Migne Reading Room

PG 21 · cols. 1304–1313 · Read from the page

Preparation for the Gospel, Book XV

Preparation for the Gospel, Book XV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1304Read from the page
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ἀττικοῦ Πλατωνικοῦ πρὸς Ἀριστοτέλην, διενεχθέντα Μωϋσῇ καὶ Πλάτωνι, ἐν τῷ περὶ τοῦ τέλους λόγῳ.
Of Atticus the Platonist against Aristotle, who differed from Moses and Plato, in the discourse concerning the end.
« Τῆς γὰρ συμπάσης φιλοσοφίας, κοινῇ γνώμῃ τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπισχνουμένης, τριχῆ δὲ διαιρουμένης, κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται, ὥστε, πλειόνων ὄντων οἳ διαφέρονται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται. Καὶ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας, μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας· ἀλλ' ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετὴν, καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν· εἰ δ' ἐφ' ἑαυτῆς ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαιμονίας, μεμψάμενος. Τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον τῆς γνώμης ἐν τούτῳ τε κἀν τοῖς ἄλλοις οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δὲ οἶμαι πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ εὐδαιμονίας οὐκ ἴσων ὄντων, οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατὰ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν, βοῶντος ἑκάστοτε, καὶ κηρύττοντος, ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ δὲ μὴ ἐκτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσῃ, καὶ κάλλος, καὶ ἄλλα,
"For whereas all philosophy, by the common judgement of those who have philosophized, promises human happiness, and is divided threefold, according to the productive distribution of all things, the Peripatetic will be seen in these matters to fall so far short of teaching anything of the doctrines of Plato, that, although there are many who differ from Plato, he himself will appear most of all opposed to him. And first of all from the common and greatest and most sovereign point he made his divergence from Plato, having neither preserved the measure of happiness, nor granted that virtue is self-sufficient for this; but having slipped away from the power that is according to virtue, and having supposed that it stands in need besides of the things of fortune, in order that with these it may attain happiness; and if it should be taken by itself, having found fault with it as powerless and incapable of reaching happiness. Now the ignoble and mistaken character of his judgement both in this and in the other matters it is not the part of the present occasion to show; but that point I think is manifest, that since the mark and happiness are not equal, nor the same according to Plato and according to Aristotle, but the one cries aloud on every occasion, and proclaims, that the most just man is the happiest, while the other does not permit happiness to follow virtue, unless one also has good fortune in birth, and beauty, and other things,
Καὶ γὰρ χρυσὸν ἔχων πόλεμόν δ' ἴεν, ἠΰτε κούρη
For even having gold he went to war, like a girl
ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους, καὶ τὴν ἐπὶ τοῦτο ἄγουσαν φιλοσοφίαν διάφορον εἶναι. Μιᾷ γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπὶ τῇ τῶν μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα.
it is necessary that according to the difference of the end, the philosophy also that leads to this should be different. For when one walks by one road, which is by nature fitted to lead to the region of small and lowly things, it is not possible to come to the greater things and those that lie on high.
Ὁρᾷς ἵν' ἔστ' ἐκεῖνος ὑψηλὸς πάγος, Τραχύς τε καὶ παλίγκοτος, ἐν ᾧ κάθηται. Ὁ ἐνελαφρίζων ἑαυτὸν ὄρνις;
Do you see where yonder high crag is, rough and hostile, on which sits the bird that poises itself lightly?
Ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦργον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχῃ τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς γῆν, τῶν οἰκείων αὐτοῖς φθαρέντων· ἢ τὴν φύσασαν αὐτὴν, ἃ μὴ πέφυκε φύειν, λαιψηρὰ κυκλῶσαι πτερὰ ταύτη, καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀνίπτασθαι πρὸς τὸν ὑψηλὸν πάγον. Ἕως δ' ἑκάτερον ἐπὶ τῆς οἰκείας μένῃ τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα. » Καὶ μεθ' ἕτερα ἐπιλέγει· « Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ πειρωμένου τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που πρὸς τὸ θεῖον, καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν· φράσον ἡμῖν,
Up to this high crag it is impossible for that keen and crafty beast to ascend; and in order that a fox may come to the same place as the offspring of an eagle, either those young ones must meet with some evil fortune and fall down to the earth, their own home having been destroyed for them; or nature that produced her must produce what she is not by nature fitted to produce, and encircle swift wings about her, and so she, lifted up from the earth, must fly up towards the high crag. But so long as each remains in its own station, there is no fellowship for the nurslings of earth with those of heaven." And after other things he adds: "Since these things, then, are so, and since Plato endeavours to draw the souls of the young somewhere aloft towards the divine, and in this way familiarizes them with virtue and the noble, while persuading them to despise all other things; tell us,
Notes, col. 1304

On the reading

Printed ταύτη, for ταύτῃ.

PG 21:1305Read from the page
ὦ Περιπατητικὲ, πῶς ἐκδιδάξεις ταῦτα; Πῶς ὁδηγήσεις ἐπ' αὐτὰ τοὺς φιλοπλάτωνας; Ποῦ σοι τῆς αἱρέσεως τοσοῦτον ὕψος λόγων, ὥστε τὸ τῶν Ἀλωάδων φρόνημα κτήσασθαι, καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν; ἣν ἐκεῖνοι μὲν ᾤοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι· τὸ δ' ἄρ' ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων. Τίς οὖν ἡ παρὰ σοὶ πρὸς ταῦτα τοῖς νέοις βοήθεια; καὶ πόθεν τις ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ δὲ ποίων γραμμάτων Ἀριστοτέλους; τίνος τῶν ἀπ' αὐτοῦ; ἐκ ποίων γραφῶν; Δίδωμι γάρ σοι, κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. Ἀλλὰ γὰρ οὔτ' ἔχεις εἰπεῖν, οὔτ' ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς. Αἱ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμειοί τε καὶ Νικομάχειοι, καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι, καὶ ταπεινὸν, καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι, καὶ τοσοῦτον, ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος, καὶ μειράκιον, καὶ γυνή. Τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ βασιλικὸν, ὃ παρὰ τοῦ Διὸς ἔχει λαβοῦσα ἀναφαίρετον ἡ ἀρετὴ, ἐπεὶ,
O Peripatetic, how will you teach these things thoroughly? How will you guide the lovers of Plato to them? Where have you in your sect so great a height of discourses as to acquire the spirit of the Aloadae, and to seek the road to heaven? Which those men indeed thought could come about by the piling up of mountains; whereas it came about, after all, by the taking away of human pursuits, as Plato says. What help, then, have you for the young towards these things? And whence is there any discourse that is a fellow-combatant for virtue? And from what writings of Aristotle? Of whom among his followers? From what treatises? For I grant you, even if you wish to lie, only something spirited. But in fact you neither have anything to say, nor would any of the leaders of the sect permit you. At any rate, the treatises of Aristotle concerning these matters, entitled Eudemian and Nicomachean, and those of the Magna Moralia, think something small, and lowly, and vulgar concerning virtue, and just so much as even a private and uneducated person, and a stripling, and a woman might think. For the diadem, so to speak, and the royal sceptre, which virtue has received from Zeus as something not to be taken away, since,
Οὐ παλινάγρετον, ὅττι κεν οὗτος Τῇ κεφαλῇ ἐπινεύσῃ·
Not to be taken back is whatsoever He nods with His head;
τοῦτο αὐτὴν ἀφαιρεῖσθαι τολμῶσιν. Οὐ γὰρ ἐπιτρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας· ὁμοίαν δὲ αὐτὴν καθιστᾶσι πλούτῳ, καὶ δόξῃ, καὶ γένει, καὶ ὑγιείᾳ, καὶ κάλλει, καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. Ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς, οὐκ αὔταρκες εὐδαίμονα τὸν κεκτημένον ἀποφῆναι· καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ' αὐτὴν εὐδαίμονα. Πῶς οὖν οὐ καθῄρηται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; — Ναί· ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι. — Τί δὴ τοῦτο; Καὶ γὰρ τὴν ὑγίειαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν πᾶσι κοινόν. Ὁπόταν οὖν τις ἐκ τούτων τῶν δογμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαίμονά φασιν ἐπὶ τροχὸν οὐκ ἀναβαίνειν· οὐδὲ ὁ ταῖς Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ' ἂν εὐδαιμονῶν καὶ μακάριος εἶναι. Τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. Τούτοις δὲ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι, μήτ' εἰ γένοιτο παραμένειν ἀεί.
this they dare to take away from her. For they do not permit her to make men happy; but they render her like wealth, and glory, and birth, and health, and beauty, and whatever other things are common to vice. For just as any one whatsoever of these things, when present apart from virtue, is not self-sufficient to render its possessor happy; so too virtue in the same way apart from these things is not sufficient to make him who has her happy. How then has the dignity of virtue not been pulled down and cast down? — Yes; but they say that virtue far excels the other goods. — What of this? For they also say that health excels wealth; but their not sufficing apart from one another for happiness is common to all of them. Whenever, therefore, someone from these doctrines and this sect would teach him who seeks the whole human good in the soul itself, they say that a happy man does not mount the wheel; nor could he who is held fast by the fortunes of Priam be happy and blessed. Yet that he who has virtue should fall into some such things is not unlikely. And upon these things it follows that happiness neither accompanies in every case those who have virtue, nor, if it should come to be, abides always.
Φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη Τηλεθόωσα φύει· Ὧς ἀνδρῶν γενεὴ, ἡ μὲν φύει, ἡ δ' ἀπολήγει.
The leaves, some the wind sheds upon the ground, and others the flourishing wood puts forth; even so is the generation of men, the one puts forth, and the other ceases.
PG 21:1308Read from the page
Ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον, ὦ ποιητά·
Still is your example small and timid, O poet:
Ἔαρος δ' ἐπιγίνεται ὥρη.
And the season of spring comes on.
Πολὺς ὁ μεταξὺ χρόνος, καὶ ᾧ μὴ γίνεται. Εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεᾶς ἀπεικάσαι, παράβαλλε τὴν Ἀριστοτέλους εὐδαιμονίαν. Ῥᾷον τῶν φύλλων αὕτη καὶ φύεται καὶ ἀπολείπει, οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτὸν, οὐδ' αὐτοετεὶ, οὐδ' αὐτομηνὶ, ἀλλ' αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται. Πολλὰ τὰ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης· καὶ γὰρ αἱ τοῦ σώματος κῆρες, μυρίαι δὲ αὗται, καὶ πενία, καὶ ἀτιμία, καὶ ὅσα τοιαῦτα· καὶ πρὸς οὐδὲν αὐταρκεῖ τὰ τῆς φίλης ἀρετῆς, πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν διασώζειν ἀσθενής. Τούτοις οὖν τις ἐντραφεὶς, καὶ τούτοις ἀρεσκόμενος τοῖς λόγοις, τίνα τρόπον ἢ αὐτὸς συνάσεται τοῖς Πλάτωνος, ἢ ἄλλους πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; Οὐ γάρ ἐστιν ὅπως ἄν τις ἐκ τούτων ὁρμώμενος, παραδέξαιτο τὰ Ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα· Ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἀρετὴ, καὶ οὔ ποτε ἐνδέουσα πρὸς εὐδαιμονίαν, οὔτε ποτὲ αὐτὴν ἀφαιρουμένη· ἀλλὰ κἂν πενία, κἂν νόσος, κἂν ἀδοξία, κἂν πίττα καὶ σταυρὸς, κἂν τὰ ἐκ τῆς τραγῳδίας ἅμα πάντα ἐπιρρυῇ, ἔτι ὁ δίκαιος εὐδαίμων καὶ μακάριος. Ἐπικηρυκεύει γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κήρυκι, καθάπερ ἀθλητήν τινα νικηφόρον, τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος, ὁ ἐξ αὐτῆς τῆς δικαιοσύνης τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. Διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῆ, καὶ τετραχῆ, καὶ πολλαχῆ τὰ ἀγαθὰ διαστελλόμενος. Οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. Οὐ δή ποθ' ἡμᾶς δι' αὐτῶν προσάξεις τῷ Πλάτωνι. Τί γὰρ εἰ τῶν ἀγαθῶν, ὡς φὴς, τὰ μὲν τίμια, καθάπερ οἱ θεοὶ, τὰ δὲ ἐπαινετὰ, ὡς αἱ ἀρεταὶ, τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχὺς, τὰ δὲ ὠφέλιμα, ὡς αἱ θεραπεῖαι; Τί δ', εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλόμενος, λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη; τέλη μὲν ὀνομάζων, ὧν χάριν τὰ ἄλλα, οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκα λαμβανόμενα. Τί δ', εἰ μάθοι τις, ὅτι τὰ μὲν ἁπλῶς ἀγαθὰ, τὰ δὲ οὐ πᾶσιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθὰ, τὰ δὲ, σώματος, τὰ δ' ἐκτός; ἢ πάλιν, ὅτι τὰ μὲν τῶν ἀγαθῶν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὗλαι, τὰ δὲ ὄργανα; κἂν κατὰ τὰς δέκα κατηγορίας μάθῃ τις δεκαχῆ διανέμειν τἀγαθὸν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα; Ἕως γὰρ ἂν οὗ σὺ μὲν εἴτε ὁμωνύμως, εἴτε ὅπως βούλει, καλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς, ἄλλ' ἄττα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνῃς, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος· Πλάτων δ' ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητῇ, τὸ ἔκπλεον εἰς εὐδαιμονίαν ἀπ' αὐτῆς τῆς ἀρετῆς ἔχων· οὐδὲν ἂν ὑμῖν εἴη κατὰ τοῦτο κοινόν· ἀλλά σοι δεῖ λόγων ἄλλων τῶν τοῦ Πλάτωνος.
Long is the time between, and that in which it does not come to be. If you wish accurately to liken the frail and unsound nature of the human race, compare the happiness of Aristotle. More easily than the leaves does this both spring forth and fail, not waiting for the revolving year, nor within the same year, nor within the same month, but on the very same day, at the very same hour it both comes to be and perishes. Many are the things that destroy it, and all of them from fortune; for both the plagues of the body—and these are ten thousand—and poverty, and dishonour, and all such things; and for nothing are the things of dear virtue self-sufficient, not adequate for help; for she is weak both to ward off misery and to preserve happiness. If anyone, therefore, has been brought up in these discourses, and is pleased with these, in what way will he either himself sing in harmony with the words of Plato, or ever strengthen others towards them? For it is impossible that anyone setting out from these things should accept those Heraclean and divine doctrines: that virtue is a strong and all-noble thing, and never lacking towards happiness, nor ever having it taken away; but even if poverty, even if disease, even if disrepute, even if pitch and the cross, even if all the things from tragedy together rush upon him, still the just man is happy and blessed. He proclaims, at any rate, by that most loud-voiced herald himself, just as some victorious athlete, the most just man, that he is the happiest, reaping the fruit of happiness from justice itself. Divide, therefore, if you will, and diversify, distinguishing goods threefold, and fourfold, and manifold. For these things are nothing to the matter in hand. Never at all will you bring us through them to Plato. For what if of goods, as you say, some are honourable, just as the gods, others praiseworthy, as the virtues, others capacities, as wealth and strength, and others beneficial, as medical treatments? And what if, distinguishing these by a lesser division, you should say that of goods some are ends, and others not ends; calling ends those for the sake of which the others are, and not ends those taken for the sake of the others? And what if someone should learn that some things are simply good, and others not for all; or that some are goods of the soul, others of the body, and others external; or again, that of goods some are capacities, others dispositions and habits, others activities, others ends, others materials, and others instruments? Even if someone should learn to distribute the good tenfold according to the ten categories, what are these teachings to the mind of Plato? For so long as you, calling the things of virtue goods either equivocally or however you will, take in addition certain other things as necessary towards happiness, taking away the sufficiency of virtue; while Plato out of abundance inquires concerning the other things, having full sufficiency for happiness from virtue itself; you would have nothing in common in this respect; but you have need of discourses other than those of Plato.
PG 21:1309Read from the page
Ὡς γὰρ οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ, Οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν.
For as there are no trusty oaths between lions and men, nor do wolves and lambs have a like-minded spirit.
Οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος. Διαμπερὲς γὰρ εἰ μὴ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο διαφερόντων φαίνονται λέγοντες.
So there is no friendship between Plato and Aristotle concerning the highest and most sovereign doctrine of happiness. For altogether, even if they do not devise evils against one another, they manifestly say things contrary concerning the matters that pertain to this.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, διενεχθέντα Μωϋσῇ καὶ Πλάτωνι ἐν τῷ περὶ Προνοίας λόγῳ.
Of the same against the same, who differed from Moses and Plato in the discourse concerning Providence.
Πάλιν Μωϋσέως καὶ τῶν παρ' Ἑβραίοις προφητῶν, οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος τούτοις συμφώνως, τῶν περὶ τῆς τῶν ὅλων Προνοίας λόγον εὐκρινῶς διατεθειμένων, ὁ Ἀριστοτέλης, μέχρι σελήνης στήσας τὸ Θεῖον, τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ Θεοῦ διοικήσεως. Ἐφ' οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος, ὧδέ πη διεξιόντος. « Ὄντος δ' ἔτι μεγίστου καὶ κυριωτάτου τῶν εἰς εὐδαιμονίαν συντελούντων, τοῦ περὶ τῆς Προνοίας πείσματος, ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλοιμεν ἀγνοεῖν, πότερον δὴ κατ' ἴχνος ὕπτιον, ἢ σκολιαῖς ἀπάταις ἂν βαίνῃ ἐπιχθονίων γένος ἀνδρῶν, ὁ δὴ Πλάτων εἰς Θεὸν καὶ ἐκ Θεοῦ πάντα ἀνάπτει. Φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων ἁπάντων ἔχοντα, εὐθείᾳ περαίνειν περιπορευόμενον. Καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι, ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγίνεσθαι περὶ μηδενός. Τούτου δὲ ἐκτὸς ὄντα, πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν, εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. Πάντων δὲ ἐπιμελούμενον, καὶ πάντα κατὰ δύναμιν κοσμοῦντα, πεφροντικέναι καὶ τῶν ἀνθρώπων. » Καὶ μετὰ βραχέα· « Καὶ ὁ μὲν Πλάτων οὕτως· Ὁ δὲ, τὴν δαιμονίαν ταύτην φύσιν ἐκποδὼν ποιούμενος, καὶ τήν γε εἰσαῦθις ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων, τήν τε ἐν τῷ παρόντι πρὸς τῶν κρειττόνων εὐλάβειαν ἀφαιρούμενος, τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; Ἢ πῶς ἂν ἐφ' ἃ βούλεται Πλάτων, παρακαλέσαι, καὶ πιστώσαιτο τὰ εἰρημένα; Πᾶν γὰρ τοὐναντίον, συνεργὸς ἂν οὗτός γε καὶ συναγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη. Πᾶς γάρ τις, ἄνθρωπος ὢν, καὶ ταῖς ἀνθρωπίναις ὀρέξεσι κατεσχημένος, ἂν καταφρονήσῃ τῶν θεῶν, καὶ μηδὲν νομίσῃ πρὸς αὐτὸν, πόρρω μὲν αὐτῶν ἀπῳκισμένος ἐν τῷ ζῆν, ἀποθανὼν δὲ οὐδὲ ἔτι ὢν, ἕτοιμος ἂν ἔλθοι πρὸς τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις. Πίστιν γὰρ λαβεῖν
Again, whereas Moses and the prophets among the Hebrews, and moreover Plato in harmony with these, have distinctly set forth the account concerning the Providence over all things, Aristotle, having halted the Divine as far as the moon, shuts out the remaining parts of the world from the administration of God. Wherefore he is also refuted by the aforesaid man, who goes through the matter somewhat thus: "And whereas the conviction concerning Providence is still the greatest and most sovereign of the things that contribute to happiness, which indeed most of all guides human life aright, if at least we are not to be ignorant whether the race of earthly men walks along a level track, or by crooked deceits, Plato attaches all things to God and from God. For he says that He, holding the beginning and middle and end of all things that are, accomplishes His course straight onward as He goes round according to nature. And once again he says that He is good, and that in one who is good no envy ever arises concerning anything. And being outside of this, He makes all things as good as possible, bringing them into order out of disorder. And caring for all things, and adorning all things according to power, He has taken thought also for men." And after a little: "And Plato indeed thus; whereas he, putting this divine nature out of the way, and cutting off the future hope of the soul, and taking away the present reverence before the higher powers, what fellowship has he with Plato? Or how could he exhort to the things that Plato wishes, and confirm the things that have been said? For quite the contrary, this man would appear a fellow-worker and fellow-combatant with those who wish to do wrong. For everyone, being a man, and held fast by human desires, if he despises the gods, and thinks that they are nothing to him, being settled far away from them while living, and when dead no longer even existing, would come readily to gratifying his desires. For to receive belief
Notes, col. 1309

On the reading

Printed τῶν, for τὸν.

PG 21:1312Read from the page
περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ ἀδύνατον, ἄν γε ἀνθρώπους δέῃ λανθάνειν· οὐ μὴν ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν πεφωρακότων κρατεῖν δυνατός ἐστιν. Ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν ἡ τῆς Προνοίας ἀπόγνωσις. Ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν ὅστις τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθὸν, καὶ τὴν ἐκ θεῶν ἄδειαν παρασχόμενος, ἔτι μηχανὴν πρὸς τὸ μὴ ἀδικεῖν πορίζειν οἴεται· ὅμοιόν τι ποιῶν ἰατρῷ, τὴν μὲν ἔτι ζῶντος τοῦ κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μὲν μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεωτος. Παραπλησίως δὲ τούτῳ καὶ ὁ Περιπατητικός. Οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν σπουδὴ, ὡς ἡ περὶ τὸ θεῖον, ὅτι κήδοιτο, ἀπιστία, τὴν ἀδικίαν ἐπιῤῥώννυσι. Τί οὖν, φήσαι τις ἂν, ἐν ταὐτῷ θήσεις Ἀριστοτέλην καὶ Ἐπίκουρον; Πάνυ μὲν οὖν, ὥς γε πρὸς τὸ προκείμενον. Τί γὰρ διαφέρει πρὸς ἡμᾶς, ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοικίσασθαι, καὶ μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν κόσμῳ τοὺς θεοὺς καθείρξαντα, τῶν ἐπὶ γῆς πραγμάτων ἀποστῆσαι; Κατ' ἴσον γὰρ ἀμφοτέροις τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους, καὶ ἴση τοῖς ἀδικοῦσιν ἀπὸ τῶν θεῶν ἄδεια. Τὸ δὲ κινουμένων τῶν κατ' οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύειν· μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων· ἤδη δὲ ταύτῃ γε, καὶ κατ' Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται. Τὰς γοῦν βελτίονας ἀποῤῥοίας αὐτῶν φασι τοῖς μετασχοῦσι μεγάλων ἀγαθῶν παραιτίας γενέσθαι. Ἀλλ' οὔτε τοῦτον, οὔτε ἐκεῖνον δίκαιον ἐν Προνοίας ἀριθμεῖσθαι λόγῳ. Εἴπερ γὰρ καὶ κατ' Ἐπίκουρον τὸ τῆς Προνοίας οἴχεται, καίτοι τῶν θεῶν κατ' αὐτὸν πᾶσαν κηδεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων· οὕτως ἂν οἴχοιτο καὶ κατ' Ἀριστοτέλην τὸ τῆς Προνοίας, εἰ καὶ τὰ κατ' οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται. Πρόνοιαν γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν, ἧς οὐ μέτεστι τῷ μήτε δαίμονας, μήτε ἥρωας, μήτε ὅλως ἐπιδιαμένειν δύνασθαι τὰς ψυχὰς συγκεχωρηκότι. Ἐκεῖνο δέ μοι κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιηκέναι. Ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας, εἰς ταὐτὸν ἐλθόντας αὐτοῖς, καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε, καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαν ἀκοινωνησίᾳ παραιτούμενος. Ὁ δὲ περιττὸς ἡμῖν οὗτος τῆς φύσεως εὑρετὴς, καὶ τῶν θείων πραγμάτων ἐπιγνώμων ἀκριβὴς, ὑπ' αὐτὴν τὴν ὄψιν τῶν θεῶν τὰ ἀνθρώπινα πράγματα ὑποθεὶς, εἴασεν ἀτημέλητα καὶ ἀφρόντιστα, φύσει τινὶ καὶ οὐ θείῳ λογισμῷ διοικούμενα. Ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ' ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ' Ἐπίκου-
concerning escaping notice when doing wrong is not impossible, if indeed one need only escape the notice of men; nor yet is it necessary by every means to seek to escape notice, where one is able to overpower those who have detected him. Thus despair of Providence is a ready instrument towards injustice. For that man is altogether a very obliging fellow who, after holding out pleasure to us as a good, and granting immunity from the gods, still thinks to provide a contrivance against doing wrong; acting somewhat like a physician who omits assistance while the patient is still alive, and after death attempts to weave certain contrivances for the preservation of the dead man. And in a manner very similar to him acts the Peripatetic also. For eagerness after pleasure does not so strengthen injustice as does disbelief concerning the divine, that it cares for us. Why then, someone might say, will you place Aristotle and Epicurus in the same rank? Assuredly so, at least as regards the matter before us. For what difference does it make to us, whether one banishes the divine from the world and leaves us no fellowship with it, or shuts up the gods within the world and removes them from terrestrial affairs? For in both alike there is an equal neglect of men on the part of the gods, and an equal immunity from the gods for wrongdoers. And that from the revolution of the heavenly bodies we also enjoy some benefit is, in the first place, common also to irrational and inanimate things; and besides, in this way at least, according to Epicurus also, benefit comes to men from the gods. At any rate, they say that the better emanations from them become contributory causes of great goods to those who partake of them. Yet it is just that neither the one nor the other should be reckoned in the account of Providence. For if indeed according to Epicurus the principle of Providence is gone, although according to him the gods apply all care for the preservation of their own goods; so also would the principle of Providence be gone according to Aristotle, even if the things in heaven are administered in a certain order and arrangement. For we seek a Providence that concerns us, in which he has no share who has allowed neither daemons, nor heroes, nor that souls are able to survive at all. And in my judgement Epicurus seems to have acted even more modestly in that respect. For, as if despairing that the gods could abstain from the care of men if they came into the same place with them, he removed them as it were into a foreign land, and settled them somewhere outside the world, excusing their inhumanity by their distance and their complete lack of fellowship with all things. Whereas this extraordinary discoverer of nature for us, and exact judge of divine things, having placed human affairs under the very sight of the gods, left them neglected and uncared for, governed by a certain nature and not by divine reason. Whence he too would reasonably not escape even that charge which against Epicu-
Notes, col. 1312

On the reading

Printed τεθνεωτος, for τεθνεῶτος.

PG 21:1313Read from the page
ρόν τινες μαντεύονται· ὡς ἄρα μὴ κατὰ γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατένειμεν ἐν τῷ παντὶ χώραν, ὥσπερ ἐν θεάτρῳ θέαν. Τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τοῦ ἀνδρὸς, ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμᾶς ἐνέργειαν, ἐξ ἧς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. Τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ. Ἀποστήσας γὰρ, καὶ παραδοὺς ὄψει μόνῃ τὴν πίστιν, πράγματι κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσούτου διαστήματος, τάχ' ἂν αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς. Οὐ γὰρ ἀπολιπὼν ἔξω τι τοῦ κόσμου, ἀλλ' οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεοὺς, ἀνάγκην ἔσχεν ἤτοι παντάπασιν ἄθεος εἶναι ὁμολογεῖν, ἢ τοῦ δοκεῖν ἀπολιπεῖν θεοὺς δόξαν ἀνασώζειν, ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας. Ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ, ἔοικεν εὐσχημόνως ἀπιστεῖν τοῖς θεοῖς. Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην, χρεοκοποῦντα τὸν περὶ Προνοίας λόγον. Ὁ δ' αὐτὸς ἔτι καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι, πρὸς τὸν αὐτὸν ἀποτεινόμενος, μὴ βουλόμενον γεννητὸν εἶναι τὸν κόσμον.
rus some divine: namely, that not according to his real conviction, but through fear of men, he assigned to the gods a place in the universe, just like a spectator's seat in a theatre. And they make it a proof of the man's mind that he took away from them their activity towards us, from which alone the existence of the gods was to have its just belief. For this very same thing Aristotle also does. For having removed them to a distance, and having handed over belief to sight alone, a faculty weak to judge things from so great an interval, he might perhaps seem out of shame to say that there are gods there. For since he neither left anything outside the world, nor brought the gods near to the things upon earth, he was forced either to confess himself altogether an atheist, or to preserve the reputation of seeming to leave gods by settling the gods somewhere there. And he who excused the exact care of the higher powers by their non-intercourse seems decorously to disbelieve in the gods. Thus far Atticus against Aristotle, who defrauds the doctrine concerning Providence. And the same author adds these things also to what has been said, directing his argument against the same man, because he refuses to allow that the world is generated.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, διενεχθέντα Μωϋσεῖ καὶ Πλάτωνι, καὶ ἐν τῷ μὴ συγχωρεῖν γεννητὸν εἶναι τὸν κόσμον.
Of the same against the same, disagreeing with Moses and Plato also in not allowing that the world is generated.
Πάλιν Μωϋσέως γεννητὸν εἶναι τὸν κόσμον ὁρισαμένου, ποιητήν τε καὶ δημιουργὸν τοῖς ὅλοις τὸν Θεὸν ἐπιστήσαντος, τοῦ τε Πλάτωνος τὰ ἴσα Μωϋσεῖ φιλοσοφοῦντος· τὴν ἐναντίαν κἀν τούτοις ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος συγγραφέως, ὧδε πρὸς ῥῆμα γράφοντος. Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν, καὶ τὸ τῆς Προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος· καὶ λογισάμενος, ὅτι τῷ μὴ γενομένῳ, οὔτε τινὸς ποιητοῦ, οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς Προνοίας, ἀφεῖλε τὸ ἀγέννητον αὐτοῦ. Παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι, οἷς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον εἶναι. Δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν, εἰ περὶ τῶν
Again, whereas Moses determined that the world is generated, and set God over the universe as Maker and Framer, and whereas Plato philosophizes in agreement with Moses; Aristotle, having taken the opposite path in these matters also, is refuted by the aforesaid writer, who writes word for word thus: First, then, considering the generation of the world, and deeming it necessary to investigate in every way this great and most beneficial doctrine of Providence; and having reckoned that what has not come into being needs neither any maker nor any guardian in order to be well constituted, lest he should deprive the world of Providence, he took away its ungenerated character. And we beg now that those of the same household, who hold that according to Plato also the world is ungenerated, may not stand in our way. For they are bound in justice to grant us pardon, if concerning the