Migne Reading Room

PG 22 · cols. 1089–1100 · Read from the page

Prophetic selections

Prophetic selections

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:1089Read from the page
κθʹ. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τῆς ἀποβολῆς τοῦ Ἰουδαίων λαοῦ.
29. Concerning the matters relating to the passion of Christ, and the rejection of the people of the Jews.
λʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἡξούσης γενεᾶς.
30. Concerning the passion and the resurrection of Christ, and concerning the generation to come.
λαʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως, καὶ περὶ τῆς ἐξ αἰῶνος καὶ εἰς ἄπειρον βασιλείας αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν ὑποταγῆς.
31. Concerning Christ as concerning a king, and concerning His kingdom from eternity and unto infinity, and the subjection of the nations.
λβʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς καὶ υἱοῦ ἀνθρώπου.
32. Concerning Christ as concerning a man and son of man.
λγʹ. Περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ.
33. Concerning the manifestation of Christ.
λδʹ. Περὶ τοῦ αἰωνίου θρόνου τοῦ Χριστοῦ, καὶ ὡς ἐκ σπέρματος ἔσται Δαυίδ· καὶ περὶ τῶν κατὰ καιροὺς διωγμῶν τῆς Ἐκκλησίας.
34. Concerning the eternal throne of Christ, and how He shall be from the seed of David; and concerning the persecutions of the Church from time to time.
λεʹ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τοῦ Χριστοῦ.
35. Concerning the calling of the nations and of Christ.
λςʹ. Περὶ τῆς ἐξ οὐρανῶν τοῦ Λόγου ἀποστολῆς· καὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ ἐρημίας τοῦ προτέρου λαοῦ.
36. Concerning the sending of the Word from the heavens; and the calling of the nations, and the desolation of the former people.
λζʹ. Περὶ τοῦ προδότου, καὶ τῆς κατὰ τοῦ Χριστοῦ ἐπιβουλῆς.
37. Concerning the traitor, and the plot against Christ.
λη. Περὶ δύο Κυρίων Πατρὸς καὶ Υιοῦ, καὶ περὶ τῆς πρὸ αἰῶνος οὐσιώσεως τοῦ Χριστοῦ, καὶ τῆς ἀϊδίου ἀρχιερωσύνης αὐτοῦ καὶ τοῦ πάθους.
38. Concerning two Lords, Father and Son, and concerning the subsistence of Christ before the ages, and His everlasting high-priesthood and passion.
λθʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρός.
39. Concerning Christ as concerning a man.
μʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ περὶ τοῦ Ὡσαννᾶ.
40. Concerning Christ as concerning a stone; and concerning the Hosanna.
μαʹ. Περὶ τῆς Χριστοῦ βασιλείας, καὶ ὡς ἔσται ἀπὸ Δαυίδ.
41. Concerning the kingdom of Christ, and how He shall be from David.
μβʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως.
42. Concerning the passion and the resurrection.
μγʹ. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ.
43. Concerning the descent of Christ from the heavens.
μδʹ. Περὶ τῆς ἐξ οὐρανῶν ἀποστολῆς τοῦ Θεοῦ Λόγου.
44. Concerning the sending of God the Word from the heavens.
μεʹ. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται.
45. How through God the Word the universe has been created.
ΛΟΓΟΣ Βʹ.
Book II.
Περιγράψαντες τὰς ἀπὸ τῶν ἱστορικῶν Γραφῶν περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας, ἑξῆς ἐκείναις τὰς ἀπὸ τῶν στιχηρῶν ἐν δευτέρᾳ ταύτῃ συντάξει τῶν Ἐκλογῶν ἀπανθισάμενοι προσθήσομεν· ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται. Καὶ δὴ πρώτας τὰς ἀπὸ τῆς βίβλου τῶν Ψαλμῶν ἐπισκεψώμεθα.
Having circumscribed the testimonies concerning our Saviour from the historical Scriptures, next after those we shall cull and add the testimonies from the metrical [Scriptures] in this second treatise of the Selections, since in point of time these precede the rest of the prophecies. And first, then, let us examine those from the Book of Psalms.
ΚΕΦΑΛΑΙΟΝ Αʹ.
Chapter I.
Ψαλμοῦ αʹ.
Of Psalm 1.
« Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. » Καὶ τίνα ἄν τις ἔχοι ἀποδεικνύναι εἰς τοσαύτην ἐξέσω (ἐξαίσιον?) ἀρετὴν ἐληλακότα ὡς ἐν μηδενὶ τρόπῳ ἧς δηποτοῦν περιπεσεῖν ἁμαρτίας, ὅπερ σημαίνειν μοι δοκεῖ τὸ, « Οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, » καὶ τὸ, « Οὐκ ἔστη ἐν ὁδῷ ἁμαρτωλῶν, » τό τε « Ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισε· » δι' ὧν δηλοῦσθαι νομίζω τὸ πάντη ἄγευστον ἁμαρτίας τοῦ μακαριζομένου· τὸ γὰρ μὴ μόνον ἐν τοῖς τοιοῖσδε μὴ πορευθῆναι, μηδ' ὡσπερεὶ βαδίσαντα προκόψαι, ἀλλὰ γὰρ μηδὲ καθεσθῆναι,
"Blessed is the man who did not walk in the counsel of the ungodly, and did not stand in the way of sinners, and did not sit upon the seat of the pestilent; but rather his will is in the law of the Lord, and in His law he shall meditate day and night." And whom could anyone point to as having advanced to such (extraordinary?) virtue as in no way to fall into any sin whatsoever, which it seems to me is signified by the words, "He walked not in the counsel of the ungodly," and "He stood not in the way of sinners," and "Upon the seat of the pestilent he sat not"; through which I think there is shown the altogether sinless state of him who is pronounced blessed; for not only not to walk in such things, nor as it were to advance by stepping forward, nay, not even to sit down,
Notes, col. 1089

On the reading

Printed Υιοῦ, for Υἱοῦ.

PG 22:1092Read from the page
μηδὲ μὴν ὅλως ἐπιβῆναι τὴν ἀρχὴν, μηδὲ στῆναι ἐν αὐτοῖς, πῶς οὐ θαυμαστόν τι χρῆμα καὶ σπάνιον τυγχάνει; Παρίσταται δὲ μᾶλλον τῇ διανοίᾳ παρατατικῶς εἰρημένα τὰ τοῦ δηλουμένου ἀνδρὸς ἐγκώμια· οὔτε γὰρ ἐπορεύθη, φησὶν, οὔτ' ἔστη, οὔτ' ἐκάθισεν ἐν τοῖς τοιοῖσδε τῆς κακίας εἴδεσι, δι' ὧν ἐμφαίνεται ἡ ἐκ τοῦ ἀεὶ καὶ διὰ παντὸς ἐνάρετος τοῦ μακαριζομένου κατάστασις. Πολλοὺς μὲν οὖν τοὺς ἐκ προσοχῆς καὶ ἀσκήσεως κατωρθωκότας ἴδοι ἄν τις, οὐδένα γε μὴν τοιοῦτον ὁποῖον ὁ ψαλμὸς διαγράφει· εἰ δὲ θεωρήσειέ τις ὁπηλίκον ἐστὶν τὸ πρὸς πάντα εὐροεῖν καὶ κατὰ Θεὸν εὐοδοῦσθαι ἐν μηδενὶ σφαλλόμενον, μηδ' ἀποπίπτοντα τοῦ κατ' ἀρετὴν σκοποῦ, ὡς κατὰ τοῦτο λέγεσθαι ἐν τῷ ψαλμῷ τὸ, « Καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδωθήσεται· » ἔτι δὲ εἰ κατανοήσειεν ὁποῖόν ἐστι τὸ ἀνακεκράσθαι τινὰ ὁμοδοξοῦν ἔχοντα τὸ ἴδιον αὐτοῦ θέλημα τὸ τοῦ Κυρίου νόμῳ, τό τε μελετᾶν ἐν αὐτῷ μὴ μόνον δι' ὅλης ἡμέρας ἀλλὰ καὶ διὰ τῆς νυκτὸς ἐγρηγορόσι τοῖς τῆς διανοίας ὀφθαλμοῖς εἰς αὐτὸν ἐνορῶντα, καὶ κατ' αὐτὸν οὐ μόνον τοῖς μεθ' ἡμέραν ἔργοις τε καὶ λόγοις, ἀλλὰ καὶ ταῖς κατὰ τὸν ὕπνον ἐνθυμήσεσι καὶ φαντασίαις ἐνεργοῦντα, εἴσεται τὸ μέγεθος τοῦ ταῦτα κατωρθωκέναι πρὸς τοῦ θείου Πνεύματος μαρτυρουμένου. Ἀλλ' εἰ καὶ πᾶσαν ὁμολογουμένως τὴν ἀνθρωπείαν ὑπερακοντίζει φύσιν τὰ λελεγμένα, ἑνὶ δ' οὖν ἀνδρὶ μόνῳ ἐφαρμόζοι ἂν τῷ γενομένῳ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ πρὸς τοῦ ἐν Ἠσαΐᾳ θείου Πνεύματος μεμαρτύρηται, « ὅτι μὴ ἁμαρτίαν ἐποίησε, μηδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. » Τὸ δ' ἐπιδεδεγμένον τῆς ἐκδοχῆς παρίστησιν ἡ κατὰ τὸ Ἑβραϊκὸν ἔντευξις ἐπιτετηρημένως οὕτως ἔχουσα· « Μακάριος ὁ ἀνὴρ, » μετὰ τῆς ἄρθρου προσθήκης· καὶ ἔπρεπέν γε τὸν κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν χρημα-
nor indeed to set foot upon them at all in the first place, nor to stand in them, how is it not a marvellous and rare thing? Moreover, the praises of the man indicated present themselves to the mind even more when spoken continuously: for he neither walked, it says, nor stood, nor sat in such forms of wickedness, through which is manifested the perpetually and continually virtuous state of him who is pronounced blessed. Many indeed might one see who through heedfulness and ascetic practice have achieved rectitude, yet no one at all such as the Psalm delineates; and if anyone should contemplate how great a thing it is to prosper in all respects and be guided aright according to God while stumbling in nothing, nor falling short of the mark of virtue, so that in accordance with this there is said in the Psalm, "And whatsoever things he does shall prosper"; and further, if he should consider what manner of thing it is for someone to be blended together, holding his own will in agreement with the law of the Lord, and to meditate in it not only throughout the whole day, but also throughout the night, gazing upon it with the wakeful eyes of the mind, and acting in accordance with it not only in daytime deeds and words, but also in thoughts and imaginations during sleep, he will know the greatness of him who is witnessed by the divine Spirit to have achieved these things. Yet even if what has been said admittedly surpasses all human nature, to one Man alone at all events would it apply, to Him Who came from the seed of David according to the flesh, Jesus Christ our Lord and Saviour, to Whom alone witness has been borne by the divine Spirit in Isaiah, "that He did no sin, neither was guile found in His mouth." And the soundness of this interpretation is established by the reading according to the Hebrew, which carefully runs thus: "Blessed is the man," with the addition of the article; and indeed it befitted him who according to the flesh of our Saviour was styled
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Ψαλμοῦ δευτέρου.
Of the Second Psalm.
« Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. » Ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν οἱ τοῦ Πέτρου καὶ Ἰωάννου τὰ κατ' αὐτοὺς παράδοξα διηγουμένων ἀκούσαντες ἐμαρτύρησαν. Εὐχαριστήσαντες γὰρ τοῖς ἐφ' οἷς ἤκουον θαυμασίοις τοῖς προεκτεθεῖσι ῥητοῖς ἐπήγαγον λέγοντες· « Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐπὶ τὸ αὐτὸ ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. » Οὐ μόνοι δὲ ἄρα οἱ κατ' ἐκεῖνο καιροῦ ἐπιβουλεύσαντες τῷ Σωτῆρι ἡμῶν συνήχθησαν κατ' αὐτοῦ, ἀλλὰ καὶ οἱ καθεξῆς ἐξ ἐκείνου καὶ δεῦρο
"Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood by, and the rulers were gathered together against the Lord, and against His Christ." In the Acts of the Apostles those who heard Peter and John recounting the marvels that had happened to them testified that this prophecy also had been fulfilled. For having given thanks for the wonders of which they heard, they subjoined to the words previously set forth, saying: "For in truth there were gathered together in this city against Thy holy Servant, Whom Thou hast anointed, both Herod and Pontius Pilate, with the nations and peoples of Israel." Yet not only those who at that season plotted against our Saviour were gathered together against Him, but also successively from that time even until now the
Notes, col. 1092

On the reading

Printed τὸ, for τῷ.

PG 22:1093Read from the page
βασιλεῖς καὶ ἄρχοντες, ὅλα τε ἔθνη καὶ λαοὶ, διὰ τοῦ βλασφημεῖν αὐτὸν καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ διδασκαλίᾳ. Πεπεῖσθαι δὲ χρὴ μὴ μόνον τοὺς ἐν ἀνθρώποις ὁρατοὺς βασιλεῖς καὶ ἄρχοντας ἐπιβεβουλευκέναι αὐτῷ, πολὺ δὲ μᾶλλον τοὺς νοητοὺς καὶ ἀοράτους ἄρχοντας τοῦ αἰῶνος τούτου, οἳ καὶ τότε ἐνήργησαν καὶ εἰς ἔτι νῦν ἐνεργοῦσι, τά τε ἔθνη καὶ τοὺς κενὰ καὶ εἰς μάτην τὸν τοῦ Θεοῦ νόμον μελετήσαντας λαοὺς τοὺς ἐκ περιτομῆς, οὐ μόνον κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ βουλευσαμένους, ἀλλὰ δι' αὐτοῦ καὶ κατὰ τοῦ πέμψαντος αὐτὸν Πατρός· περὶ ὧν ἁπάντων ἐν τῷ ψαλμῷ ἐπιφέρεται τὸ, « Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. » Οἷς ἑξῆς αὐτὸς ὁ Χριστὸς τὴν μετὰ τὸ πάθος γεγενημένην περὶ αὐτὸν οἰκονομίαν παιδεύων ἡμᾶς φησιν, « Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. » Οὐ χρὴ μέντοιγε κατὰ τὰς Ἰουδαίων χαμαιπετεῖς ὑπολήψεις τὴν τοῦ Χριστοῦ βασιλείαν ὁμοίαν ταῖς τῶν ἀνθρώπων ἡγεῖσθαι ἐπὶ τὸ Σιὼν ὄρος σωματικὸν συστησομένην· πρός γ' οὖν τὸν ἐρωτήσαντα αὐτὸν εἰ βασιλεὺς τυγχάνει, ἀπεκρίνατο λέγων, « Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· » ὅθεν δὴ καὶ βασιλείαν οὐρανῶν ἐπήγγελτο τοῖς πεπιστευκόσιν εἰς αὐτὸν, καὶ τὸ Σιὼν δὲ ὄρος ἐπουράνιον ὑπάρχειν ἐδίδαξεν οὐ μόνος ὁ Ἀπόστολος, ἀλλὰ καὶ πλεῖσται ἄλλαι προφητεῖαι. Ὁ γ' οὖν Μιχαίας προειπὼν ὡς ἄρα διὰ τὰς ἀσεβείας τοῦ προτέρου λαοῦ, « Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ, » ἑξῆς περὶ ἑτέρας Σιὼν καὶ Ἱερουσαλὴμ ὁμοίως ἐπιφέρει, λέγων· « Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ἥξουσιν ἐπ' αὐτῷ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ. » Περὶ τούτου ἄρα εἴρηται καὶ ἐνθάδε ὑπὸ τοῦ ὄρους τοῦ Χριστοῦ, « Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· » ὑπὸ τίνος δὲ κατεστάθη; δῆλον ὅτι ὑπὸ τοῦ φήσαντος πρὸς αὐτὸν Πατρὸς τό· « Υιός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· » καὶ τό· « Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. » Καὶ ὅτι γε ἀληθὴς ἡ προφητεία καὶ ἀψευδὴς ἡ ὑπόσχεσις, πάρεστι διαγνῶναι ἀπὸ τῶν ἐν οὕτω βραχεῖ χρόνῳ προσεληλυθότων ἐκ παντὸς ἔθνους τῇ διὰ τοῦ Σωτῆρος ἡμῶν θεοσεβείᾳ· ἢ λεγέτωσαν οἱ πρὸς τὴν ἐνέργειαν ἀντιβλέπειν ἀναιδῶς τολμῶντες, τίνι ἂν ἔχοιεν ἐφαρμόζειν μὴ παραδεχόμενοι ταῦθ' οὕτως ἔχειν τὴν προφητείαν; Δαυὶδ μὲν γὰρ τὸν βασιλέα, περὶ οὗ ταῦτά τινες ᾠήθησαν λέγεσθαι, οὐχ οἷοί τε ἂν εἶεν παραστῆσαι τοιάδε τινὰ πεπονθότα, ὡς ἀρχόντων καὶ βασιλέων, ἐθνῶν τε καὶ λαῶν ἐπιβεβουλευκότων αὐτῷ· πότε δὲ ἢ καὶ ἐπὶ πηλίκοις ἀνδραγαθήμασι εἶπεν ὁ Κύριος τῷ Δαυὶδ, « Υιός μου
kings and rulers, and whole nations and peoples, through blaspheming Him and plotting against His teaching. And one must be persuaded that not only the kings and rulers visible among men have plotted against Him, but much more the intelligible and invisible rulers of this age, who both worked then and still work even now upon both the nations and the peoples of the circumcision who meditated vain things and the law of God to no purpose, having taken counsel not only against the Christ of God, but through Him also against the Father Who sent Him; concerning all of whom there is subjoined in the Psalm: "He Who dwells in the heavens shall laugh at them, and the Lord shall hold them in derision. Then shall He speak to them in His wrath, and in His anger He shall trouble them." Next after which Christ Himself, instructing us in the dispensation concerning Himself that took place after the passion, says, "But I have been appointed King by Him upon Sion His holy mountain, proclaiming the ordinance of the Lord." One must not, however, in accordance with the earthbound notions of the Jews, suppose that the kingdom of Christ is similar to the kingdoms of men, to be established upon the bodily Mount Sion; at all events, to him who asked Him whether He were a king, He answered saying, "My kingdom is not of this world"; whence indeed He promised the kingdom of the heavens to those who had believed in Him, and not only the Apostle, but very many other prophecies as well, taught that Mount Sion is heavenly. Micah, at all events, having foretold that because of the ungodliness of the former people, "Sion shall be ploughed as a field, and Jerusalem shall be as a storehouse of fruit, and the mountain of the house as a grove of the forest," next brings in similarly concerning another Sion and Jerusalem, saying: "And in the last days the mountain of the Lord shall be manifest, and peoples shall come upon it, and many nations shall go, because out of Sion shall go forth a law, and the word of the Lord out of Jerusalem." Concerning this mount of Christ, then, it has been said here also, "But I have been appointed King by Him upon Sion His holy mountain"; and by whom was He appointed? Plainly by the Father Who spoke to Him the word: "My Son art Thou, today have I begotten Thee"; and the word: "Ask of Me, and I will give Thee the nations as Thine inheritance, and as Thy possession the ends of the earth." And that the prophecy is true and the promise unerring, one may discern from those who in so brief a time have approached from every nation unto the godliness taught through our Saviour; or let those who shamelessly dare to look straight against the active power tell to whom they could apply the prophecy if they do not accept that these things are so! For as for King David, concerning whom some supposed these things to be spoken, they would not be able to show that he suffered any such things, as though rulers and kings, nations and peoples, had plotted against him; and when, or upon how great exploits of valour, did the Lord say to David, "My son
Notes, col. 1093

On the reading

Printed Υιός, for Υἱός.

PG 22:1096Read from the page
εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; » Πῶς δὲ καὶ τὸ, « Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, » λέγοιτ' ἂν ὡς πρὸς αὐτὸν σαφῶς περιορισθείσης αὐτοῦ τῆς βασιλείας ἐπὶ μόνον τὸν Ἰσραὴλ καὶ τοὺς τῆς Ἰουδαίας ὅρους; Διὰ τί δὲ καὶ οὐ προσίενται τὸν ἐληλυθότα Χριστὸν, ἀποκρινέσθωσαν· ἆρά γε ἐπειδὴ πέπονθεν, ἕτερον τοίνυν προσδοκᾷν αὐτοὺς ἀνάγκη μηδὲν τοιοῦτον ὁποῖον οὗτος πεισόμενον; Καὶ πῶς ἂν πληρωθεῖεν αἱ προφητεῖαι πλεῖστα ὅσα παθεῖν τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐν ἑτέροις μὲν πλείοσιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προλέγουσαι ψαλμῷ; Ἆρα δὲ χρὴ νομίζειν ἀθεεὶ τὴν περὶ τοῦ τῶν ὅλων Θεοῦ διδασκαλίαν ἐνεσπαρκέναι τοῦτον τῇ οἰκουμένῃ· ἔστι δὲ κἂν ἐπινοῆσαι ἀνθρωπίνην ὁρμὴν καὶ ψιλὴν τοῦ τυχόντος ἐπιβολὴν τοσοῦτον ἰσχῦσαί τε καὶ δυνηθῆναι, ὡς διὰ μόνης τῆς αὐτοῦ διδασκαλίας ἄνευ θεότητος συνεργούσης παντοδαπὰς ἀκροατῶν διαθεῖναι ψυχὰς περὶ τὸν τῶν ὅλων Θεὸν ταῦτα πεῖσαι πάλαι πρότερον, καὶ εἰσέτι νῦν πείθειν καταλιπεῖν μὲν ἔθη πάτρια, βίον τε ἄθεσμον, καὶ ἀνήμερον, καὶ ἀκόλαστον, θεοσεβείᾳ δὲ μόνῃ προσέχειν, καὶ ταύτην οὐ μόνον τῆς ὑπαρχούσης οὐσίας, ἀλλὰ καὶ δι' αὐτοῦ τοῦ πᾶσι περιποθήτου ζῆν προτιμᾷν; Ἀλλ' οὐκ οἴομαί τινα τῶν κἂν μετρίως εὐγνωμονεῖν ἐθελόντων μὴ οὐχὶ
are you, today have I begotten you"? And how also could the word, "Ask of Me, and I will give you the nations as your inheritance, and as your possession the ends of the earth," be spoken as to him, seeing that his kingdom was clearly restricted to Israel alone and the borders of Judaea? And why too they do not accept the Christ Who has come, let them answer: is it, pray, because He has suffered, so that they must therefore await another who will suffer nothing such as This One suffered? And how would the prophecies be fulfilled which foretell in very many other places, and not least in the Psalm in hand, that the Christ of God should suffer very many things? Must we then suppose that without God This One has sown the teaching concerning the God of all throughout the inhabited earth; and is it even possible to conceive that a human impulse and the bare enterprise of an ordinary man had such strength and power as, through His teaching alone without divinity working with Him, to dispose every sort of hearers' souls to be persuaded of these things concerning the God of all long ago, and even until now to persuade them to abandon ancestral customs, and a lawless, savage, and licentious life, and to cleave to godliness alone, and to prefer this not only above their possessions, but even above life itself, which is dearly prized by all? Nay, I do not think that anyone of those willing to judge even moderately fairly would not
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Ψαλμοῦ γʹ.
Of Psalm 3.
Καὶ τὸν τρίτον ψαλμὸν ἐπὶ τὸν Χριστὸν ἐκλαμβάνειν εὐχερὲς, ἀκολούθως τοῖς πρὸ αὐτοῦ διδάσκοντα τὰ περὶ τῆς κατ' αὐτοῦ ἐπιβουλῆς διὰ τοῦ, « Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; » καὶ τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ, ἃ καὶ δηλοῦται διὰ τοῦ, « Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. » Ἁρμόσειε δ' ἂν τῷ Χριστῷ καὶ ἕκαστος τοῦ ψαλμοῦ στίχος τῆς προσηκούσης τυχὼν ἐξηγήσεως· ἔχει δὲ λόγον καὶ τὸ τρίτον αὐτὸν τεταγμένον τὰ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου θεσπίζειν ἀκολούθως ταῖς πρὸ αὐτοῦ προφητείαις· ὁ μὲν γὰρ πρῶτος, καθὼς ἀποδεδώκαμεν, τὸν ἄληπτον βίον καὶ τὴν ἄνευ ἁμαρτίας αὐτοῦ πολιτείαν διδάσκει· ὁ δεύτερος τὰ κατὰ τὸ πάθος· τούτοις τοιγαροῦν καὶ ὁ τρίτος ἑξῆς τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ θεσπίζει.
The third Psalm also it is easy to take as referring to Christ, teaching consistently with those before it the matters concerning the plot against Him through the words, "Lord, why have those who afflict me multiplied?" and the matters concerning His resurrection, which are also shown through the words, "I lay down and slept; I awoke, because the Lord will uphold me." And each verse of the Psalm too would suit Christ when it receives its fitting exposition; and it stands to reason also that, being placed third, it utters oracles concerning the resurrection of the Lord consistently with the prophecies before it: for the first, as we have expounded, teaches His irreproachable life and His sinless conduct; the second, the matters relating to the passion; consistently with these, therefore, the third next in order utters oracles concerning His resurrection.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ψαλμοῦ ηʹ
Of Psalm 8
Τοῦ ὀγδόου ψαλμοῦ τὰ μὲν πρῶτα ἀπὸ τοῦ, «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ,» περὶ τῆς ἐξ ἐθνῶν κλήσεως ἔοικε προφητεύεσθαι· διὸ καὶ ἐπιγέγραπται «ὑπὲρ τῶν ληνῶν·» ληνῶν νοουμένων τῶν ἀνὰ τὴν οἰκουμένην Ἐκκλη-
The opening words of the eighth Psalm, from "O Lord our Lord, how admirable is Thy name in all the earth," seem to be prophesied concerning the calling from the nations; wherefore also it is entitled "for the winepresses," winepresses being understood as the Churches throughout the inhabited earth
PG 22:1097Read from the page
σ⟨ι⟩ων, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τοῦ Χριστοῦ, καὶ τῶν ὡσπερεὶ κλημάτων αὐτοῦ τῶν ἱερῶν ἀποστόλων, οἱ λογικοὶ βότρυες πιεζόμενοι τὸν ἀπὸ τῶν μαθημάτων αὐτῶν νοερὸν καὶ πάσης εὐφροσύνης ποιητικὸν οἶνον παρέχουσιν· ἄλλως γὰρ οὐ δυνατὸν σωματικαῖς ληνοῖς ἐφαρμόσαι τὰ ἐν τῷ ψαλμῷ λεγόμενα· ἐπεὶ μηδ' ὅλως ὡς ἐν ἑτέροις ἤτοι περὶ ἀμπέλου μεταρθείσης ἐξ Αἰγύπτου, ἢ περὶ ἀμπελῶνος Κυρίου Σαβαὼθ, ἤ τινων τοιούτων, διάνοιάν τινα τὰ τῆς λέξεως περιέχει. Τὰ δ' ἀπὸ τοῦ, « Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, » καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μετείληπται, ἔνθα τῷ· « Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, » ἐπιφέρεται τό· « Νῦν δὲ οὐδέπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. » Εἴποι δ' ἄν τις μὴ μόνον διὰ τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ καὶ δι' αὐτὴν τὴν ἐνανθρώπησιν αὐτοῦ ἠλαττῶσθαι αὐτὸν βραχύ τι παρ' ἀγγέλους· « Ὅτε, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ ἶσα Θεῷ εἶναι, ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, » καὶ ἐπὶ τοσοῦτον ἠλάττωσεν, ὡς ἀντὶ τῆς ἐν μορφῇ Θεοῦ δόξης λεχθῆναι περὶ αὐτοῦ τό· « Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· » ἀνθ' ὧν ἀμειβόμενος ὁ Πατὴρ, « δόξῃ καὶ τιμῇ ἐστεφάνωσεν αὐτόν· ὑπερυψώσας καὶ χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν' ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. » Καί· « Κατέστησε δ' αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· » ὅπερ καὶ αὐτὸ τῷ μὲν τοῦ Σωτῆρος ἡμῶν ἁρμόζοντα (ζοιτο) προσώπῳ διὰ τὸν ἐν αὐτῷ τὸν Θεὸν Λόγον, οὐκέτι δὲ καὶ τῷ τυχόντι, εἴ γε ἐν τοῖς τοῦ Θεοῦ ἔργοις καὶ τοὺς οὐρανοὺς καταριθμεῖν ἔθος τοῖς ἱεροῖς λόγοις, κατὰ τὸ, « Καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. » Πρὸς τούτοις· « Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης· » δι' ὧν ἔοικεν ἀλληγορικώτερον δηλοῦσθαι τῶν ἀλογωτέρων καὶ τὸν τρόπον κτηνῶν δευτέρων ψυχῶν, ἢ καὶ δυνάμεων ἀντικειμένων, ἡ ὑπὸ τὸν ζυγὸν καὶ τὴν τοῦ λόνου δουλείαν ὑποταγή.
in which the rational clusters of the true Vine, Christ, and of His sacred apostles who are as it were His branches, being pressed, furnish the spiritual wine from their teachings that produces all gladness; for otherwise it is not possible to apply what is said in the Psalm to bodily winepresses, since the wording does not at all contain any sense, as in other places, either concerning a vine transplanted out of Egypt, or concerning the vineyard of the Lord Sabaoth, or any such things. And the words from, "What is man, that Thou art mindful of him, or the son of man, that Thou visitest him? Thou hast made him a little less than the angels, with glory and honour Thou hast crowned him," and what follows, have been taken in the Epistle to the Hebrews as referring to our Saviour and Lord Jesus, where to the words, "Thou hast subjected all things beneath his feet," there is subjoined: "Yet now we do not yet see all things subjected to him. But Him Who was made a little less than the angels we behold, Jesus, because of the suffering of death crowned with glory and honour." And one might say that not only because of the suffering of death, but also because of His very incarnation He was made a little less than the angels: "When, subsisting in the form of God, deeming equality with God not a thing to be seized, He emptied Himself, taking the form of a servant," and made Himself so much less that instead of the glory in the form of God there was said concerning Him: "We saw Him, and He had neither form nor beauty, but His form was dishonoured, and failing beyond the sons of men"; in recompense for which the Father "crowned Him with glory and honour, having highly exalted Him and bestowed upon Him the name that is above every name, that at the name of Jesus every knee should bow, of heavenly, and earthly, and subterranean beings, and every tongue should confess that Jesus Christ is Lord, unto the glory of God the Father." And: "He appointed Him over the works of His hands"; which very thing also would suit (or: suiting) the person of our Saviour because of God the Word Who is in Him, yet no longer that of any ordinary man, seeing that it is customary for the sacred oracles to reckon the heavens also among the works of God, according to the verse, "And the heavens are the works of Thy hands." In addition to these: "And He subjected all things under His feet, sheep and all oxen, and moreover the beasts of the field, the birds of heaven, and the fishes of the sea"; through which there seems to be shown more allegorically the subjection under the yoke and servitude of reason of the more irrational and secondary souls that are after the manner of beasts, or even of opposing powers.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ψαλμοῦ θ.
Of Psalm 9.
Ἡ τοῦ ἐνάτου ψαλμοῦ ἐπιγραφὴ τοιαύτη τίς ἐστιν· « Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων. Ψαλμὸς τῷ Δαυΐδ. » Ἀνθ' ὧν ὁ Σύμμαχος ἐκδέδωκεν, « Ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ. Ἆσμα τοῦ Δαυΐδ. » Ὥσπερ δ' οὖν καὶ μᾶλλον ἔοικεν ἔχειν τὸ Ἑβραϊκὸν τοῦτον
The superscription of the ninth Psalm is somewhat as follows: "Unto the end, concerning the hidden things. A Psalm of David." Instead of which Symmachus has rendered, "A triumphal ode concerning the death of the son. A Song of David." Just as indeed the Hebrew rather seems to have it in this
Notes, col. 1097

On the reading

Printed λόνου, for λόγου.

PG 22:1100Read from the page
περιέχοντα τὸν τρόπον· «Λαμανασσὴ ἀλμαὺθ βὲν μασμωρὰ Δαυῖδ.» Καὶ καλόν γε τοῖς ἐκ περιτομῆς αὐτῷ χρωμένοις ἀπορῆσαι περὶ ποίου θανάτου, ἢ περὶ τοῦ τίνος υἱοῦ ὁ ψαλμὸς εἴρηται τῷ Δαυῖδ· ἡμῖν μὲν γὰρ σαφῶς φαίνεται περὶ τοῦ πάθους τοῦ Σωτῆρος προφητεύεσθαι· τοῦτο δὲ καὶ τοὺς Οʹ νενοηκότας ἀποῤῥητότερον ᾐνίχθαι· ὁ μέντοι γε Ἀκύλας καὶ αὐτὸς ἐμφαίνων μέγα τι ἀνδραγάθημα κατὰ τὸ πάθος γεγονὸς τοῦ Σωτῆρος ἐξέδωκεν εἰπὼν, « Τῷ νικοποιῷ νεανιότητος τοῦ υἱοῦ. Μελώδημα τοῦ Δαυῖδ.» Καὶ ὅλα δὲ τὰ ῥητὰ τοῦ ψαλμοῦ τις ἐπιτηρήσας ἐφαρμόσειεν ἂν τῷ Χριστῷ, πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζοντος, καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ προφητεύοντος, ἐν τῷ, « Ἐλέησόν με, Κύριε, ἶδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· « ποίας δὲ Σιὼν, μικρῷ πρόσθεν ἡμῖν δεδήλωται· καὶ περὶ τῶν ἐθνῶν δὲ τῶν δι' αὐτοῦ σωθησομένων, ὡς περὶ πτωχῶν καὶ πενήτων ἐν αὐτῷ τινα προφητεύεται, ἐν οἷς ἐστι καὶ τὸ, « Κατάστησον, Κύριε, νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.» Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον, ὡς οὐχ ὑπόκεινται τὰ ἔθνη τῷ Μωϋσέως νόμῳ· καὶ προσακτέον γε τοῖς ἐκ περιτομῆς τὸ ῥητὸν ἐγκαλοῦσι τοῖς ἐξ ἐθνῶν διὰ τὸ μὴ βιοῦν κατὰ τὸν Μωϋσέως νόμον, δεικτέον τε ὡς ἄρα ἕτερόν τινα παρὰ Μωϋσέα νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ὁ προφητικὸς ἐπίσταται λόγος, ὡς ἐν εὐχῇ φάσκων τὸ, « Κατάστησον, Κύριε, νομοθέτην αὐτοῖς,» δῆλον δ' ὅτι τοῖς ἔθνεσιν· ἐπιφέρει γ' οὖν τούτῳ τὸ, « Γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν,» ὡσεὶ ἔλεγεν, ἀναλαμβανέτω τὰ ἔθνη γνῶσιν καὶ ἐπιστήμην τῆς λογικῆς αὐτῶν οὐσίας διὰ τοῦ μέλλοντος αὐτοῖς καθίστασθαι νομοθέτου· οὗτος δ' ἂν εἴη ὁ Χριστὸς, ὁ τὴν καινὴν νομοθετήσας ἡμῖν διαθήκην τῷ λέγειν· « Ἐῤῥέθη τοῖς ἀρχαίοις τάδε τινὰ, ἐγὼ δὲ λέγω τάδε·» ὃς καὶ θείᾳ καὶ ἀῤῥήτῳ δυνάμει κρατῦναι τοὺς ἑαυτοῦ νόμους οὐκ ἐπὶ ἕν τι ἔθνος ἢ δεύτερον, οὐδ' ἐπὶ μέρος τι τῆς ὅλης οἰκουμένης, ἀλλ' οὐδὲ ἐπ' ὀλίγον τινὰ δεδύνηται χρόνον, ἀλλ' ὡς ἔστιν ἐξ αὐτῆς παραλαβεῖν τῆς ἐνεργείας εἰς τὸ διηνεκὲς καὶ ἐπὶ πάντα τὰ ἔθνη. Εἰ δὲ μὴ προσίοιτό τις ταῦθ' οὕτως ἔχειν, δεικνύτω τίνα ἂν ἄλλον ἔχοι λέγειν παρὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ νομοθέτην ὑπὸ τοῦ
containing this manner: "Lamanasse almauth ben masmora of David." And it is well indeed for those of the circumcision who use it to be at a loss concerning what death, or concerning whose son, the psalm has been spoken by David; for to us indeed it clearly appears to be prophesied concerning the passion of the Saviour, and that the Seventy also, having perceived this, hinted at it more mystically; yet Aquila himself also, indicating some great feat of valour accomplished at the passion of the Saviour, rendered it saying, "To the victory-giver of the youth of the son. A melody of David." And anyone observing closely all the sayings of the psalm might apply them to the Christ, calling Himself needy and poor, and prophesying concerning His resurrection from the dead, in the words, "Have mercy on me, O Lord, behold my humiliation from my enemies, Thou Who exalt me from the gates of death, so that I may declare all Thy praises in the gates of the daughter of Sion"; and what Sion, has been shown by us shortly before; and concerning the nations also that shall be saved through Him, certain things are prophesied in it as concerning the poor and needy, among which is also this: "Appoint, O Lord, a lawgiver over them; let the nations know that they are men." Where it is also worthy of attention that the nations are not subject to the law of Moses; and one must bring this saying to bear against those of the circumcision who accuse those from the nations for not living according to the law of Moses, and one must point out that the prophetic word knows that there will indeed be some other lawgiver of the nations besides Moses, speaking as in prayer the words, "Appoint, O Lord, a lawgiver over them," plainly meaning for the nations; at any rate, it subjoins to this the words, "Let the nations know that they are men," as though it were saying, let the nations recover knowledge and understanding of their rational essence through the lawgiver who is about to be appointed for them; and this would be the Christ, Who enacted the new covenant for us by saying: "Such and such things were spoken to the ancients, but I say such things"; Who by divine and ineffable power has been able to establish His own laws not over some one nation or a second, nor over some part of the whole inhabited earth, nor even for some brief time, but, as may be gathered from the actual working itself, in perpetuity and over all the nations. And if anyone should not admit that these things are so, let him point out whom else he could name besides our Saviour and Lord Jesus Christ as having become, in accordance with the prophecy in hand, a lawgiver appointed by the
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ψαλμοῦ ιαʹ.
Of Psalm 11.
Ἐπεὶ ἐν τῷ ἑνδεκάτῳ ψαλμῷ ὁ Κύριός φησιν· « Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ·» ἐξετάζομεν μὴ περὶ Χριστοῦ προπώπῳ τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ διδάσκοντι καὶ ταῦτα ἂν ἁρμόζοι, τοιάνδε διάνοιαν ἔχοντα· ἕνεκα τῶν ἐν ταλαιπωρίᾳ κακίας γεγονότων ἐθνῶν, πτω-
Since in the eleventh psalm the Lord says: "Because of the misery of the poor, and of the groaning of the needy, now will I arise, says the Lord; I will set in salvation, I will speak boldly therein"; we examine whether these words also might befittingly apply to the person of Christ teaching the things concerning His resurrection from the dead, having such a sense as this: on account of the nations that have come to be in the misery of wickedness, called po-
Notes, col. 1100

On the reading

Printed Σιών· «, for Σιών· ».

Printed προπώπῳ, for προσώπῳ.