Migne Reading Room

PG 22 · cols. 1173–1184 · Read from the page

Prophetic selections

Prophetic selections

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:1173Read from the page
βασιλέων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις εἰς τοὺς αἰῶνας ἔσται καὶ οὐ φθαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, καθάπερ ἑώρακας ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον, καὶ τὸν χαλκὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσόν. » Καὶ ταῦτα περὶ τῆς ἐπὶ συντελείᾳ τῶν αἰώνων γενησομένης τοῦ Χριστοῦ βασιλείας δηλοῦται· ὁ γάρ τοι λίθος, ὁ ἐξ ὄρους τμηθεὶς ἄνευ χειρῶν, σύμβολον ἂν εἴη τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ἐν ἄλλαις προφητείαις λίθου προσαγορευθέντος, ὡς ἐπὶ τοῦ, « Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον· » καὶ, « Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. » Τοῦτον οὖν φησιν ὁ παρὼν λόγος τὰς βασιλείας τοῦ κόσμου καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας καθελόντα καὶ συντρίψοντα καθέξειν τὴν τῶν ἁγίων βασιλείαν εἰς τὸν αἰῶνα.
kings the God of heaven will raise up another kingdom, which shall exist for the ages and shall not be destroyed, and this kingdom shall by no means leave another nation, but shall strike and wipe out the kingdoms, and itself shall stand for ever, just as you have seen a stone cut out of a mountain without hands, and it crushed the earthenware, the iron, and the bronze, and the silver, and the gold." And these things are declared concerning the kingdom of Christ that will come to pass at the consummation of the ages; for indeed the stone cut out of a mountain without hands would be a symbol of the Word of God, Who in other prophecies also is called a stone, as in the saying, "Behold, I lay in Sion a chosen, precious cornerstone;" and, "The stone which the builders rejected, this has become the head of the corner." The present passage therefore says that He, having overthrown and going to shatter the kingdoms of the world and the principalities and the authorities and the world-rulers, will possess the kingdom of the saints for ever.
ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ.
Chapter XLIII.
Τοῦ αὐτοῦ.
Of the same.
Ναβουχοδονόσορ ὁ βασιλεὺς τοὺς περὶ τὸν Ἀνανίαν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβαλὼν, ὡς ἔγνω μηδὲν αὐτοὺς ὑπὸ τοῦ πυρὸς ἠδικημένους, αὐτόπτης τοῦ παραδόξου γενόμενος, τοῖς ἑαυτοῦ φίλοις εἰρηκὼς ἀναγέγραπται· « Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν μέσῳ τοῦ πυρός; » συμφησάντων δὲ αὐτῶν, « Ἰδοὺ ἐγὼ, φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν τῷ πυρὶ, καὶ φθορὰ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱοῦ Θεοῦ· » ὡσαύτως δὲ καὶ τὸ Ἑβραϊκὸν « ὁμοίωμα Υ̓ιοῦ Θεοῦ » περιέχει, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἐκδεδώκασιν ἑρμηνευταί· τούτου δὴ οὖν ἕνεκα ἐσημειωσάμεθα τὸν τόπον, ὡς καὶ ἐντεῦθεν σημαινομένης τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ προσηγορίας.
King Nebuchadnezzar, having cast Ananias and his companions into the furnace of fire, when he perceived that they had been harmed in nothing by the fire, having become an eyewitness of the marvel, is recorded as having said to his friends: "Did we not cast three men into the midst of the fire?" And when they agreed, "Behold," he says, "I see four men unbound and walking about in the fire, and there is no harm in them, and the appearance of the fourth is a likeness of a son of God;" and in the same way the Hebrew text also contains "a likeness of the Son of God," and the rest of the translators too have rendered it similarly; for this very reason, therefore, we have noted the passage, since from this source also the title of the Son of God is signified.
ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ.
Chapter XLIV.
Τοῦ αὐτοῦ.
Of the same.
Ἐν τοῖς ὁράμασιν ὁ Δανιήλ φησιν· « Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσηνέχθη αὐτῷ, καὶ ἐδόθη αὐτῷ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. » Συνᾴδει ταῦτα τῇ τοῦ αὐτοῦ Δανιὴλ προφητείᾳ προθεσπιζούσῃ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας κατὰ τὸν λίθον τὸν ἀποτμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν· τίς γὰρ ἂν ἄλλος, ὁ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν φθάνων, εἴη ἢ ὁ εἰπὼν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ δι' ἡμᾶς μορφὴν δούλου λαβὼν, καὶ υἱὸς ἀνθρώπου γενόμενος, « Ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς τὸν Θεὸν ὑπάγω; » ὃς καὶ παρόντων τῶν ἑαυτοῦ μαθητῶν, « βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλα-
In his visions Daniel says: "I was beholding in a vision of the night, and behold, upon the clouds of heaven One coming like a Son of man, and He came even to the Ancient of days, and was brought near to Him, and to Him was given authority and honour and kingship; and all peoples, tribes, tongues shall serve Him: His authority is an everlasting authority, which shall not pass away, and His kingdom shall not be destroyed." These things accord with the prophecy of the same Daniel foretelling the kingdom of Christ under the figure of the stone cut out of a mountain without hands; for Who else could He be Who comes like a Son of man upon the clouds and reaches even to the Ancient of days, save our Lord Jesus Christ, Who took the form of a servant for our sakes and became a son of man, Who said, "I came forth from the Father, and I am going to God"? Who also, while His own disciples were present, "as they were looking on, was lifted up, and a cloud took
Notes, col. 1173

On the reading

Printed Υ̓ιοῦ, for Υἱοῦ.

PG 22:1176Read from the page
βεν αὐτὸν, » ὅτε καὶ ἀτενιζόντων εἰς τὸν οὐρανὸν, ἰδοὺ δύο ἄνδρες ἐν ἐσθήσεσι λαμπραῖς ὀφθέντες, τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας αὐτοὺς ἐδίδασκον, αὖθις ἐν νεφέλῃ παραγενήσεσθαι αὐτὸν προλέγοντες. Τῷ οὖν Χριστῷ μόνῳ ὑπὸ τοῦ Πατρὸς ἐδόθη καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ὥστε πάντα τὰ ἔθνη λατρεύειν αὐτῷ, καὶ « πᾶσαν γλῶσσαν ἐξομολογεῖσθαι, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός. »
Him up," when also, as they were gazing into heaven, behold, two men appearing in shining garments taught them the things concerning His second coming, foretelling that He would come again in a cloud. To Christ alone, therefore, was given by the Father both the honour and the kingship, so that all the nations should worship Him, and "every tongue confess that Jesus Christ is Lord, to the glory of God the Father."
ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ.
Chapter XLV.
Τοῦ αὐτοῦ.
Of the same.
Εὐξαμένῳ τῷ Δανιὴλ περὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ παντὸς λαοῦ, περί τε τῆς ἐρημώσεως τῆς Ἰερουσαλὴμ, Γαβριὴλ ἐπιφανεὶς ἀρχάγγελος ὁμοῦ τε αὐτῷ σημαίνει τὸ συμπέρασμα τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας, καὶ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ, τόν τε ἀπὸ τῆς ἀνανεώσεως ἐπὶ τὴν τοῦ Χριστοῦ παρουσίαν χρόνον, καὶ τὴν μετὰ ταῦτα γενησομένην δευτέραν ἅλωσιν τῆς πόλεως, καὶ τὸν ἐπὶ πᾶσιν ἀνδραποδισμὸν τοῦ παντὸς ἔθνους, τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἐπιτελεσθέντα. Ἔχουσι δὲ αὐτοῦ τοῦτον τὸν τρόπον αἱ λέξεις· « Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγῖσαι ἁμαρτίας, καὶ ἀπολεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγῖσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. Καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγων (ου) τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ, καὶ ἑβδομάδες ξβʹ· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεία, καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβʹ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ
When Daniel prayed concerning the captivity of the whole people in Babylon and concerning the desolation of Jerusalem, the archangel Gabriel appeared and at once signified to him the conclusion of the seventy years' captivity, and the renewal of Jerusalem, and the time from the renewal until the coming of Christ, and the second capture of the city that was going to take place after these things, and finally the enslavement of the whole nation accomplished after the coming of Christ. And his words run in this manner: "Daniel, I have now come forth to instruct you in understanding; at the beginning of your supplication a word went forth, and I have come to declare it to you, because you are a man of desires; so ponder the word, and understand in the vision. Seventy weeks have been cut short upon your people and upon the holy city, for sin to be brought to an end, and to seal up sins, and to blot out lawlessnesses, and to make atonement for iniquities, and to bring in everlasting righteousness, and to seal up vision and prophet, and to anoint the holy of holies. And you shall know and understand: from the going forth of words (word) to answer and to build Jerusalem until Christ the ruler shall be 7 weeks, and 62 weeks; and it shall return, and street and wall shall be built, and the times shall be emptied out. And after the 62 weeks anointing shall be utterly destroyed, and there is no judgement in it; and he shall destroy the city and the sanctuary along with the coming ruler, and they shall be cut off in a flood, and until the end of a war cut short by desolations. And one week shall strengthen a covenant for many; and in the half of the week sacrifice and drink-offering shall be taken away, and upon the
Τῶν εἰς τὰς προκειμένας ἑβδομάδας ἐπιβεβληκότων μόνον ἴσμεν Ἀφρικανὸν ἀκριβέστατα καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἐπιτετευγμένως τεθεωρηκότα· καὶ δή μοι δοκεῖ ἀναγκαῖον εἶναι πρῶτον αὐτοῦ τὴν εἰς τοὺς τόπους διήγησιν εἰς μέσον ἀγαγεῖν, εἶθ' οὕτως ἐπισκέψασθαι, εἴ τι ἄρα καὶ αὐτοὶ δυναίμεθα συμβαλέσθαι τῷ λόγῳ. Γράφει δὴ οὖν ἐν πέμπτῳ τῶν Χρονογραφιῶν κατὰ λέξιν οὕτως·
Of those who have set their hand to the weeks before us, we know Africanus alone to have examined them most accurately and more successfully than the rest; and indeed it seems necessary to me first to bring forward his exposition of the passages, and then in that way to inquire whether perhaps we ourselves too might be able to contribute something to the discussion. He writes, then, in the fifth book of the Chronographiae word for word thus:
ΚΕΦΑΛΑΙΟΝ ΜϚʹ.
Chapter XLVI.
Ἀφρικανοῦ.
Of Africanus.
« Ἡ μὲν οὖν περικοπὴ οὕτω πως ἔχουσα πολλά τε
"The passage, then, running somewhat thus, signifies many and
PG 22:1177Read from the page
καὶ παράδοξα σημαίνει· νῦν δ' ὧν χρεία περί τε τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα. Ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας οʹ μέλλοντος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ Σωτῆρος ἢ ἀπὸ τούτου τὰ παραπτώματα παλαιοῦται, καὶ αἱ ἁμαρτίαι συντελοῦνται διὰ τὴν ἄφεσιν, αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τῶν ἀδικιῶν ἀπαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται (παρὰ) τὴν ἐκ νόμου, ὁράσεις τε καὶ προφητεῖαι μέχρις Ἰωάννου· χρίεται Ἅγιος ἁγίων· πρὸ γὰρ τῆς τοῦ Σωτῆρος παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον. Ἄρξασθαι δὴ τῶν ἀριθμῶν, τοῦτ' ἔστι τῶν οʹ ἑβδομάδων, ἅ ἐστιν ἔτη υϟʹ, ὁ ἄγγελος ὑποτίθεται « ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλήμ· » συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου Περσῶν βασιλεύοντος εἰκοστῷ ετει. Νεεμίας γὰρ ὁ τούτου οἰνοχόος δεηθεὶς ἀποκρίσεώς τε ἔτυχεν οἰκοδομηθῆναι Ἰερουσαλὴμ, καὶ λόγος ἐξῆλθεν κελεύων ταῦτα· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου ἡ πόλις ἠρήμωτο. Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἑκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελθόντες, καὶ οἱ ἐπὶ τούτοις ἅμα Ἔζρᾳ, τὸν νεὼν οἰκοδομεῖν ἐκωλύοντο τὰ πρῶτα, καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου. Ἔμεινεν οὖν ἕως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου εἰκοσαετοῦς, Περσῶν δὲ ἡγεμονίας πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ, ἀπὸ δὲ τῆς ἁλώσεως Ἰερουσαλὴμ ρπεʹ ἔτη· καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν, Νεεμίας τε καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ οἰκοδομὴ πλατεία καὶ περὶ τεῖχος, ὡς προεφητεύθη· κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν οʹ ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται.
marvellous things; but now we shall discourse upon what is needful concerning the times and the matters bearing upon them. That these things are spoken concerning the coming of Christ, Who was going to appear after 70 weeks, is plain; for in the time of the Saviour or from Him transgressions grow obsolete, and sins are brought to an end through forgiveness, and lawlessnesses together with iniquities are wiped away by propitiation, and everlasting righteousness is proclaimed (beyond) that which is from the law, and visions and prophecies last until John; the Holy of holies is anointed: for before the coming of the Saviour these things did not yet exist and were only awaited. Now to begin the numbers, that is the 70 weeks, which are 490 years, the angel sets down "from the going forth of a word to answer and to build Jerusalem;" and these things happened under Artaxerxes king of the Persians in his twentieth year. For Nehemiah his cupbearer made petition and obtained an answer that Jerusalem should be built, and a word went forth commanding these things; for until that time the city had lain desolate. For when Cyrus after the seventy years' period of the captivity voluntarily sent back everyone who wished, those who came down with Joshua the high priest and Zerubbabel, and those after them along with Ezra, were at first hindered from building the temple and from casting a wall around the city, on the ground that this had not been commanded. It remained so, therefore, until Nehemiah and the twentieth year of the reign of Artaxerxes, and the one hundred and fifteenth of the empire of the Persians, and 185 years from the capture of Jerusalem; and then King Artaxerxes commanded the city to be built, and Nehemiah, having been sent down, took charge of the work, and the building of street and circuit of wall took place, as had been prophesied; and as we reckon from that point, 70 weeks are completed down to Christ.
Εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται, καὶ πλεῖστα ἄτοπα ἀπαντήσει· ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν οʹ ἑβδομάδων, ἔτη ρʹ καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ' ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσεν, πολλῷ δὲ πλείων, εἰ ἀπ' ἀρχῆς τῆς αἰχμαλωσίας· εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσιν σλʹ περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τʹ παρατείνασαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἔτος ἑκκαιδέκατον εἰς ἔτη ξʹ· ἀπὸ δὲ Ἀρταξέρξου οʹ ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. Ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἰερουσαλὴμ ἀνοικίσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται υοεʹ, ἅπερ Ἑβραϊκὰ τετρακόσια ἐνενήκοντα ἔτη γίνεται κατὰ τὸν σεληναῖον μῆνα τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὃς ἐστιν, ὡς πρόχειρον εἰπεῖν, ἡμερῶν εἰκόσι ἐννέα ἥμισυ· οὕτως τοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τξεʹ τε-
For if we should begin to reckon from anywhere else and not from here, neither will the time agree, and very many absurdities will meet us; for if we make the beginning of the reckoning of the 70 weeks from Cyrus and the first sending back, 100 years and more are left over, and a still longer time if from the day on which the angel prophesied to Daniel, and much longer still if from the beginning of the captivity: for we find the kingdom of the Persians bounded by 230 years, and that of the Macedonians extending to 300 years, and from then until the sixteenth year of Tiberius Caesar to 60 years; whereas from Artaxerxes 70 weeks are completed down to the time of Christ according to the numbers of the Jews. For from Nehemiah, who was sent by Artaxerxes to rebuild Jerusalem in the one hundred and fifteenth year of the kingdom of the Persians, and in the twentieth year of the reign of Artaxerxes himself and the fourth year of the eighty-third Olympiad, down to this time, which was the second year of the two hundred and second Olympiad, and the sixteenth year of the reign of Tiberius Caesar, there are gathered 475 years, which come to four hundred and ninety Hebrew years, since they count out their years according to the lunar month, which is, to speak roundly, of twenty-nine and a half days; the cycle thus consisting of 365 days and a quar-
Notes, col. 1177

On the reading

Printed ετει, for ἔτει.

Printed ὃς ἐστιν, for ὅς ἐστιν.

Printed εἰκόσι, for εἴκοσι.

PG 22:1180Read from the page
τάρτου τὴν κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέραις ἐνδέκα καὶ τετάρτῳ. Διὰ τοῦτο καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν· ὀκτάκι γὰρ τὰ ἕνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. Τὰ τοίνυν υοεʹ ἔτη ὀκταετηρίδες γίνονται νθʹ, καὶ μῆνες γʹ, ὡς τριμήνου δὲ ἐμβο-
ter, the twelve-month period according to the moon differs by eleven days and a quarter. On this account both Greeks and Jews intercalate three intercalary months every eight years; for eight times eleven and a quarter makes a three-month period. The 475 years, accordingly, come to 59 eight-year cycles and 3 months; and since a three-month inter-
Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνὴρ εἰς τοὺς τόπους ἐπιβέβληκεν· φέρε δὴ καὶ ἡμεῖς μετὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν ἴδωμεν, εἰ οἷόν τε καὶ ἑτέρως τοῖς τόποις ἐπιβαλεῖν, ὡς ἂν μὴ δοκοῖμεν τοὺς ἀπὸ Κύρου καὶ ἐπὶ Ἀρταξέρξην ὑποκλέπτοντες χρόνους βιαιοτέραν ποιεῖσθαι τὴν ἀπόδοσιν, καὶ ἄλλως μὴ δὲ τὴν αἰτίαν παριστάναι δοκεῖν τῆς τῶν ἑπτὰ ἑβδομάδων καὶ τῶν ξβʹ διαιρέσεως, ἣν ὁ θεῖος Λόγος πάντως που μετά τινος εὐλόγου διανοίας καὶ βαθυτάτης συνέσεως πεποίηται φήσας· « Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ, καὶ ἑβδομάδες ξβʹ καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος. » Ὅρα δὴ εἰ μὴ ἀβίαστος γένοιτ' ἂν ἡμῖν ἡ διήγησις ἐξ αὐτοῦ Κύρου, καθ' ὃν ὁ Δανιὴλ προφητεύει, τοὺς χρόνους ἀπαριθμουμένοις. Οὗτος γὰρ οὖν πρῶτος τὴν περὶ τοῦ ἀνεγεῖραι τὴν Ἰερουσαλὴμ ἀπόκρισιν ἐξενήνοχε κατὰ τὴν ἐν τῷ Ἔζρᾳ γραφὴν, τοῦτον ἔχουσαν τὸν τρόπον· « Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἰερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐγγράπτως, λέγων· Οὕτως εἶπεν Κύρος ὁ βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς παρέδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ' ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἰερουσαλὴμ τῇ ἐν Ἰουδαίᾳ. Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; Καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἰερουσαλήμ· » καὶ τὰ ἑξῆς. Οἷς ἐπιφέρεται· « Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβεν Ναβουχοδονόσορ ἀπὸ Ἰερουσαλὴμ, καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ. Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος, ὁ βασιλεὺς Περσῶν, ἐπὶ χεῖρα Μιθριδάτου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σαμανασσὰρ, ἄρχοντι τοῦ Ἰούδα. » Ἐπὶ τούτοις ἱστορεῖ ἡ Γραφὴ ὡς ἀνελθόντες οἱ πρῶτοι καταβάλλονται τοὺς τοῦ ἱεροῦ θεμελίους, καὶ ὡς εἴργονταί γε ἐν τῷ μεταξὺ χρόνῳ τῆς σπουδῆς, ἕως ἐπὶ ἑβδόμην ἐτῶν ἑβδομάδα. Τεσσαράκοντα γοῦν καὶ ἓξ ἔτη ἀπὸ Κύρου καὶ ἐπὶ τὸ Δαρείου ἕκτον ἔτος περιγράφεται, ἐν ᾧ πέρας ἴσχει τὰ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὅθεν εἰκότως ἀπὸ τῶν λοιπῶν ἑβδομάδας ζʹ τὰς πρώτας ὁ λόγος ἀφωρίσατο, τὸν μεταξὺ χρόνον τῆς πρώτης καταβολῆς τῶν τοῦ ναοῦ θεμελίων καὶ τῆς εἰς ἄκρον αὐτοῦ ἀναπληρώσεως ἐμφῆναι βουλόμενος. Κύρος μὲν γὰρ ἔτη τριάκοντα καὶ ἓν βασιλεύσας, Καμβύσῃ τῷ παιδὶ παραδίδωσι τὴν ἀρχήν· οὗ ἐπὶ ἐννέα διαγενομένου ἔτεσι, Δαρεῖος τὴν
These observations, then, the aforesaid man has contributed upon the passages; come now, let us also, after the interpretation that has been set forth, see whether it is possible to approach the passages in another way as well, lest by stealthily passing over the times from Cyrus down to Artaxerxes we should seem to make our explanation somewhat forced, and besides seem not even to set forth the reason for the division of the seven weeks and the 62, which the divine Word has surely made with some reasonable intent and deepest understanding when it said: "And you shall know and understand from the going forth of a word to answer and to build Jerusalem until Christ the ruler shall be 7 weeks, and 62 weeks, and it shall return and street and wall shall be built." See then whether our exposition might not prove unforced for us if we reckon out the times from Cyrus himself, in whose time Daniel prophesies. For he first of all issued the answer concerning the raising up of Jerusalem according to the Scripture in Ezra, which runs in this manner: "And in the first year of Cyrus king of the Persians, that the word of the Lord from the mouth of Jeremiah might be accomplished, the Lord stirred up the spirit of Cyrus king of the Persians, and he proclaimed a voice in all his kingdom, and indeed in writing, saying: Thus said Cyrus the king of the Persians: All the kingdoms of the earth the Lord the God of heaven has delivered to me, and He Himself has charged me to build Him a house in Jerusalem which is in Judaea. Who is there among you from all His people? And his God shall be with him, and he shall go up to Jerusalem;" and what follows. To which is subjoined: "And King Cyrus brought forth the vessels of the house of the Lord, which Nebuchadnezzar had taken from Jerusalem and placed in the house of his god. And Cyrus, the king of the Persians, brought them forth by the hand of Mithridates and counted them out to Samanassar, ruler of Judah." After these things the Scripture relates how the first who went up laid the foundations of the temple, and how indeed they were hindered from their zeal in the intervening time, until the seventh week of years. Forty-six years, at all events, are marked off from Cyrus down to the sixth year of Darius, in which the work of building the temple reached its end; whence reasonably the word separated off the first 7 weeks from the rest, wishing to indicate the intervening time between the first laying of the foundations of the temple and its complete fulfilment. For Cyrus, having reigned thirty-one years, hands over the sovereignty to his son Cambyses; and after he had continued for nine years, Darius, having
Notes, col. 1180

On the reading

Printed ἐνδέκα, for ἕνδεκα.

PG 22:1181Read from the page
βασιλείαν παραλαβών, αὖθις μετὰ Κύρον διὰ τοῦ προγράμματος τὴν Ἰερουσαλὴμ οἰκοδομηθῆναι προστάττει. Καὶ δὴ κατὰ τὸ ἕκτον αὐτοῦ τῆς ἀρχῆς ἔτος, ὅπερ ἦν ἀπὸ Κύρου τεσσαρακοστὸν καὶ ἕκτον, τὰ τῆς οἰκοδομῆς ἀποπληροῦται· ὅθεν ὁρμώμενοι τῷ Σωτῆρι ἡμῶν ἔλεγον· « Μʹ καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; » Κατὰ δὲ τὸν Ἰώσηπον οʹ (θʹ) καὶ μʹ ἔτη ἀκριβῶς τὰ ἀπὸ Κύρου ἐπὶ τὸ Δαρείου ἔνατον ἔτος συνάγεται, ἐν ᾧ τέλος ἐπιθεῖναι τῇ τοῦ ναοῦ οἰκοδομῇ ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας φησὶν αὐτολεξεὶ δηλῶν οἰκοδομηθήσεσθαι τὸν ναὸν ζʹ (sic) μηνὶ τοῦ ἐνάτου τῆς ἐπὶ Δαρείου βασιλείας ἔτους· οἷς καὶ ἐπιφέρει λέγων· « Κατῴκισαν δὲ ἐν τοῖς Ἰεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατ[ορ]ικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων, ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐγγόνους. » Αἷδε μὲν ουν αἱ ἐν τῇ προφητείᾳ φερόμεναι ζʹ ἑβδομάδες εἰς τὸ προδεδηλωμένον ἔτος Δαρείου περιοριζόμεναι, πρόδηλον ουν δι' ἣν αἰτίαν τῶν (τὸν) ἀπὸ τῶν λοιπῶν ἀφορισμὸν εἰλήφασιν. Ἴδωμεν δὲ καὶ τὰς λοιπὰς ξβʹ ἐπὶ ποίους περιορίζονται χρόνους. Τὸ μὲν δὴ ἔνατον ἔτος Δαρείου κατὰ τὴν ἑβδόμην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα ἐκ τῆς τῶν παρ' Ἕλλησι χρονογράφων παρίσταται ἱστορίας· ἀπὸ δὴ οὖν ταύτης ἐπὶ τὴν ἑκατοστὴν ἑκκαιδεκάτην Ὀλυμπιάδα, καθ' ἣν Σέλευκος μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν Συρίας ἁπάσης καὶ Βαβυλωνίας ἐκράτησεν, ἔτη γίνεται σʹ· ἐντεῦθεν δ' ἐπὶ τὴν τελευτὴν Σίμωνος, Ἰουδαίων ἀρχιερέως, τῆς κατὰ Συρίαν ἀρχῆς ζʹ καὶ οʹ καὶ ρʹ διαγενέσθαι ἡ πρώτη τῶν καλουμένων Μακκαβαϊκῶν σημαίνει γραφὴ, μέχρι τούτου περιγράφουσα τὴν ἱστορίαν. Πάλιν δ' ἐντεῦθεν τὰς τῶν ἱερέων διαδοχὰς ἀκριβέστατα ἐπισημαινόμενος ὁ Ἰώσηπος μετὰ Σίμωνα τὸν προδεδηλωμένον φησὶ καθηγήσασθαι τοῦ λαοῦ Ἰωάννην τὸν καὶ Ὑρκανὸν ἔτεσιν θʹ καὶ κʹ· τοῦτον δὲ διαδέξασθαι Ἀριστόβουλον, ὃν καὶ βασιλεῦσαι ἐνιαυτόν· μετὰ δὲ τοῦτον Ἀλέξανδρος ἔτεσι κζʹ, μεθ' ὃν τὴν γυναῖκα Ἀλεξάνδραν, ἐφ' ἣν τὰ πάντα ἀπὸ ἐνάτου ἔτους Δαρείου ἔτη συνάγεται υλδʹ, ὁπόσα δ' ἂν γένοιτο ἐκ τῶν ξβʹ ἑβδομάδων ἐν αἷς οἱ χριστοὶ ἡγούμενοι, οὗτοι δ' ἂν εἶεν οἱ ἀρχιερεῖς, ἀρξάμενοι ἀπὸ Κύρου τῶν τοῦ ἔθνους προέστησαν πραγμάτων. Πρόδηλον γὰρ ἀπό τε τῆς ἱερᾶς Γραφῆς, οὐ μὲν (μὴν) ἀλλὰ καὶ ἀπὸ τῶν προτεθεισῶν τοῦ Ἰωσήπου φωνῶν, ὡς ὅτι μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἐξ αὐτοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου ἡγεμόσι καὶ ἄρχουσι τοῖς κατὰ διαδοχὴν ἐχρῶντο, μέχρι ὧν ὁ Ἰώσηπος ὀνομάζει Ἀσαμωναίου παίδων, οὓς ἡ Γραφὴ Μακκαβαίους ὠνόμασεν, ὧν πρῶτος ἀρχιεράτευσεν Ἰούδας ὁ Μακκαβαῖος ἐπικληθεὶς, ὃς καὶ καθηγήσατο τοῦ λαοῦ τοὺς Ἀντιόχου τροπωσάμενος στρατηγούς. Μεθ' ὃν Ἰωνάθης ἀδελφὸς αὐτοῦ ὁμοῦ τὴν ἀρχιερωσύνην καὶ τὴν τοῦ λαοῦ διαλαμβάνει προστασίαν· καὶ αὖθις τούτου ἀδελφὸς Σίμων ἀρχιερεὺς, μεθ' ὃν Ὑρκανὸς, μεθ' ὃν Ἰούδας,
received the kingdom, again after Cyrus orders by edict that Jerusalem be built. And indeed in the sixth year of his rule, which was the forty-sixth from Cyrus, the work of the building is brought to completion; starting from which they said to our Saviour: "In 46 years was this temple built, and will you raise it up in three days?" According to Josephus, however, accurately 70 (9) and 40 years are gathered from Cyrus down to the ninth year of Darius, in which he says in the eleventh book of the Antiquities that an end was put to the building of the temple, stating word for word that the temple would be built in the 7th (sic) month of the ninth year of the reign of Darius; to which he also adds, saying: "And those who settled in Jerusalem used an aristocratic polity combined with oligarchy; for the priests stood at the head of affairs, until it came to pass that the descendants of Asamonaeus reigned as kings." These, then, are the 7 weeks transmitted in the prophecy, bounded at the aforesaid year of Darius, so that it is plain for what reason they have received their separation from the rest. Let us see also to what times the remaining 62 are bounded. Now the ninth year of Darius is established from the history of the chronographers among the Greeks as falling in the sixty-seventh Olympiad; from this, then, down to the one hundred and sixteenth Olympiad, in which Seleucus after the death of Alexander gained control of all Syria and Babylonia, there come 200 years; and from there down to the death of Simon, high priest of the Jews, the first book of the so-called Maccabees signifies that 177 years of the Syrian rule elapsed, bounding its history up to that point. And again from there Josephus, marking out the successions of the priests most accurately, says that after the aforesaid Simon, John who was also called Hyrcanus led the people for 29 years; and that Aristobulus succeeded him, and reigned as king for a year; and after him Alexander for 27 years, after whom his wife Alexandra, down to whom all the years from the ninth year of Darius are gathered as 434, just as many as would result from the 62 weeks during which the anointed rulers, and these would be the high priests, beginning from Cyrus stood at the head of the affairs of the nation. For it is plain both from sacred Scripture, and indeed also from the words of Josephus set forth above, that after the return from Babylon, from Joshua the high priest himself onwards, they used leaders and rulers in succession down to those whom Josephus names the sons of Asamonaeus, whom Scripture named Maccabees, the first of whom to serve as high priest was Judas surnamed Maccabaeus, who also led the people after routing the generals of Antiochus. After whom Jonathan his brother takes over at once the high-priesthood and the leadership of the people; and again his brother Simon as high priest, after whom Hyrcanus, after whom Judas,
Notes, col. 1181

On the reading

Printed ουν, for οὖν.

Printed ουν, for οὖν.

PG 22:1184Read from the page
ὁ καὶ Ἀριστόβουλος, διαδέχεται· καὶ πρῶτος ἐπὶ τῇ ἀρχιερωσύνῃ καὶ βασιλείᾳ περιέθετο διάδημα. Μεθ' ὃν τὴν ἀρχιερωσύνην ὁμοῦ καὶ τὴν βασιλείαν παραλαβὼν Ἀλέξανδρος ἐπὶ διαδόχῳ γυναικὶ τελευτᾷ· ἐν ᾧ τῶν ἐν τῷ Δανιὴλ συμπερασθεισῶν ἑβδομάδων οἱ ἐξ ἱερέων ἄρχοντες χριστοὶ προσαγορευόμενοι διαλείπουσιν· ὥστε δηλοῦν τὸ φάσκον λόγιον, « ἕως χριστοῦ ἡγουμένου, » τοσάσδε ἔσεσθαι ἑβδομάδας· ὡσεὶ σαφέστερον εἰρήκει, θʹ καὶ ξʹ διελεύσεσθαι ἐτῶν ἑβδομάδας, τοῦτ' ἔστι χρόνων(ον) γʹ καὶ πʹ καὶ υʹ ἐτῶν, ἐν ᾧ χριστός τις καὶ ἀρχιερεὺς κατὰ διαδοχὴν ἡγούμενος τῶν τοῦ λαοῦ προστήσεται πραγμάτων. Καὶ δὴ παντί τῳ σαφὲς ἐκ τῶν προπαρατεθέντων ἡμῖν, ὡς τοσοῦτος ἐτῶν ἀριθμὸς τῶν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ ὑστάτου αὐτῶν ἡγησαμένου ἀρχιερέως παρίσταται. Μεθ' ὃν μόνη τῶν πώποτε τὸ τηνικαῦτα γυνὴ τὴν τοῦ ἔθνους βασιλείαν διαλαμβάνει, ἐξ ἧς ὁμοῦ τά τε τῆς Ἰουδαίων ἡγεμονίας, καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς προϊούσης ἀρχιερωσύνης συγχεῖται. Διαλαβοῦσα γοῦν ἡ προδεδηλωμένη τὴν ἀρχὴν, τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ τῷ παιδὶ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θʹ κατασχοῦσα τελευτᾷ. Μεθ' ἣν Ἀριστόβουλος, ἕτερος αὐτὸς πλεῖστα στασιάσας πρὸς τὸν ἀδελφὸν, ἐκεῖνον μὲν τὴν ἀρχιερωσύνην ἀφαιρεῖται, αὐτὸς δὲ πρὸς ταύτῃ καὶ τῆς βασιλείας μετὰ τρίτον ἔτος ἀποπίπτει. Ῥωμαίων γὰρ αὐτίκα στρατηγὸς Πομπήϊος ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμης ἅμα τέκνοις ἀναπέμπει· μεθ' ὃν καὶ τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ἀχθέντος, τὴν κατὰ Ἰουδαίων βασιλείαν πρῶτος ἐξ ἐθνῶν Ἡρώδης παρὰ τῆς συγκλήτου Ῥωμαίων ἐγχειρίζεται· ὡς μὲν ὁ Ἰώσηπος παραδίδωσιν, Ἰδουμαῖος κατὰ πατέρα τὸ γένος ὢν, Ἀράβιος δὲ κατὰ μητέρα· ὡς δ' ὁ Ἀφρικανὸς, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν· « Φασὶν οἱ τὰ κατ' αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον (τοῦτον δ' εἶναι αὐτῷ πατέρα) Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἱεροδούλων γεγονέναι. » Εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης ἀρχῆς, ἐν τα (sic) αὐτῷ μετὰ τῶν ἄλλων προφητῶν καὶ ἡ παρὰ Μωϋσεῖ φερομένη τοῦ Ἰακὼβ πληροῦται πρόῤῥησις· « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα » φήσασα, « καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. » Καὶ πρόδηλόν γε ἔκ τε τῶν ἱστοριῶν, καὶ τῶν ἡμῖν παρατεθέντων, ὅτι δὴ μέχρις
who was also called Aristobulus, succeeds; and he first placed a diadem upon the high-priesthood and kingship. After him Alexander, having received the high-priesthood together with the kingship, dies leaving his wife as successor; at whom, the weeks in Daniel having been brought to completion, the rulers from the priests who were addressed as anointed ones cease; so as to show that the oracle which declares, "until an anointed ruler," meant that there would be so many weeks: as though it had said more clearly that sixty-nine weeks of years would pass, that is, a period of 483 years, during which an anointed one and high priest, ruling by succession, will preside over the affairs of the people. And indeed it is clear to anyone from what has previously been set forth by us that just such a number of years is established from Cyrus even unto the death of Alexander, the last high priest who ruled them. After him, for the only time ever, a woman at that time takes over the kingship of the nation, through whom both the matters of the leadership of the Jews and those of the high-priesthood, which had proceeded steadily from their ancestors, are thrown into confusion together. Having taken over the rule, then, the aforesaid woman gives the high-priesthood to her son Hyrcanus, while she herself, having held the kingship for nine years, dies. After her Aristobulus, himself another who quarrelled very greatly against his brother, strips him of the high-priesthood, and himself besides this falls also from the kingship after the third year. For straightway Pompey, general of the Romans, coming upon them, besieges Jerusalem by storm, and defiles the holy things, advancing as far as the innermost shrines of the temple, and sends Aristobulus up to Rome in bonds together with his children; after whom, when Hyrcanus too had been led away captive by the Parthians, Herod, the first from the Gentiles, has the kingship over the Jews placed in his hands by the senate of the Romans: being, as Josephus hands down, an Idumaean by race on his father's side, and an Arabian on his mother's; whereas according to Africanus, whom we mentioned a little before: "Those who investigate the matters concerning him accurately say that Antipater (and that this man was his father) was born of a certain Herod of Ascalon, one of the temple-servants attached to the temple of Apollo." When, therefore, the rule of the Jews had come round to such a man, in [him] himself, along with the other prophets, the prediction of Jacob recorded in Moses is also fulfilled, which said: "A ruler shall not fail from Judah, nor a leader from his thighs, until He come for Whom it is reserved; and He is the expectation of nations." And it is plain indeed both from the histories and from the things set forth by us that right down until
« Τίνα μὲν οὖν τρόπον ἡ τῶν προῤῥηθεισῶν ἑβδο-
"In what manner, then, the prophecy of the aforesaid weeks-