Περὶ γοῦν τῶν καλουμένων στοιχείων, ἐξ ὧν πρώτων σώματα συνέστηκε, Πλάτων μὲν ἑπόμενος τῇ περὶ αὐτὰ ἐναργείᾳ, καθάπερ καὶ οἱ πρὸ αὐτοῦ, τέσσαρά τε ἔφησεν εἶναι ταῦτα ὁμολογούμενα, πῦρ, καὶ γῆν, καὶ ἀέρα, καὶ ὕδωρ, καὶ ἐκ τούτων συγκρινομένων καὶ τρεπομένων τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης δὲ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ φρονεῖν, εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη, προσκατηρίθμησε τοῖς φαινομένοις τέτταρσι σώμασι τὴν πέμπτην οὐσίαν· πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως τῇ φύσει χρησάμενος, μὴ συνιδὼν δὲ, ὅτι οὐ νομοθετεῖν δεῖ φυσιολογοῦντα, τὰ δὲ τῆς φύσεως αὐτῆς ἐξιστορεῖν. Εἰς τοίνυν τὴν ἀπόδειξιν τοῦ τέτταρας εἶναι τὰς πρώτας τῶν σωμάτων φύσεις, ἧς δὴ χρεία τοῖς Πλατωνικοῖς, οὐ μόνον οὐκ ἂν συντελοίη τι ὁ Περιπατητικὸς, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ' ἄν. Λεγόντων γοῦν ἡμῶν, ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρὸν, ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ μαλακὸν ἢ σκληρὸν, ἢ κοῦφον ἢ βαρὺ, ἢ ἀραιὸν ἢ πυκνόν· καὶ εὑρισκόντων, ὅτι οὐκ ἂν ἕτερον εἴη τι τὸ μεθέξον τούτων τινὸς παρὰ τὰ τέσσαρα· (εἰ μὲν γὰρ θερμὸν, ἢ πῦρ, ἢ ἀήρ· εἰ δὲ ψυχρὸν, ὕδωρ, ἢ γῆ· καὶ εἰ μὲν ξηρὸν, πῦρ, ἢ γῆ· εἰ δὲ ὑγρὸν, ὕδωρ, ἢ ἀήρ· καὶ εἰ μὲν μαλακὸν, ἀὴρ, ἢ πῦρ· εἰ δὲ σκληρὸν, ὕδωρ, ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιὸν, οἷον, πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνὸν, ὕδωρ καὶ γῆ·) καὶ ἐκ τῶν ἄλλων δὲ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατανοούντων, ὡς οὐκ ἂν εἴη τι παρὰ ταῦτα σῶμα ἕτερον· οὗτος ἀνθίσταται μόνος, φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον· σῶμα δὲ μήτε βαρὺ, μήτε κοῦφον, μήτε μαλακὸν, μήτε σκληρὸν, μήτε ὑγρὸν, ἀλλὰ μήτε ξηρόν· μονονουχὶ λέγων σῶμα οὐ σῶμα. Τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν αὐτῷ, τὰς δὲ δυνάμεις, δι' ὧν σῶμα πέφυκε γίνεσθαι, πάσας ἀφῄρηκεν. Ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων, ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης· ἢ τὰ Πλάτωνος βεβαιούμενος, τῶν αὑτῷ δοκούντων ἀποστήσεται. Ὥστε οὐδαμῆ χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος. Ἔτι ὁ μὲν Πλάτων πάντα τὰ σώματα, ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βούλεται τρέπεσθαι καὶ μεταβάλλειν εἰς ἄλληλα· ὁ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ τε, καὶ ἄφθαρτον, καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου τινὸς πράγματος γεννητὴς εἶναι δοκῇ· περιττὸν μὲν καὶ ἴδιον παντάπασι λέγων οὐδὲν, τὰ δὲ ὑπὸ Πλάτωνος ἐπ' ἄλλων ἑωραμένα καλῶς, μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα. Καθάπερ τινὲς τῶν ὕστερον
Concerning, then, the so-called elements, out of which as primary principles bodies are composed, Plato, following the clear evidence regarding them, just as those before him also did, affirmed that these are four by common consent—fire, and earth, and air, and water—and that out of these, as they are compounded and transformed, all the rest are generated; whereas Aristotle, as it seems, hoping to appear more extraordinary in wisdom if he should superfluously add some body, reckoned in addition to the four manifest bodies the fifth substance; dealing very splendidly and generously with nature, but failing to perceive that one who investigates nature ought not to lay down laws, but to inquire into the properties of nature itself. Towards the demonstration, therefore, that the primary natures of bodies are four, which the Platonists need, the Peripatetic not only would contribute nothing, but almost alone would even oppose it. At any rate, when we say that every body is either hot or cold, or moist or dry, or soft or hard, or light or heavy, or rare or dense; and when we find that there could not be anything else to partake of any of these besides the four (for if it is hot, it is either fire or air; and if cold, water or earth; and if dry, fire or earth; and if moist, water or air; and if soft, air or fire; and if hard, water or earth; and light and rare, such as fire and air; and heavy and dense, water and earth), and when from all the other simple powers also we perceive that there could not be any other body besides these; this man alone resists, asserting that there can be a body destitute of these: a body neither heavy, nor light, nor soft, nor hard, nor moist, nay, nor dry; all but saying a body that is no body. For he has left it the name, but all the powers through which a body naturally comes to be, he has taken away. Either, therefore, by persuading us of what he himself says, he will draw us away from Plato's judgement; or by confirming Plato's doctrines, he will depart from his own opinions. So that he is in no way useful towards the doctrines of Plato. Furthermore, Plato holds that all bodies, inasmuch as they are contemplated upon one similar matter, are turned and changed into one another; whereas he, besides the others, demands a substance altogether impassible, and incorruptible, and unchangeable, so that forsooth he may not seem to be the father of some contemptible thing; saying nothing at all extraordinary or peculiarly his own, but transferring to things to which they do not belong the properties rightly observed by Plato in other things. Just as some of the later