στραγγαλιῶδες. »--« Ἁμαρτιαν γάρ τοι οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. » Οὗτος δὲ καὶ τὴν πόλιν ᾠκοδόμησε τοῦ Θεοῦ, τήν τε ἐπὶ γῆς ἁγίαν Ἐκκλησίαν αὐτοῦ καὶ τὴν ἐπουράνιον Ἱερουσαλήμ· ἐπιστρέψας τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, τὴν γενομένην ποτὲ ὑπὸ τὸν νοητὸν Ναβουχοδονόσορ, καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις πονηράς· καὶ δὴ τὴν προειρημένην αἰχμαλωσίαν ὑπέστρεψεν, οὐ λύτρα δοὺς τοῖς αἰχμαλωτεύσασιν, οὐδὲ μὴν δώροις αὐτοὺς πείσας, στρατεύσας δὲ κατ' αὐτῶν καὶ δι' ἀγῶνος αὐτοὺς χειρωσάμενος, ὥστε ἐπὶ τῷ κατορθώματι λαμπρυνάμενον φάναι· « Ἐγὼ νενίκηκα τὸν κόσμον. » Μαρτυρεῖ τούτοις τὰ πλήθη τῶν ἀπὸ τῆς προτέρας πλάνης ἐπὶ τὸ γινώσκειν τὸν ἀληθῆ Θεὸν δι' αὐτοῦ παλινδρομησάντων· ἢ λεγέτωσαν οἱ ἐκ περιτομῆς. ἐπὶ τίνα δ' ἂν ἁρμόζοιεν τὰ τῆς μετὰ χεῖρας προφητείας σαφῶς Θεὸν ὁμολογούσης τὸν προφητευόμενον· « Οἱ δὲ γὰρ, » φησὶ, « καὶ οἵδε σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. » Σαφῶς γάρ τοι ἐνταῦθα ᾧ λέγετο τὸ, ὅτι « ὁ Θεὸς ἐν σοί ἐστι, » τούτῳ προσφωνῶν φησιν ὁ λόγος τὸ, « καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν· » ἃ καὶ ἐξακούεται ὡς ἂν ἐκ προσώπου λεγόμενα τῶν ἐπεγνωκότων ἐνανθρωπήσαντα τὸν Χριστὸν τοῦ Θεοῦ· ἐν ᾧ ἐτύγχανεν οἰκῶν Θεὸς ὁ Πατὴρ, κατὰ τό· « Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· » δι' ὃ καὶ μόνῳ ἂν αὐτῷ ἁρμόσοι τὸ, « Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, » ὡς ἂν μόνης τῆς τοῦ Λόγου θεότητος ἡνωμένης καὶ ἀνακεκραμένης τῇ πατρικῇ βασιλείᾳ, καὶ διὰ τοῦτο μιᾶς τῆς ἀμφοτέρων ἐπινοουμένης δόξης τε καὶ ἀρχῆς· ἐν δὲ τῷ, « Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, » δηλοῦσθαι νομίζω περὶ νοητῶν τινων ἀντικειμένων δυνάμεων ἀγῶνα πρὸς τὸν Χριστὸν ἀραμένων, καὶ ὑποχειρίων αὐτῷ γεγενημένων, ἢ καὶ ψυχῶν τοιωνδὶ κατ' ἀρχὰς μὲν ἀντιτεινουσῶν τῷ Λόγῳ, ὕστερον δέ ποτε τὴν ὑπ' αὐτὸν δουλείαν ἀναδεδεγμένων ἐπὶ τῇ ἑαυτῶν εὐεργεσίᾳ. Περὶ τούτων γέ τοι λέγεσθαι νομίζω καὶ τὸ, « Ἔσονταί σοι δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται· » τὸ δέ· « Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ, » προφητεύεται περὶ τῶν μὴ μετανοησάντων, διαμεινάντων δὲ ἐχθρῶν καὶ πολεμίων, καὶ μηδαμῶς ἆραι ἐφ' ἑαυ-
perverse." — "For He committed no sin, nor was deceit found in His mouth." And He also built the city of God, both His holy Church upon earth and the heavenly Jerusalem, having turned back the captivity of His people that had once come about under the intelligible Nebuchadnezzar and the wicked powers under him; and indeed He turned back the aforesaid captivity, neither giving ransoms to the captors nor persuading them with gifts, but marching against them and subduing them through contest, so that glorying in the achievement He said: "I have overcome the world." Witness is borne to these things by the multitudes of those who through Him have returned from their former error to knowing the true God; or let those of the circumcision say to whom else the words of the prophecy in hand, clearly confessing Him Who is prophesied to be God, could apply: "For they," he says, "even these shall be servants to Thee, and shall follow behind Thee, and shall worship Thee, and in Thee shall pray, because God is in Thee, and there is none other beside Thee; for Thou art God, and we knew it not, the God of Israel, the Saviour." For clearly here, addressing Him to Whom it was said that "God is in Thee," the word says, "and there is none other beside Thee; for Thou art God, and we knew it not"; which things are also heard as though spoken in the person of those who have come to know the Christ of God incarnate; in Whom God the Father was dwelling, according to the saying: "I am in the Father, and the Father is in Me"; wherefore to Him alone could apply the saying, "There is no God beside Thee," inasmuch as the deity of the Word alone is united and blended with the paternal sovereignty, and on this account one glory and rule of both is conceived; and in the saying, "Egypt has laboured, and the merchandise of the Ethiopians, and the Sabaeim, men of stature, shall pass over to Thee," I think declaration is made concerning certain intelligible opposing powers that took up a contest against Christ and became subject to Him, or also souls of such a kind as at first resisted the Word, yet afterwards accepted servitude under Him for their own benefit. Concerning these at least I think there is also said, "They shall be servants to Thee, and shall follow behind Thee bound in fetters, and in Thee shall pray"; whereas the saying, "All who oppose Thee shall be put to shame and disgraced, and shall walk in shame," is prophesied concerning those who did not repent, but remained enemies and foes, and by no means wished to take upon them-
« Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου
"Hear Me, O Jacob, and Israel, whom I call: I am first, and I am forever. And My hand founded the earth, and My right hand