Migne Reading Room

PG 21 · cols. 1192–1201 · Read from the page

Preparation for the Gospel, Book XIV

Preparation for the Gospel, Book XIV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1192Read from the page
νίδης ἡμῖν διειλέχθαι, καὶ πᾶς ὅστις ἡμῖν πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι, πόσα τε καὶ ποῖά ἐστι. Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι, παισὶν ὡς οὖσιν ἡμῖν. Ὁ μὲν, ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πη, τοτὲ δὲ καὶ φίλα γιγνόμενα, γάμους τε καὶ τόκους, καὶ τροφὰς τῶν ἐγγόνων παρέχεται. Δύο δὲ ἕτερος εἰπὼν, ὑγρὸν καὶ ξηρὸν, ἢ θερμὸν καὶ ψυχρὸν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι. Τὸ δὲ παρ' ἡμῖν Ἐλεατικὸν ἔθνος ἅπαν, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων, οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δὲ καὶ Σικελικαί τινες ὕστερον Μοῦσαι ξυνενόησαν, ὅτι συμπλέκειν ἀσφαλέστερον ἀμφότερα καὶ λέγειν, ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. Διαφερόμενον γὰρ ἀεὶ ξυμφέρεται, φασὶν αἱ συντονώτεραι τῶν Μουσῶν· αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν· ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ' Ἀφροδίτης· τοτὲ δὲ πολλὰ, καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι. Ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾷν. » Καὶ μετὰ βραχέα ἐπιλέγει· « Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μὴ πάντας μὲν οὐ διεληλύθαμεν· ὅμως δ' ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν' ἐκ πάντων ἴδωμεν, ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅ τι ποτέ ἐστιν. Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτοις. Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους. — Πῶς; — Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. Τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων, διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι· τῶν δὲ ἄλλων εἴ τις φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν, καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν. — Ἦ δεινοὺς εἴρηκας ἄνδρας. Ἤδη γὰρ καὶ ἐγὼ τούτων πλέον συχνοῖς προσέτυχον. — Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι. Τὰ δὲ ἐκείνων σώματα, καὶ τὴν λεγομένην ὑπὸ τούτων ἀλήθειαν, κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις, γένεσιν ἀντὶ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. Ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλητος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ ξυνέστηκεν. — Ἀληθῆ. » Διὰ δὴ τοσούτων τοὺς πρὸ αὐτοῦ φυσικοὺς φιλοσόφους διαβέβληκεν ὁ Πλάτων. Ὁποίαν δὲ αὐτὸς περὶ τῶν ἐζητημένων ἐπήγετο δόξαν, ἐν τοῖς πρὸ τούτου διειλήφαμεν, ὅτε συμφωνεῖν αὐτὸν τοῖς Ἑβραίων δόγμασι, καὶ τῇ Μωσέως συντρέχειν περὶ τοῦ ὄντος διδασκαλίᾳ παριστῶμεν.
nides to have conversed with us, and everyone who ever set out upon a judgement of defining the things that are, how many and of what sort they are. Each one seems to me to tell us a kind of myth, as though we were children. One says that the things that are are three, and that some of them at times war with one another in some way, and then again becoming friendly, provide marriages and births and nourishment of their offspring. And another, saying that there are two, wet and dry, or hot and cold, settles them together and gives them in marriage. And the whole Eleatic race among us, beginning from Xenophanes and even earlier, recounts in its myths that what are called all things are one. And certain Ionian and Sicilian Muses afterwards perceived that it is safer to weave both together and to say that what is is both many and one, and is held together by enmity and friendship. For in being drawn apart it is always being brought together, say the more strenuous of the Muses; whereas the softer ones relaxed its always being so, and in turn say that at one time the universe is one and friendly under Aphrodite, and at another time many and hostile to itself on account of a certain strife. Now all these things, whether any of them has spoken truly or not, it would be harsh and unseemly to impute as so great a fault to famous and ancient men." And after a little he adds: "Those, then, who speak with exactness concerning what is and what is not we have not gone through in full, yet let it suffice; and we must again look at those who speak otherwise, so that from all we may see that it is no easier to say what that which is ever is than that which is not. Therefore we must proceed to these also. And indeed there seems to be among them a sort of battle of giants, on account of their dispute with one another concerning being. — How? — Some drag all things down to earth out of heaven and the unseen, literally grasping rocks and oaks with their hands. For laying hold of all such things, they stoutly maintain that this alone is which affords impact and a certain touch, defining body and being as the same; and if anyone of the rest says that something not having a body is, despising him altogether and wishing to hear nothing else. — Truly you have spoken of terrible men. For already I too have met with many of these. — Therefore those who dispute against them defend themselves very cautiously from somewhere above out of the unseen, contending forcibly that certain intelligible and bodiless forms are the true being. And breaking up into small pieces in their arguments the bodies of those men, and what is called truth by them, they style it a certain moving process of becoming instead of being. And in the midst around these things a boundless battle between both sides, Theaetetus, has always stood joined. — True." Through so many words, then, Plato has disparaged the natural philosophers before him. And what sort of opinion he himself brought forward concerning the matters investigated, we have treated thoroughly in the books before this, when we showed that he agrees with the doctrines of the Hebrews, and concurs with the teaching of Moses concerning that which is.
PG 21:1193Read from the page
Καὶ τοὺς αὐτοῦ δὲ τοῦ Πλάτωνος διαδόχους φέρε τῷ λόγῳ θεωρήσωμεν. Πλάτωνά φασιν, ἐν Ἀκαδημίᾳ συστησάμενον τὴν διατριβὴν, πρῶτον Ἀκαδημαϊκὸν κληθῆναι, καὶ τὴν ὀνομασθεῖσαν Ἀκαδημαϊκὴν φιλοσοφίαν συστήσασθαι. Μετὰ δὲ Πλάτωνα Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτωνος, τῆς Πώτωνος· εἶτα Ξενοκράτην· ἔπειτα Πολέμωνα τὴν διατριβὴν ὑποδέξασθαι. Τούτους δὲ ἀφ' Ἑστίας ἀρξαμένους εὐθὺς, τὰ Πλατωνικά φασι παραλύειν, στρεβλοῦντας τὰ τῷ διδασκάλῳ φανέντα ξένων εἰσαγωγαῖς δογμάτων. Ὥστε σοι μὴ εἰς μακρὸν ἐλπίζειν τὴν τῶν θαυμαστῶν ἐκείνων διαλόγων ἰσχὺν ἀποσβῆναι, ἅμα τε τῇ τοῦ ἀνδρὸς τελευτῇ, καὶ τὴν τῶν δογμάτων διαδοχὴν συναποτελευτῆσαι· μάχης ἐντεῦθεν καὶ στάσεως ἀπὸ τῶνδε ἀρξαμένης, οὔ ποτε καὶ εἰς δεῦρο διαλειπούσης τοὺς τὰ αὐτῷ φίλα ζηλοῦν ἀσπαζομένους, οὐδένας μὲν ὄντας, πλὴν εἰ μὴ εἷς που ἢ δεύτερος ἐν ὅλῳ τῷ βίῳ, ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς τὸν ἀριθμόν· οὐδ' αὐτοὶ πάμπαν ἀλλότριοι ἐπιπλάστου σοφιστείας· ἐπεὶ καὶ οἱ πρόσθεν τὸν Πλάτωνα διαδεξάμενοι τοιοἵδε τινὲς διαβέβληνται. Πολέμωνα γάρ φασι διαδέξασθαι Ἀρκεσίλαον, ὃν δὴ κατέχει λόγος ἀφέμενον τὴν Πλάτωνος δογμάτων, ξένην τινὰ, καὶ, ὥς φασι, δευτέραν συστήσασθαι Ἀκαδημίαν. Φάναι γὰρ περὶ ἁπάντων ἐπέχειν δεῖν· εἶναι γὰρ πάντα ἀκατάληπτα, καὶ τοὺς εἰς ἑκάτερα λόγους ἰσοκρατεῖς ἀλλήλοις, καὶ τὰς αἰσθήσεις δὲ ἀπίστους εἶναι, καὶ πάντα λόγον. Ἐπήνει γοῦν Ἡσιόδου τουτὶ τὸ ἀπόφθεγμα·
Come, let us also survey in our discourse the successors of Plato himself. They say that Plato, having established his school in the Academy, was the first to be called an Academic, and established what was named the Academic philosophy. And that after Plato, Speusippus, the son of Plato's sister Potone, then Xenocrates, and next Polemo succeeded to the school. And they say that these, beginning straightway from the hearth, undid the Platonic doctrines, twisting the things that had seemed good to their teacher by introductions of foreign doctrines. So that you could expect that after no long time the strength of those admirable dialogues was quenched, and together with the death of the man the succession of his doctrines also came to an end with him; battle and faction having begun thence from these men, and never even to this day ceasing among those who welcome the emulation of the things dear to him, there being none indeed, save perhaps one or two in a whole lifetime, or also certain others altogether few in number; nor are they themselves wholly strangers to feigned sophistry; since even those who earlier succeeded Plato have been traduced as being of some such sort. For they say that Arcesilaus succeeded Polemo, of whom indeed the report prevails that having let go the doctrines of Plato, he established a certain foreign and, as they say, Second Academy. For he said that one must suspend judgement concerning all things; for all things are incomprehensible, and the arguments on either side are of equal strength with one another, and the senses also are untrustworthy, and every argument. At any rate he praised this saying of Hesiod:
Κρύψαντες γὰρ ἔχουσι θεοὶ νόον ἀνθρώποισιν.
For the gods keep understanding hidden from men.
Ἐπειρᾶτο δὲ καὶ παράδοξά τινα ἀνακαινίζειν. Μετὰ δὲ τὸν Ἀρκεσίλαον τοὺς ἀμφὶ Καρνεάδην καὶ Κλειτόμαχον, τῆς τῶν προτέρων δόξης ἀποτραπέντας, τρίτης Ἀκαδημίας αἰτίους γενέσθαι φασίν. Ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι, τὴν τῶν περὶ τὸν Φίλωνα καὶ Χαρμίδαν. Τινὲς δὲ καὶ πέμπτην καταλέγουσι, τὴν τῶν περὶ τὸν Ἀντίοχον. Τοιαύτη μέν τις ἡ αὐτοῦ Πλάτωνος ὑπῆρξε διαδοχή. Ὁποῖοι δὲ γεγόνασιν οἵδε τὸν τρόπον, λαβὼν ἀνάγνωθι τὰς ὧδε ἐχούσας Νουμηνίου τοῦ Πυθαγορείου φωνὰς, ἃς τέθειται ἐν τῷ πρώτῳ ὧν ἐπέγραψε Περὶ τῆς τῶν Ἀκαδημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως.
And he also tried to introduce certain paradoxes as novelties. And after Arcesilaus they say that the followers of Carneades and Clitomachus, having turned away from the opinion of their predecessors, became the authors of a Third Academy. And some also add a Fourth, that of the followers of Philo and Charmidas. And some also reckon a Fifth, that of the followers of Antiochus. Such, then, was the succession of Plato himself. And of what sort these men were in character, take and read the words of Numenius the Pythagorean, which run thus, and which he has set down in the first of the books which he entitled Concerning the Divergence of the Academics from Plato.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Περὶ τῆς κατὰ Πλάτωνα πρώτης διαδοχῆς. Ἐκ τῶν Νουμηνίου τοῦ Πυθαγορικοῦ.
Concerning the first succession after Plato. From the works of Numenius the Pythagorean.
« Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενοκράτην δὲ τὸν διάδοχον τοῦ Σπευσίπ-
"Down to Speusippus, then, the nephew of Plato, and Xenocrates the successor of Speusip-
Notes, col. 1193

On the reading

Printed τὴν, for τῶν.

PG 21:1196Read from the page
που, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον την σχολὴν παρὰ Ξενοκράτους, ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδόν τι ταὐτὸν ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλλήτου τε, καὶ εἰ δή τινων τοιούτων ἄλλων. Ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ παραλύοντες, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ' ἐκείνου, καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ, οὐκ ἂν φιλοτίμῳ ἴσως. Καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτην, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. Καὶ γάρ με δάκνει, ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων, σώζοντες τῷ Πλάτωνι κατὰ πάντα πάντῃ πᾶσαν ὁμοδοξίαν Καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου· ᾧ συνακολουθοῦντες σεφθέντες τε οἱ γνώριμοι, ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. Τοῦτο δὲ οἱ Ἐπικούρειοι οὐκ ὤφελον μὲν, μαθόντες δ' οὖν, ἐν οὐδενὶ μὲν ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι, καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως. Ὑπῆρξέ τε ἐκ τούτου ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις μηδ' αὐτοῖς εἰπεῖν πω ἐναντίον, οὔτε ἀλλήλοις, οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδὲν, ὅτου καὶ μνησθῆναι ἄξιον. Ἀλλ' ἔστιν αὐτοῖς παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. Καὶ διὰ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ. Κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα ὑπὸ τῆς ἐν ἀλλήλοις αἰεί ποτε συμφωνίας. Ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, μίαν γνώμην ἐχούσῃ. Ἀφ' ἧς ἦσαν, καί εἰσι, καὶ, ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι. Τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων, καὶ μηδέπω τελευτῶντα καὶ νῦν. Ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ' ἤδη μεταθέμενοι. Εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλεῖον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι. Αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ, τοῖς τε σκαριφηθμοῖς ἐπετίμων θᾶττον. Πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους, ἀφελκύσαντες διαφόρους τοὺς λόγους· ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης· καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοι
pus, and Polemo who received the school from Xenocrates, the character of the doctrines always remained almost the same, at least on account of this much-talked-of suspension of judgement not yet existing, and if there were any other such things. For in other respects, relaxing them in many places, and twisting others, they did not abide by the first succession; but beginning from him, both sooner and later they diverged, whether by choice or ignorance, and in some matters by some other cause, perhaps not ambitious. And I do not wish to say anything disparaging because of Xenocrates, yet I would rather speak on behalf of Plato. For it stings me that they did not suffer and do everything to preserve for Plato in all things and in every way complete unanimity of opinion. And yet Plato was worthy of this from them, being while not better than the great Pythagoras, yet perhaps not inferior to him either; by following and revering whom, his disciples became the chief cause of Pythagoras being held in the highest honour. This the Epicureans, though they ought not to have done so, yet having learnt it, were seen in no matter at all setting themselves in opposition to Epicurus, and having agreed to hold the same opinions with a wise man, they themselves also on this account reasonably enjoyed the title. And from this it came about for the most part that the subsequent Epicureans never said anything contrary even among themselves, neither to one another nor to Epicurus in anything at all worth mentioning. Nay, among them an innovation is a transgression, or rather an impiety, and is condemned. And on this account no one even dares to make one. And in great peace their doctrines rest quietly among them through their perpetual harmony with one another. And the school of Epicurus resembles some true commonwealth most free from faction, having one common mind, one judgement; from which they were, and are, and, as it seems, will be fond of following him. But the doctrines of the Stoics have been torn by faction, beginning from their founders, and not yet ending even now. And they refute affectionately by a hostile refutation, some of them having still abided by their tenets, and others having already changed them. The first men, then, resemble those who incline more to oligarchy, who having diverged became for those who came after the cause of much censure against their predecessors, and much against one another, some being still more Stoic than others; and especially as many as appeared more pedantic in technicalities. For these very men, surpassing the others in meddlesomeness and in petty cavils, were quicker to censure. Yet long before these, the followers of Socrates suffered the same things, drawing off discordant discourses: Aristippus in his own way, and Antisthenes in his own way; and elsewhere in their own way the Megarians
Notes, col. 1196

On the reading

Printed την, for τὴν.

Printed Μεγαρικοι, for Μεγαρικοὶ.

PG 21:1197Read from the page
τε καὶ Ἐρετρικοὶ, ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. Αἴτιον δὲ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους, καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς, οἱ διακούσαντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῆ, καὶ ἀπὸ τῆς νικώσης αιεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι. Ὁ δὲ Πλάτων, Πυθαγορίσας (ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν διὰ τὰ αὐτὰ τοιαῦτα εἰπεῖν τε καὶ γνόντα εἰρηκέναι), ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο τὰ πράγματα, οὔτε εἰωθότως, οὔτε δὲ εἰς τὸ φανερόν· διαγαγὼν δὲ ἕκαστα ὅπη ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ' αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῶν δογμάτων, οὐ φθόνῳ μὲν, οὐδέ γε δυσνοίᾳ. Ἀλλ' οὐ βούλομαι, ἐπὶ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα. Τοῦτο δὲ χρὴ μαθόντας ἡμᾶς, ἐπενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέμεθα, χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτω καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ Θεὸς ἀντιλάβηται, χωρίζοντες, ἐάσομεν αὐτὸν ἐφ' ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον. Ὡς νῦν μανικώτερον ἢ Πενθεῖ τινι προσῆκε, διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλως δ' ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς. Ὡς οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου, τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον, καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη. Ἀλλ' οὐ γάρ τι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως. Ἃ δὲ προὐδέδοκτο, καὶ εἶμι ἐκεῖσε, ᾗ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν, Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι. Νυνὶ δὲ αὐτῷ λελογίσθω, ὅτι καὶ Στίλπωνός τε μετέσχε, καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. Ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην, ὁ μὲν Ἡράκλειτον, καὶ Στίλπωνα, ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητὴς, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρὸς, κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ' Ἀρκεσίλαος Θεόφραστον ἴσχει, καὶ Κράντορα τὸν Πλατωνικὸν, καὶ Διόδωρον, εἶτα Πύῤῥωνα· ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικὸς, ὑπὸ Διοδώρου δὲ σοφιστὴς, ὑπὸ δὲ Πύῤῥωνος ἐγένετο παντοδαπὸς, καὶ ἴτης, καὶ οὐδέν. Ὃ καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παράγωγον καὶ ὑβριστικόν·
and Eretrians, or if there are any others along with these. And the cause is that, whereas Socrates posited three gods, and philosophized about them in the rhythms fitting for each, his hearers were ignorant of this, and supposed that he said all things at random, and from whatever fortune happened to prevail at one time or another, just as the wind blew. And Plato, having followed Pythagoras (for he knew that Socrates from nowhere else than from that source said such things for the same reasons, and spoke knowing them), thus also himself bound together the matters, neither in the customary way, nor openly; and conducting each point as he thought best, hiding it midway between being clear and not clear, he wrote safely indeed, yet he himself furnished a cause for the dissension after him and the pulling apart of his doctrines, not out of envy indeed, nor out of ill-will. But I do not wish to speak words of ill omen against elder men. Having learnt this, however, we must rather direct our judgement thither, and just as from the beginning we proposed to separate him from Aristotle and Zeno, so now also separating him from the Academy, if God lends aid, we shall allow him now to be on his own a Pythagorean. Since now, more frantically than befitted any Pentheus, being torn apart he suffers indeed limb by limb, yet as a whole out of his whole self he never changes over or changes back at all. As a man, therefore, standing midway between Pythagoras and Socrates, bringing down the solemnity of the one to the level of affability, and raising up this neat and playful manner of the other from irony to dignity and weight, and in this very thing blending Pythagoras with Socrates, he appeared more approachable than the one, and more solemn than the other. Yet I did not come to arbitrate these matters, since my present inquiry is not about them. But as to what had been determined beforehand, thither I go, where indeed I seem to myself to have run off out of sight, lest perchance we be beaten back from the direct road. Now the disciples of Polemo were Arcesilaus and Zeno; for I shall mention them again at the end. Zeno, then, I remember having said, attended Xenocrates and afterwards Polemo, and again played the Cynic with Crates. Now let it be reckoned to him that he also shared in Stilpo, and in the Heraclitean discourses. For when, attending Polemo together, they vied ambitiously with one another, they called in as allies for their battle against one another, the one Heraclitus, and Stilpo, and at the same time Crates, by whom—by Stilpo he was made a disputant, by Heraclitus austere, and by Crates a Cynic; while Arcesilaus had Theophrastus, and Crantor the Platonist, and Diodorus, and then Pyrrho; by whom—by Crantor he was made persuasive, by Diodorus a sophist, and by Pyrrho versatile, and headlong, and nothing at all. Wherefore also there used to be recited concerning him a certain parodied and abusive verse:
Notes, col. 1197

On the reading

Printed αιεὶ, for αἰεὶ.

PG 21:1200Read from the page
Πρόσθε Πλάτων, ὄπιθεν Πύῤῥων, μέσσος Διόδωρος.
Plato in front, Pyrrho behind, Diodorus in the middle.
Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ·
And Timon says that he was also equipped after receiving contentiousness from Menedemus, if indeed he says concerning him:
Τῇ μὲν ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλυβδον, Θεύσεται, ἢ Πύῤῥωνα τὸ πάγκρεας, ἢ Διόδωρον.
Having on the one side the lead of Menedemus beneath his breast, he will run either to Pyrrho, that all-flesh, or to Diodorus.
Ταῖς οὖν Διοδώρου διαλεκτικοῦ ὄντος, λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύῤῥωνος καὶ τὸ σκεπτικὸν καταπλέξας, διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήναφόν τινα κατεστωμυλμένον· καὶ ἔλεγε, καὶ ἀντέλεγε, καὶ μετεκυλινδεῖτο κἀκεῖθεν, κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος, καὶ δύσκριτος, καὶ παλίμβολός τε ἅμα, καὶ παρακεκινδυνευμένος, οὐδέν τε εἰδὼς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος. »
Interweaving, then, the reasonings of Pyrrho and his scepticism with the subtleties of Diodorus, who was a dialectician, he adorned with the rhetorical skill of Plato a certain chattering babble; and he spoke, and spoke against it, and rolled himself over from that side and from this side, from either side, whence it might chance, retracting, and hard to judge, and at once shifty and reckless, knowing nothing, as he himself said, being noble; and then somehow he came out like those who know, made to appear of every sort by the shadow-painting of his words."
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Περὶ Ἀρκεσιλάου τοῦ τὴν δευτέραν Ἀκαδημίαν ὑποστησαμένου. Ἐκ τοῦ αὐτοῦ.
Concerning Arcesilaus, who founded the second Academy. From the same.
« Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρωσὶν ὁμιλέοι, οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. Τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ' εἰπεῖν οὐκ ἐνῆν ἐν αὐτῷ, οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. Ὠνομάζετο οὖν δεινὸς σοφιστὴς, τῶν ἀγυμνάστων σφαγεύς. Ὥσπερ γὰρ αἱ Ἔμπουσαι, ἐν τοῖς φάσμασι τοῖς τῶν λόγων ὑπὸ παρασκευῆς τε καὶ μελέτης ἐφήρμοττεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτὸς, οὔτε τοὺς ἄλλους ἐᾷν· ἐδειμάτου δὲ καὶ κατεθορύβει, καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα, κατέχαιρε τῷ ὀνείδει, καὶ ἡμβρύνετο θαυμαστῶς, ὅτι μήτε τι αἰσχρὸν ἢ καλὸν, μήτε ἀγαθὸν, μήτε αὖ κακόν ἐστί τι, ᾔδει· ἀλλ' ὁπότερον εἰς τὰς ψυχὰς πέσοι, τοῦτο εἰπὼν, αὖθις μεταβαλὼν, ἀνέτρεπεν ἂν πλεοναχῶς ἢ δι' ὅσων κατεσκευάκει. Ἦν οὖν ὕδραν τέμνων ἑαυτὸν, καὶ
"And just as it was unknown with which side the Homeric son of Tydeus was, whether he consorted with the Trojans or with the Achaeans, no less was Arcesilaus unknown. For to speak one and the same discourse ever was not in him, nor indeed did he deem such a thing to belong at all to a clever man. He was therefore called a formidable sophist, the butcher of the unpractised. For like the Empusae, through preparation and practice he fitted himself to the phantoms of discourses, he cast spells, he had nothing that either he himself knew or let others know; and he terrified and threw into confusion, and carrying off the first prize for fallacies and the theft of arguments, he exulted in the reproach, and prided himself wonderfully that he knew neither what is base or noble, nor what is good, nor again what is bad; but whichever fell into men's souls, having spoken this, changing round again, he would overturn it in more ways than those by which he had established it. He was therefore cutting himself like a hydra, and
Notes, col. 1200

On the reading

Printed ἡμβρύνετο, for ἡβρύνετο.

PG 21:1201Read from the page
τεμνόμενος ὑφ' ἑαυτοῦ, ἀμφότερα ἀλλήλων δυσκρίτως, καὶ τοῦ δέοντος ἀσκέπτως. Πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις· ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος, ἐπεί τοι προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. Δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ' ἔσχεν ὧδε ἐξ ἀρχῆς. Συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικὰ, διὰ τὸ καλὸς εἶναι, ἔτι ὢν ὡραῖος, τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς, τρεχούσῃ χρησάμενος αὐτῇ, ῥᾳδίᾳ, θερμουργῷ ὑπὸ φιλονεικίας, μετασχὼν μὲν Διοδώρου εἰς τὰ πεπανουργημένα πιθάνια ταῦτα τὰ κομψὰ, ὡμιληκὼς δὲ Πύῤῥωνι (ὁ δὲ Πύῤῥων ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν γέ ποθεν·) οὗτος μὲν δὴ ἔνθεν καταρτυθεὶς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύῤῥωνι, ὡς τῇ πάντων ἀναιρέσει. Μνασέας γοῦν, καὶ Φιλόμηλος, καὶ Τίμων οἱ σκεπτικοὶ, σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθὲς, καὶ τὸ ψεῦδος, καὶ τὸ πιθανόν. Λεχθεὶς οὖν ἀναίτια τῶν Πυῤῥωνείων Πυῤῥώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. Ἦν μὲν τοίνυν Πυῤῥώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδημαϊκὸς δ' οὐκ ἦν, πλὴν τοῦ λέγεσθαι. Οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις Διατριβαῖς, Ἀρκεσίλαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ, ἐπεισιόντων τοῖς φιλοσοφοῦσι, καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδέν γε δόγμα ὑπειπεῖν φαινόμενον· ὥσπερ γὰρ τὸ μέλαν τὰς σηπίας, προβαλέσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. Τοῦτ' οὖν ἐγὼ οὐ πείθομαι. Οἱ δ' οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος, καὶ Ζήνων, ὑπὸ τῶν τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν, ἐπιλανθάνονται, διαστάντες δέ γε, καὶ σφέας αὐτοὺς ἀρτύναντες·
being cut by himself, both indistinguishably from one another, and without regard for what is fitting. Nevertheless he pleased his hearers, who together with listening beheld that he was fair of face; he was therefore most pleasant both to hear and to look upon, since they had become accustomed beforehand to welcome his words coming from a comely face and mouth not without kindliness in his eyes. One must not hear these things simply, for it was thus from the beginning. Having fallen in during boyhood with Theophrastus, a gentle man and not unsuited to matters of love, because of being handsome, while still in his bloom, having found a lover in Crantor the Academic, he attached himself to him; and being not ungifted by nature, using it as it ran on, facile, hot-blooded through contentiousness, having shared with Diodorus in these cunningly wrought, neat persuasions, and having associated with Pyrrho (now Pyrrho had started out from Democritus in some way or other), he, then, having been equipped from this source, except for the name, abided by Pyrrho, as in the subversion of all things. Mnaseas, at any rate, and Philomelus, and Timon the Sceptics call him a Sceptic, just as they themselves were, since he too subverted the true, and the false, and the probable. Being called, therefore, a Pyrrhonist by the Pyrrhonists without blame, out of respect for his lover he submitted to being called an Academic still. He was, accordingly, a Pyrrhonist, except for the name; and an Academic he was not, except for being called so. For I am not persuaded when Diocles of Cnidus alleges in the work entitled Diatribes that Arcesilaus, out of fear of the Theodoreans and of Bion the sophist, who attacked philosophers and did not shrink from refuting them by every means, took precaution himself, so as not to have trouble, never to suggest any manifest dogma, and, just as cuttlefish project their ink, threw forward suspension of judgement in front of himself. Of this, then, I am not persuaded. Setting out from this point, however, both Arcesilaus and Zeno, supported by such helpers, while discourses fought on both sides, forget the starting-point whence they set out from Polemo, and having parted and arrayed themselves:
Σὺν δ' ἔβαλον ῥινοὺς, σὺν δ' ἔγχεα, καὶ μένε' ἀνδρῶν Χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαιλόεσσαι Ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει· Ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνὴρ Ἐδνοπάλιζεν. Ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν, Ὀλλύντων καὶ ὀλλυμένων.
Together they dashed shields, together spears and the might of men clad in bronze corselets; and the bossed shields struck against one another, and a great din arose; shield pressed on shield, helm on helm, and man hurled man. And there at once rose the groaning and the boasting of men, slaying and being slain:
Τῶν Στωϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ' αὐτῶν, ἀγνοούμενοι ἢ ἦσαν ἁλῶναι δυνατώτεροι. Ἡλίσκοντο δὲ, τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ
Of the Stoics; for the Academics were not struck by them, since it was unknown where they were more capable of being captured. Yet they would have been captured, their foundation being shaken for them, if
Notes, col. 1201

On the reading

Printed ὀμφαιλόεσσαι, for ὀμφαλόεσσαι.