« Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι, οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά· διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. Καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ' αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ' αὐτὸ ἔθνη πολλὰ καὶ ἐροῦσιν· Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐλέγξει λαὸν ἰσχυρὸν ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι ἆρῃ ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν. » Εἰπὼν ὁ λόγος ὡς ἄρα διὰ τὰς δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ τὸ μὲν « Σιὼν ὄρος ὡς ἀγρὸς ἀροτριαθήσεται, » ἡ δὲ πρότερον νενομισμένη πόλις ἁγία « Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, » ἑξῆς προφητεύει περὶ ἑτέρου ὄρους Κυρίου, ὅπερ ἐπὶ τοῦ τῆς προφητείας καιροῦ ὑφειστήκει μὲν, οὐ μὴν καὶ ἐμφανὲς τοῖς τυχοῦσιν ὑπῆρχεν, ὡς ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανησομένου ὑπεράνω τε τῶν βουνῶν καὶ τῶν ὀρέων μετεωρισθησομένου· ἐπὶ τοῦτο δὲ τὰ καινὸν ὄρος ἥξειν ὁ λόγος προαγορεύει, οὐκέτι τὸν Ἰσραὴλ ἐκεῖνον, λαοὺς δὲ καὶ ἔθνη πολλὰ φάσκοντα, « Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· » καὶ οὐ μόνον εἰς τὸ ὄρος Κυρίου, ἀλλὰ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ἕτερον ὄντα δῆλον ὅτι παρὰ τὸν ἐν Ἱερουσαλήμ· ταύτην γὰρ ἐρημωθεῖσαν ὡς ὀπωροφυλάκιον ἔσεσθαι μικρῷ πρόσθεν εἰρήκει· ἀκολούθως δὲ τῷ τὸ Σιὼν ὄρος καὶ τὴν Ἱερουσαλὴμ ἐρημωθήσεσθαι, ἕτερα δ' ἀντὶ τούτων ὀφθήσεσθαι, καὶ νόμος ἕτερος παρὰ τοῦ Μωϋσέως ἐξ ὄρους Χωρὴβ δεδομένος ἐξελεύσεσθαι ἐκ τοῦ καινοῦ ὄρους, ὁμωνύμως τῷ προτέρῳ Σιὼν καὶ αὐτοῦ ὀνομαζομένου, λέγεται· ἔτι δὲ καὶ λόγος Κυρίου μετὰ τοῦ καινοῦ νόμου εἴρηται ἐκ τῆς νέας Ἱερουσαλὴμ, ἣν (f. 31) οἶκον τοῦ Θεοῦ Ἰακὼβ ἀνωτέρω προσεῖπεν, προελεύσεσθαι· ὁ λόγος ἐπὶ πάντα τὰ ἔθνη προελθὼν κρινεῖν ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξειν λαὸν ἰσχυρὸν προηγόρευται, τοσοῦτόν τε ὠφελήσειν διὰ τῆς ἰδίας κρίσεως καὶ τοῦ
"Hear now these things, you leaders of the house of Jacob, and you remnant of the house of Israel, who abhor judgement and pervert all upright things, who build Zion in blood and Jerusalem in unrighteousnesses: her leaders judged for bribes, and her priests answered for hire, and her prophets divined for silver, and leaned upon the Lord, saying: Is not the Lord among us? Evils shall by no means come upon us; therefore because of you Zion shall be ploughed like a field, and Jerusalem shall be like a watchman's hut in a garden, and the mountain of the house as a grove of a thicket. And in the last of the days the mountain of the Lord shall be manifest, prepared upon the summits of the mountains, and it shall be raised up above the hills; and peoples shall hasten unto it, and many nations shall go unto it and say: Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob; and they will show us His way, and we shall walk in His paths; because out of Zion shall go forth a law, and a word of the Lord out of Jerusalem, and He shall judge in the midst of many peoples, and shall reprove a strong people even afar off; and they shall beat their swords into ploughshares, and their spears into sickles; and nation shall no longer lift up sword against nation, and neither shall they learn any more to wage war." Having said that because of the impieties of the people of the Jews the "mountain of Zion shall be ploughed like a field," and she that was formerly accounted a holy city, "Jerusalem, shall be like a watchman's hut in a garden," the word next prophesies concerning another mountain of the Lord, which at the time of the prophecy already subsisted indeed, yet was not manifest to ordinary men, inasmuch as in the last of the days it would appear and be raised up above the hills and the mountains; and unto this new mountain the word foretells that there will come no longer that Israel of old, but peoples and many nations saying, "Come, and let us go up to the mountain of the Lord;" and not only to the mountain of the Lord, but also to the house of the God of Jacob, which is plainly another beside the one in Jerusalem; for a little before it had said that she, having been made desolate, would be like a watchman's hut in a garden; and in consequence of the mountain of Zion and Jerusalem being about to be made desolate, and other things being about to appear instead of these, another law also beside that given by Moses from Mount Horeb is said to go forth out of the new mountain, it too being named by the same name as the former Zion; and furthermore also a word of the Lord together with the new law has been said to come forth out of the new Jerusalem, which (f. 31) above it called the house of the God of Jacob; coming forth unto all the nations, the Word has been foretold to judge in the midst of many peoples and to reprove a strong people, and so greatly to benefit through His own judgement and