσχον γε στόμα ἑαυτῶν τῷ πολλάκις μὲν αὐτοὺς ἐπιχειρῆσαι κωλῦσαι τὸν λόγον αὐτοῦ καὶ τὴν διδασκαλίαν, οὐδὲν δὲ ἧττον ὑπερισχύειν αὐτὸν καὶ διαλάμπειν δοξαζόμενον καὶ εἰς ὕψος αἰρόμενον, ὡς φανερὸν ἑαυτὸν καθιστάναι οὐ μόνοις τοῖς τὰς περὶ αὐτοῦ προφητείας ἐκ πατέρων παρειληφόσιν, ἀλλὰ, τὸ παραδοξότατον, οἷς οὐδεπώποτε ἀνηγγέλη τι περὶ αὐτοῦ, τοῦτ' ἔστιν ἡμῖν τοῖς ἔθνεσιν· οἳ καὶ μηδ' ὅλως παρὰ τῶν προγόνων ἀκηκοότες τι, μηδὲ προμεμαθηκότες περὶ τῆς αὐτοῦ παρουσίας, συνήκαμεν αὐτὸν ἐλθόντα, καὶ τὰς περὶ αὐτοῦ προφητείας κατεδεξάμεθα. Ταῦτα δὲ προϊδὼν ὁ προφήτης ἐν πνεύματι ἀναφωνεῖ ἀποθαυμαστικῶς λέγων τό· « Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; » Ὅπερ οὐκ ἔστι ταὐτὸν τῷ· Οὐδεὶς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν· σαφῶς γάρ τοι πολλὰ πλήθη τῶν ἐξ ἐθνῶν, καὶ αὐτῶν δή τινες τῶν ἐκ περιτομῆς, πεπιστεύκασι τῇ περὶ τοῦ Χριστοῦ ἀκοῇ· καὶ « ὁ βραχίων δὲ, » φησὶ, « Κυρίου, » τοῦτ' ἔστιν ὁ προὼν τοῦ Θεοῦ Λόγος, « τίνι ἀπεκαλύφθη; » Αὐτὸς ὁ λόγος ἐν ἀρχῇ τῆς προφητείας διδάσκει λέγων· « Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. » Ἑξῆς αὐτοῖς λέγεται· « Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, » καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ πεπλήρωται, ὅτε κενώσας ἑαυτὸν τῆς τοῦ Θεοῦ μορφῆς, οὐδὲ τὴν ὡς ἐν ἀνθρώποις εὐειδῆ καὶ εὐσχήμονα κατελέξατο προσωποποιίαν, οὐδὲ μὲν δόξῃ τῇ παρ' ἀνθρώποις ἢ κοσμικῆς τινος ὑπεροχῆς περιβολῇ τὸν ἀνθρώπινον διεξῆλθε βίον, μορφὴν δὲ δούλου καὶ διακόνου λαβὼν ἐταπείνωσεν ἑαυτὸν καὶ γέγονεν ὡς ἄνθρωπος, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἀπέστραπτο δὲ καὶ ἀποκέκρυπτο τῆς θεότητος αὐτοῦ τὸ ἔνδοξον καὶ θεϊκὸν πρόσωπον· δι' ὃ καὶ ἠτιμάσθη παρὰ τοῖς τὸ ἀνθρώπινον αὐτοῦ μόνον κατανενοηκόσι, παρ' οἷς καὶ οὐκ ἐλογίσθη οὐχ ὅπως εἰς Υἱὸν Θεοῦ, ἀλλ' οὐδ' εἰς
sed Him; and they were indeed astonished upon seeing Him clothed with no worldly pre-eminence or glory, when, having laid aside the form of God, and having emptied Himself and assumed the form of a servant, He accomplished marvels worthy of amazement and consternation, so that those beholding them were struck with consternation and said: "Is not this the son of Joseph? Are not His mother and His brothers with us?" And even up to the present day very many are astonished and perplexed at Him, seeing His teaching having run through and even now still running through the whole inhabited earth, and observing the unwavering and unalterable disposition of those who have believed in Him. Yet while marvelling at these things they do not understand the divine power according to which He wrought and even until now has been able to work such great things; truly kings shut and restrained their mouth at Him, whether those gathered together at His passion, concerning whom it was said: "The kings of the earth stood by, and the rulers were gathered together in one," or also the rulers of the Gentiles from time to time; and they indeed shut their own mouth inasmuch as they oftentimes attempted to hinder His word and teaching, yet none the less He prevailed and shone forth, being glorified and lifted up on high, so as to render Himself manifest not only to those who had received the prophecies concerning Him from their fathers, but, what is most paradoxical of all, to those to whom nothing had ever been reported concerning Him, that is, to us the Gentiles; who, though having heard nothing at all from our forefathers, nor having learned beforehand concerning His coming, understood Him when He came, and welcomed the prophecies concerning Him. And foreseeing these things in the Spirit, the prophet exclaims in admiration, saying: "Lord, who has believed our report?" Which is not the same as: No one believed our report; for clearly great multitudes of those from among the Gentiles, and indeed some even of those of the circumcision themselves, have believed the report concerning Christ; and "the arm," he says, "of the Lord," that is, the pre-existent Word of God, "to whom has it been uncovered?" The word itself at the beginning of the prophecy teaches, saying: "And the Lord shall uncover His holy arm before all the Gentiles." Next to them it is said: "We announced before Him like a child, like a root in a thirsty land: He has no form nor glory, and we saw Him, and He had neither form nor beauty," and what follows, which very things also were fulfilled when, having emptied Himself of the form of God, He neither chose for Himself a comely and seemly outward personage as among men, nor indeed passed through human life with glory among men or the vesture of any worldly pre-eminence, but taking the form of a servant and minister humbled Himself and became as a man, being in calamity and knowing how to bear infirmity, while the glorious and divine countenance of His divinity was turned away and hidden; wherefore also He was dishonoured among those who perceived His humanity alone, among whom He was not even esteemed, not to say as the Son of God, nay, not even as