αὐτός ἐστιν ὁ καὶ εἰς τὰ κατώτερα τῆς γῆς καταβὰς, καὶ εἰς τὴν λεγομένην καρδίαν αὐτῆς, ἥντινα νῦν ὑπολαμβάνω πηγὴν θαλάσσης ὠνομάσθαι· ἔτι δὲ καὶ ὁ ἐν ἴχνεσιν θαλάσσης περιπατήσας, ᾧ μόνῳ μετὰ φόβου ἠνεῴχθησαν αἱ τοῦ θανάτου πύλαι, καθ' ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, ὃν καὶ οἱ πυλωροὶ τοῦ Ἅδου ἰδόντες ἔπτηξαν, ὁρῶντες τὸ νῖκος καὶ τὸ κέντρον, καὶ τὰς ὠδῖνας τοῦ θανάτου δι' αὐτοῦ καθαιρουμένας· τάχα δὲ τούτοις τοῖς πυλωροῖς τῶν ἐνθάδε λεγομένων πυλῶν τοῦ θανάτου ὑπό τινων θείων δυνάμεων ἐλέγετο κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τῆς εἰς τὸν Ἅδην τοῦ Σωτῆρος ἡμῶν καταβάσεως τὸ, « Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· » αἰώνιοι δὲ εἴρηνται πύλαι, ὡς ὑπολαμβάνω, διὰ τὸ ἐξ αἰῶνος μηδενὶ ἄλλῳ αὐτὰς ἀνεῖσθαι ἢ τούτῳ μόνῳ τῷ καὶ τοὺς πάλαι ποτὲ καταποθέντας ὑπὸ τοῦ θανάτου ῥυσαμένῳ καὶ ζωοποιήσαντι· περὶ οὗ ἐνθάδε μὲν εἴρηται τὸ, « Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅδου ἰδόντες σε ἔπτηξαν· » ἐν δὲ τῷ ρςʹ ψαλμῷ τὸ, « Ὅτι συνέτριψε πύλας χαλκᾶς, » οὐκ ἄλλας οὔσας, ὡς οἶμαι, ἢ τὰς « τοῦ θανάτου, καὶ μοχλοὺς σιδηροῦς συνέτριψεν, » δῆλον δ' ὅτι τοὺς τῶν προειρημένων πυλῶν. Ταῦτα μὲν οὖν ἡμῖν ὡς ἂν μηδενὶ ἑτέρῳ ἢ τῷ Χριστῷ ἁρμόζοντα εἰς αὐτὸν ἐξείληπται· αὐτὸς γάρ ἐστιν ᾧ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ Πατὴρ, ὥστε αὐτὸν ἀφαιρεῖν μὲν ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συντρίβειν· εἰ δέ τις περὶ τοῦ τῶν ὅλων Θεοῦ οἰηθείη ταῦτα λέγεσθαι, ἐπιστησάτω εἰ εὐσεβές ἐστιν τὸν φάσκοντα, « Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, » οὗ « ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν, » τὸν ἐμπεριέχοντα τὰ πάντα Θεὸν τοῦτον φάσκειν, ἢ κἂν ἐννοεῖν ἐν ἴχνεσι θαλάσσης περιπεπατηκέναι· τί δὲ καὶ θαυμαστὸν, ἢ ἄξιον τῆς ἀγενήτου φύσεως, ὥσπερ μέγα τι φάσκειν ἠνεῷχθαι αὐτῷ τὰς τοῦ θανάτου πύλας; ἆρα δὲ πρέποι ἂν τῷ τῶν ὅλων Θεῷ ὡς μέγα τι καὶ παράδοξον περὶ ἑαυτοῦ διεξέρχεσθαι τὸ τοὺς πυλωροὺς τοῦ Ἅδου ἰδόντας αὐτὸν
He Himself is the One Who also descended into the lower parts of the earth, and into what is called its heart, which I now suppose to have been named the spring of the sea; and furthermore also the One Who walked in the footsteps of the sea, to Whom alone with fear the gates of death were opened, inasmuch as it was not possible for Him to be held fast by it, Whom also the gatekeepers of Hades, on seeing, shrank in terror, beholding the victory and the sting and the pangs of death destroyed through Him; and perhaps to these gatekeepers of the gates of death spoken of here it was said by certain divine powers at the time of the passion and of our Saviour's descent into Hades, "Lift up your gates, you rulers, and be lifted up, you everlasting gates, and the King of glory shall enter in;" and they have been called everlasting gates, as I suppose, because from everlasting they have been opened to no one else than to This One alone Who both rescued those swallowed up long ago by death and made them alive; concerning Whom here on the one hand it has been said, "And the gates of death are opened unto Thee in fear, and the gatekeepers of Hades, on seeing Thee, shrank in terror;" and in the 106th Psalm, "Because He shattered gates of bronze," being none other, as I think, than those "of death, and broke in pieces bars of iron," plainly meaning those of the aforesaid gates. These things, therefore, have been taken by us as referring to Christ, inasmuch as they fit no other than Him; for He Himself is the One to Whom the Father gave all judgement, so that He takes away the light from the ungodly and breaks in pieces the arms of the proud; and if anyone should think that these things are said concerning the God of the universe, let him consider whether it is pious to say, or even to conceive, that He Who says, "Do I not fill heaven and earth? says the Lord," Whose "throne is heaven, and the earth the footstool of His feet," this God Who encompasses all things, has walked in the footsteps of the sea; and what is even marvellous, or worthy of the unbegotten nature, in saying as though it were some great thing that the gates of death have been opened to Him? And would it befit the God of the universe to recount concerning Himself as something great and extraordinary that the gatekeepers of Hades, on seeing Him
Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ (f. 29) περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν, « Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; » φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ' ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ, « Ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· » ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς
Again, the Lord in His oracle to Job (f. 29), discoursing concerning the dragon, says, "Do you not fear, because he has been prepared for Me?" meaning that the dragon is none other than the devil. See, then, whether it is worthy to suppose that the God of the universe says this; rather would it fit our Lord and Saviour, for Whom alone has been prepared the devil, conquered by no other, and having prevailed over almost all, whom He alone, the Word of God mightier than all, subdued according to the saying, "He Who is about to subdue the great sea-monster;" having also subdued which, to take courage He [bids] His own disciples