ζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν, βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήλουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτοὺς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. » Εἰκὸς τοὺς ἐκ περιτομῆς οἴεσθαι περὶ ἑαυτῶν εἰρῆσθαι τὰ ἐν τῇ προφητείᾳ, ἐπείπερ λέλεκται· « Καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· » πρὸς δὲ τῷ μὴ ἁρμόζειν αὐτοῖς τὰς λέξεις σαφῶς ἀποδείκνυται καὶ ἀπὸ τῶν ἑξῆς, ὅτι δὴ περὶ ἑτέρου Ἰσραὴλ τὰ λεγόμενα προφητεύεται· γέγραπται γάρ· « Καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ πρὸς αὐτόν· καὶ πάλιν εἶπέ μοι· Μέγα σοί ἐστιν τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. » Ἀλλὰ καὶ τό· « Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς, » παράδοξόν τινα καὶ θαυμαστὸν ὑποφαίνει τὸν περὶ οὗ ὁ λόγος. Τίς δ' ἂν οὗτος εἴη ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ ἤδη πρότερον ἐν τοῖς ἀνωτέρω Ἰακὼβ χρηματίσας καὶ Ἰσραὴλ διὰ τοῦ· « Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου; » Οὗτος γάρ ἐστιν ὁ μόνος κατ' ἀλήθειαν ὁρῶν Θεὸν τὸν Πατέρα, Ἰσραὴλ μὲν ὀνομαζόμενος, ὅπερ ἑρμηνεύεται « ὁρῶν τὸν Θεὸν, » κατ' ἐπίνοιαν αὐτοῦ τῆς θεότητος· Ἰακὼβ δὲ, ὅπερ ἐστὶ « πτερνιστὴς, » καθ' ὃ ἐνανθρωπήσας κατηγωνίσατο πάσας τὰς ἀντικειμένας δυνάμεις. Ὅρα δὲ εἰ μὴ συνᾴδουσιν ἀλλήλαις αἱ περικοπαὶ, ἥ τε μετὰ χεῖρας, καὶ ἐν ᾗ ἐλέγετο τὸ, « Ἰακὼβ ὁ παῖς μου » εἰς τὸν Χριστὸν ἀναφερόμενον· ὡς γάρ τοι ἐκεῖ τὸ « Ἰακὼβ ὁ παῖς μου » εἴρηται, οὕτως ἐνθάδε τὸ « μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου· » καὶ ὡς ἐκεῖ τὸ, « Ἰσραὴλ ὁ ἐκλεκτός μου » λέλεκται, οὕτως ἐνθάδε τὸ, « ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. » Πάλιν τε αὖ ἐκεῖ μὲν εἴρηται· « Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει· » ἐν δὲ τῇ μετὰ χεῖρας· « Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. » Ὅτι μὲν οὖν οὐδενὶ ἄλλῳ ἢ μόνῳ τῷ Σωτῆρι ἡμῶν ἁρμόζει τὰ ἐν ταῖς προκειμέναις
ses His own soul, Who is abhorred by the Gentiles, the servants of the rulers. Kings shall see Him, and rulers shall arise, and shall worship Him for the Lord's sake; because faithful is the Holy One of Israel, and I have chosen you. Thus says the Lord: In an acceptable time have I heard you, and in a day of salvation have I helped you, and I have formed you, and have given you for a covenant of the Gentiles, to establish the earth, and to inherit desolate inheritances, saying to those in bonds: Come forth, and to those in darkness, to be unveiled; and in all the ways shall they be fed, and in all the paths shall be their pasture; they shall not hunger, neither shall they thirst, neither shall the burning heat strike them, nor the sun; but He Who has mercy on them shall comfort them, and through springs of waters shall He lead them, and I will set every mountain for a way, and every path for a pasture to them." It is likely that those of the circumcision suppose the things in the prophecy to have been spoken concerning themselves, inasmuch as it has been said: "And He said to me: You are My servant, O Israel, and in you I shall be glorified;" yet besides the expressions not suiting them, it is clearly demonstrated also from what follows that the things spoken are in truth prophesied concerning another Israel; for it is written: "And now thus says the Lord Who formed Me from the womb as a servant for Himself, to gather Jacob and Israel to Him; and again He said to Me: It is a great thing for you to be called My servant, so as to establish the tribes of Jacob and to turn back the dispersions of Israel." Moreover, this saying also: "Behold, I have set you for a light of the Gentiles, that you should be for salvation unto the uttermost part of the earth," indicates One paradoxical and marvellous, concerning Whom the discourse is held. And who would this be other than our Lord Jesus Christ, Who already earlier as well in the preceding passages was entitled Jacob and Israel through the words: "Jacob is My servant, I will uphold Him; Israel is My chosen, My soul has accepted Him"? For He Himself is the only One Who in truth sees God the Father, being named Israel—which is interpreted "seeing God"—according to the conception of His divinity; and Jacob—which is "supplanter"—inasmuch as having become man He overcame all the opposing powers. And see whether the passages do not harmonize with one another, both the one in hand, and that in which the saying, "Jacob My servant," was spoken with reference to Christ: for just as there "Jacob My servant" has been said, so here "it is a great thing for you to be called My servant;" and as there "Israel My chosen" has been spoken, so here, "because faithful is the Holy One of Israel, and I have chosen you." And yet again, whereas there it has been said: "I have given you for a covenant of a race, for a light of the Gentiles, to open the eyes of the blind, to bring out from bonds those who are bound, and from the prison-house those sitting in darkness;" in the passage in hand, on the other hand: "Behold, I have set you for a light of the Gentiles, to establish the earth, and to inherit a desolate inheritance, saying to those in bonds: Come forth, and to those in darkness: Be unveiled." That to none other, therefore, than to our Saviour alone belong the things in the present