τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ Ἀγαπητῷ σου. » Ἐπιγραφή τις ἐν Ψαλμοῖς « Ὑπὲρ τοῦ Ἀγαπητοῦ » φέρεται· καὶ πάλιν εἴρηται· « Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ· » δείκνυται δ' ἐν τοῖς τόποις οὐκ ἄλλος ὢν τοῦ Χριστοῦ λεγόμενος Ἀγαπητὸς τοῦ Θεοῦ. Τούτου χάριν ἐπεσημηνάμεθα καὶ τὸν ἐν χερσὶν ἀγαπητόν· αὐτὸν ἐκεῖνον ὑπολαμβάνοντες εἶναι, ὃν καὶ ἐξ οὐρανοῦ φωνὴ σαφῶς ἀνεκήρυξε φήσασα· « Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. »
give birth, and cried out in her birth-pangs, so have we been to Thy Beloved." A certain superscription occurs in the Psalms, "For the Beloved"; and again it is said: "The King of the powers of the Beloved"; and in those passages He Who is called the Beloved of God is shown to be none other than Christ. For this reason we have noted also the beloved at hand, supposing Him to be that very One Whom a voice from heaven also clearly proclaimed, saying: "This is My beloved Son, in Whom I am well pleased."
« Ἀκούσατε λόγων Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου, οἱ ἐν Ἱερουσαλήμ· Ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα· διὰ τοῦτο οὕτως λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ· καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. » Καὶ πῶς οὐκ ἀληθῶς ἠλίθιος καὶ κομιδῆ καταγέλαστος ἡ τῶν σωματικῶς καραδοκούντων λίθον τινὰ τούτων δὴ τῶν πολυτελῶν καὶ πολυτίμων εἶναι νομιζομένων εἰς τὰ θεμέλια τῆς σωματικῆς Σιὼν ἐμβληθήσεσθαι πρὸς αὐτοῦ τοῦ Κυρίου ὑπόληψις, ἐφ' ὃν λίθον ὁ πιστεύσας οὐδαμῶς καταισχυνθήσεσθαι προφητεύεται; Τὰς μωρὰς τοιγαροῦν καὶ Ἰουδαϊκὰς διηγήσεις, τούς τε γραώδεις οὓς ὠνόμασεν ὁ Ἀπόστολος μύθους ἀποσεισάμενοι, Θεοῦ ἀξίως τὰς θεοπνεύστους παραδεχώμεθα προφητείας· φησὶν οὖν· « Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον. » Διὰ ποῖον δὲ τοῦτο, ἢ διὰ τὸ τοὺς ἄρχοντας τοῦ προτέρου λαοῦ πεποιηκέναι συνθήκας μετὰ τοῦ θανάτου, καὶ διὰ τὸ καταλεῖψαι μὲν αὐτοὺς τὴν τοῦ Θεοῦ διαθήκην, ἀντὶ δὲ ταύτης διαθήκην πρὸς τὸν ᾅδην πεποιηκέναι, ὑπολαμβάνειν δὲ διὰ ταῦτα μηδὲν κακὸν ἑαυτοὺς πείσεσθαι· ἀλλὰ καὶ διὰ τοῦτο τεθεικέναι μὲν ἐπὶ ψεῦδος τὴν ἐλπίδα αὐτῶν καὶ οἴεσθαι τῷ ψεύδει σκεπασθήσεσθαι· διὰ γάρ τοι ταῦτα, ὡς ἂν ἀποπεπτωκότων ἐκείνων ἀπὸ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, τὸν πολυτίμητον λίθον τοῖς πιστεύουσιν ἐπαγγέλλεται θήσειν. Πρὸς ἐκείνους δὲ τοὺς εἰρηκότας, « Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη, ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα, » ὑποκαταβὰς ὁ λόγος φησίν· « Οἱ πεποιθότες μάτην ψεύδει, οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα· » ἃ καὶ πρόδηλον ὅπως ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν εἰς ἐκεῖνον πεπλήρωται τὸν λαόν. Ἀκολούθως ἄρα ἡμεῖς οὐκ ἄλλον ἡγούμεθα εἶναι τὸν δηλούμενον ἐν-
"Hear the words of the Lord, you afflicted men, and rulers of this people who are in Jerusalem: Because you have said: We have made a covenant with Hades, and agreements with death; if the rushing tempest passes through, it shall by no means come upon us; we have made falsehood our hope, and by falsehood we shall be sheltered; therefore thus says the Lord, the Lord: Behold, I lay for the foundations of Sion a costly stone, chosen, a cornerstone, precious, for its foundations, and he who believes in Him shall by no means be put to shame; and I will set judgement for hope, and My mercy for balances." And how is not the supposition of those who bodily expect that some stone of those deemed costly and precious will be laid by the Lord Himself for the foundations of bodily Sion, upon which stone he who has believed is prophesied by no means to be put to shame, truly foolish and altogether ridiculous? Shaking off, therefore, foolish and Jewish tales, and what the Apostle called old wives' fables, let us receive the divinely inspired prophecies in a manner worthy of God; He says, then: "Therefore behold, I lay for the foundations of Sion a stone." And on what account is this, save because the rulers of the former people had made agreements with death, and because they had forsaken the covenant of God and instead of it had made a covenant with Hades, and supposed that on account of these things they themselves would suffer no harm; and moreover on this account had placed their hope upon falsehood and thought that they would be sheltered by falsehood; for on account of these things indeed, inasmuch as those men had fallen away from hope in God, He promises to lay the precious stone for those who believe. And to those who had said, "We have made a covenant with Hades, and agreements with death; the rushing tempest, if it passes through, shall by no means come upon us; we have made falsehood our hope, and by falsehood we shall be sheltered," proceeding a little lower the word says: "You who trust vainly in falsehood, the tempest shall by no means pass you by, lest also it take away your covenant of death, and your hope towards Hades shall by no means abide; if the rushing tempest comes upon you, you shall be to it for trampling down"; and it is evident how at the coming of our Saviour these things were fulfilled against that people. Consequently, therefore, we deem Him Who is signified he-