διαθήκη αἰώνιος ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. » Μετὰ τὴν τῆς διασπορᾶς τοῦ πνευματικοῦ καὶ ἀληθινοῦ Ἰσραὴλ ἐπισυναγωγὴν, καὶ μετὰ τὴν εὗρεσιν τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραὴλ, τοῦ πληρώματος τῶν ἐθνῶν προεισεληλυθότος, τηνικαῦτα ὁ Κύριος αὐτὸς μὲν ἔσεσθαι εἰς Θεὸν τῷ ἐσομένῳ αὐτοῦ λαῷ, τὸν δὲ δοῦλον αὐτοῦ Δαυΐδ ἄρχοντα θήσειν ἐν μέσῳ αὐτῶν, ποιμανοῦντα αὐτοὺς καὶ ἄρχοντα αὐτῶν οὐκ ἐπ' ὀλίγον καὶ βραχύν τινα χρόνον ἀλλ' ἐπὶ τὸν αἰῶνα ὑπισχνεῖται. Οἰέσθωσαν μὲν οὖν τὸν ἄνθρωπον ἐκεῖνον τὸν υἱὸν Ἰεσσαὶ κατεπαγγέλλεσθαι τὸν λόγον αὐτοῖς οἱ ἐκ περιτομῆς, βασιλείαν αὐτοῦ σωματικὴν αὖθις φανταζόμενοι, καὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐν φθαρτοῖς καὶ γηῖνοις καὶ θείας ἀναξίοις ἐπαγγελείας καραδοκοῦντες· ἡμεῖς δὲ μηδαμῶς ἁρμόζειν μήτε θείαις ὑποσχέσεσι, μήτε μὴν εἰς αὐτὸν ἀναφέρεσθαι τὸν Δαυΐδ, τὰ ὡς περὶ αὐτοῦ λεγόμενα πειθόμενοι ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ τὸν κατὰ σάρκα γενόμενον Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκλαμβάνωμεν, τὰς προφητείας τούτῳ μᾶλλον ἁρμόζειν ἤπερ ἐκείνῳ τῷ Δαυῖδ οἰόμενοι, τὰ ὡς ἂν ἐκ προσώπου Δαυῖδ ἐν ταῖς ἱεραῖς Γραφαῖς ἐμφερόμενα· οἷόν ἐστιν τὸ, « Κύριος εἶπεν πρὸς μὲ, Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· » καὶ τὸ, « Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, » λεγόμενον ἐν ιζʹ ψαλμῷ· ἔνθα πάλιν ὡς ἐκ προσώπου αὐτοῦ λέλεκται τὸ, « Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. » Περὶ τίνος δὲ ἄλλου προσήκει [ν] τὸν Θεὸν φάσκειν ὑπονοεῖν τὸ, « Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ· » καὶ τὸ, « Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, » ἢ περὶ τοῦ Σωτῆρος ἡμῶν τοῦ μονογενοῦς παιδὸς αὐτοῦ; Τί γὰρ ἐξαίρετον παρὰ τοὺς λοιποὺς προφήτας τε καὶ δικαίους ἄνδρας κατωρθῶτο τῷ Δαυῖδ, ὡς περὶ μόνου αὐτοῦ ταῦτα λέγεσθαι, καὶ αὐτὸν προφητεύεσθαι αὖθις ἀναστήσεσθαι βασιλέα τε καὶ ποιμένα τῶν τοῦ Θεοῦ προβάτων; Ταῦτα δὴ πάντα συνορῶντες, ἐφιστάντες τῇ τοῦ Ἠσαΐου προφητείᾳ μετὰ τὴν τοῦ Δαυῖδ τελευτὴν ἀνακηρυττούσῃ τά τε ἄλλα περὶ τοῦ Χριστοῦ, καὶ τὸ, « Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ· » καὶ τὰ τούτοις ἑξῆς εἰκότως περὶ τοῦ αὐτοῦ καὶ τὰ ἐνθάδε, ὡς περὶ Δαυῖδ προφητευόμενα, λέγεσθαι πεπείσμεθα. Μόνος γὰρ ὁ Χριστὸς τοῦ
an everlasting covenant shall be with them; and I will set my sanctuary in their midst for ever, and my tabernacle shall be among them, and they shall be to me for a people, and I will be to them for God. And the nations shall know that I am the Lord Who sanctifies them, when my sanctuary is in their midst for ever." After the gathering together of the dispersion of the spiritual and true Israel, and after the finding of the lost sheep of the house of Israel, once the fullness of the nations has entered in beforehand, then the Lord promises that He Himself will be for God to His people that shall be, and that He will set His servant David as ruler in their midst, to shepherd them and rule over them not for a brief and short time, but for ever. Let those of the circumcision, then, suppose if they will that the word promises them that man, the son of Jesse, imagining again a bodily kingdom of his, and eagerly awaiting the promises of God in things corruptible and earthly and unworthy of divine promise; we, however, being persuaded that the things spoken as though concerning him by no means befit divine promises, nor yet refer to David himself, let us understand them of our Saviour and Lord Jesus Christ, born of his seed according to the flesh, deeming that the prophecies transmitted in the sacred Scriptures as though in the person of David befit Him rather than that David: such as is the saying, "The Lord said to me, My Son art Thou; today have I begotten Thee;" and the saying, "Thou wilt set me as head of nations," spoken in the 17th Psalm; where again, as though in his person, there has been spoken the saying, "A people whom I knew not served me; at the hearing of the ear they obeyed me." And concerning whom else is it fitting to suppose that God utters the saying, "He Himself shall call upon me, Thou art my Father," and the saying, "And I will make Him firstborn," save concerning our Saviour, His Only-begotten Son? For what exceptional thing beyond the rest of the prophets and righteous men had been achieved by David, that these things should be said of him alone, and that he should be prophesied as going to rise up again as king and shepherd of the sheep of God? Viewing all these things together, therefore, and attending to the prophecy of Isaiah proclaiming after the death of David both the other things concerning Christ and the saying, "There shall come forth a rod out of the root of Jesse, and a blossom shall come up out of the root, and the Spirit of God shall rest upon Him," and the words that follow these, we are reasonably persuaded that the things here too, prophesied as though concerning David, are spoken concerning the very same One. For Christ alone, of