Migne Reading Room

PG 21 · cols. 1204–1213 · Read from the page

Preparation for the Gospel, Book XIV

Preparation for the Gospel, Book XIV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1204Read from the page
μήτε ἀρχὴν ἔχοιεν, μήτε μάχεσθαι ἀφορμήν. Ἡ μὲν δὴ ἀρχὴ ἦν τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδ' ἔχειν τινὰ ἀφορμὴν, ἣν εἶπον μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας ἀφελόντες. Ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῳ· μνησθήσομαι δ' αὐτοῦ αὖθις, ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. Διαστάντες δ' οὖν εἰς τὸ φανερὸν, ἔβαλλον ἀλλήλους οὐχ οἱ δύο, ἀλλ' ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. Ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ, καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ Κηφισόδωρος, ἐπειδὴ ὑπ' Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾷν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα, καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ' αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ' αὐτῶν ᾗ λέγεται ὑπονοῶν. Πλὴν οὗτος μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν εβούλετο. Ὁ μέντοι Ζήνων καὶ αὐτὸς, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ⟨ἐ⟩φιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως ἕνεκά γε τῆς εἰρημένης ταύτης. Εἰ δ' οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀνέγραψεν ἐλέγχεται, ὅτι ἐποίησεν ἐναντία καὐτὸς, μήτε ὃν ᾔδει πλήττων, ὅν τε οὐκ ἐχρῆν, ἀτιμότατα κοὶ αἴσχιστα περιυβρικὼς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. Πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. Ἤτοι γὰρ ἀγνοίᾳ τῶν ἐκείνου, ἢ δέει τῶν Στωϊκῶν,
they should have neither a starting-point nor a pretext for fighting. Now the starting-point was to convict them of not speaking Platonic doctrines; and as for not having any pretext, which I mentioned, if they had only altered some one thing, taking it away from the definition concerning apprehensive presentation. Which at present it is not seasonable for me to set forth; but I shall mention it again when I am about to come especially to this point. Having parted, then, openly, they struck at one another—not both of them, but Arcesilaus struck at Zeno. For Zeno had indeed something solemn and weighty in the battle, and no better than Cephisodorus the rhetorician; which Cephisodorus, when he saw his own teacher Isocrates attacked by Aristotle, was himself ignorant and inexperienced of Aristotle, but from seeing that the doctrines of Plato were renowned, supposing that Aristotle philosophized according to Plato, made war on Aristotle, yet struck at Plato, and brought accusations beginning from the ideas and ending in the other things which not even he himself knew, but surmising what was commonly thought about them as it is said. However, this Cephisodorus, not fighting against him on whom he made war, fought against him on whom he did not wish to make war. Zeno, however, himself also, when he let go of Arcesilaus, if indeed he had not made war on Plato either, would doubtless in my judgement have philosophized most worthily on account of this peace that has been mentioned. But if, while perhaps not ignorant of the doctrines of Arcesilaus, yet being ignorant of those of Plato, as he is convicted by what he wrote against him, in that he himself also did the opposite, neither striking him whom he knew, and having most dishonourably and shamefully outraged him whom he ought not, and that much worse than befits a dog. Yet he showed high-mindedness in abstaining from Arcesilaus. For either through ignorance of his doctrines, or out of fear of the Stoics,
Notes, col. 1204

On the reading

Printed καιρῳ, for καιρῷ.

Printed εβούλετο, for ἐβούλετο.

Printed κοὶ, for καὶ.

PG 21:1205Read from the page
πολέμοιο μέγα στόμα πευκεοανοῖο ἀπετρέψατο ἄλλῃ εἰς Πλάτωνα. Ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω. Μή ποτε μέντοι ἀγάγοιμι σχολήν ποτε τοσαύτην, τούτων γοῦν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. Τὸν δ' οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν, τοὺς παρ' ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ οὐδὲν ὤκνει. Περὶ μὲν οὖν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ, οὔτ' ἴσως εἰπεῖν ἔχω, εἴ τε καὶ εἶχον, οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι· τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου, καὐτὸ τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ' αὐτήν. Ὁ δ' ἐν τῷ ἀσθενεστέρῳ ὢν, ἡσυχίαν ἄγων, οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάῳ μὲν ἀφίετο, πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ' οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως· πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει, καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων, ὡς οὔτ' ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ᾤετο ἀποτρεψάμενος ἀφ' ἑαυτοῦ τὸν Ἀρκεσίλαον. Τοῦτο δὲ ᾔδε καὶ Ἀγαθοκλέα τὸν Συρακούσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. Οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι· Ἡ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος, οὐδ' ἐργάτις χαρίτων, ὑφ' ὧν ὁ Ἀρκεσίλαος, τὰ μὲν περικρούων, τὰ δὲ ὑποτέμνων, ἄλλα δ' ὑποσκελίζων, κατεγλωττίζετο αὐτοὺς, καὶ πιθανὸς ἦν. Τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν, ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν, καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε, μηδὲν εἶναι μήτ' οὖν ἔπος, μήτε πάθος, μήτε ἔργον ἓν βραχὺ, μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ' ἂν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ. Τῷ δ' ἄρα οὐδὲν εδόκει, οὐδ' ἀπεφαίνετο οὐδὲν μᾶλλον, ἢ ῥηματίσκια ταῦτ' εἶναι καὶ φόβους.
he turned the great mouth of bitter war elsewhere against Plato. But concerning the innovations made badly and by no means modestly by Zeno against Plato, I shall speak at some other time, if I have leisure from philosophy. Yet may I never have so much leisure, at least for the sake of these things, unless in jest. Arcesilaus, however, seeing Zeno to be a rival in art and worthy of victory, pulled down the arguments brought forward by him, and did not hesitate at all. Concerning the other matters, then, in which he had fought with him, perhaps I am neither able to speak, nor, even if I were able, would there be any need to mention them now; but since he first had invented this dogma, and seeing the very name in high repute at Athens—apprehensive presentation—he used every engine against it. And the other, being in the weaker position, keeping quiet, not being able to suffer wrong, let Arcesilaus alone, though he would have had much to say, yet he did not wish to, or perhaps rather for some other reason; and he fought with shadows against Plato, who was no longer among the living, and raised a din with all the ribaldry from a waggon, speaking as though neither Plato would defend himself, nor would anyone else care to plead on his behalf; and if Arcesilaus should care, he himself thought he would gain by diverting Arcesilaus from himself. And he knew that Agathocles the Syracusan also had practised this stratagem against the Carthaginians. And the Stoics listened in astonishment; for their muse was not even then fond of literature, nor a worker of graces, whereby Arcesilaus, beating some things round, cutting others under, and tripping up others, talked them down, and was persuasive. Therefore, while those against whom he spoke were worsted, and those among whom he was speaking were struck with amazement, it had somehow been shown to the men of that time that nothing—neither word, nor affection, nor one brief deed—was anything, nor on the contrary would ever appear useless, unless it seemed so to Arcesilaus of Pitane. Yet to him nothing seemed so, nor did he declare anything more than that these were mere little words and terrors.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ὁποῖος τῶν δηλουμένων ὁ βίος. Περὶ Λακύδου τοῦ τὸν Ἀρκεσίλαον διαδεξαμένου. Ἀπὸ τοῦ αὐτοῦ.
Of what sort was the life of the men set forth. Concerning Lacydes, who succeeded Arcesilaus. From the same.
« Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. Ἦν μὲν δὴ Λακύδης ὑπογλισχρότερος, καί τινα
"Now concerning Lacydes I wish to relate something pleasant. Lacydes was somewhat stingy, and in a certain
Notes, col. 1205

On the reading

Printed πευκεοανοῖο, for πευκεδανοῖο.

Printed ᾔδε, for ᾔδει.

Printed εδόκει, for ἐδόκει.

PG 21:1208Read from the page
τρόπον ὁ λεγόμενος Οἰκονομικὸς, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς. Αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμιεῖον, αὐτὸς δ' ἀποκλείων. Καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο, καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι' αὐτουργίας, οὔτι που αὐτάρκειαν ἐπαινῶν, οὐδ' ἄλλως πενίᾳ χρώμενος, οὐδ' ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν· τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν. Ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδὺ, διηγήσομαι. Ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ, τὴν μὲν κλεῖδα περιφέρειν ἐφ' ἑαυτοῦ οὐκ ᾤετο δεῖν· ἀποκλείσας δὲ, κατετίθει μὲν ταύτην εἴς τι κοῖλον γραμματεῖον. Σημηνάμενος δὲ δακτυλίῳ, τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου, ἔσω εἰς τὸν οἶκον μεθιεὶς, ὥσθ' ὕστερον, ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδὶ, δυνησόμενος, ἀνελὼν τὸν δακτύλιον, αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ' ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου. Τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προΐοι Λακύδης εἰς περίπατον, ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἂν, κἄπειτα ὥς σφισιν ἦν θυμὸς, τὰ μὲν φαγόντες, τὰ δ' ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι, ἐκ περιόδου ταῦτα ἐποίουν, ἀπέκλειον μὲν, ἐσημαίνοντο δὲ, καὶ τὸν δακτύλιον, πολλά γε αὐτοῦ καταγελάσαντες, εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίεσαν. Ὁ Λακύδης οὖν, πλήρη μὲν καταλιπὼν, κενὰ δὲ εὑρισκόμενος τὰ σκεύη, ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτο ἐκεῖνο αὐτῷ συμβαίνειν περὶ τὸ ταμιεῖον. Ἀρξάμενός τε ἔνθεν, ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ, μηδὲν μήτε ὁρᾷν, μήτε ἀκούειν ἐναργὲς, ἢ ὑγιές. Καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκείαν, ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχὴν, καὶ ἔφη· Τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἀπ' ἐμαυτοῦ μαθὼν, οὐκ ἄλλου πειραθείς. Κἄπειτα ἀρξάμενος περιηγεῖτο τὴν ὅλην τοῦ ταμιείου συμβᾶσαν αὐτῷ πάθην. Τί οὖν ἂν, εἶπεν, ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε ἀκαταληψίαν; Ὅς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσὶν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον· αὖθις δ' ἐλθὼν ἀνοίξας, τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω; Οὐ γὰρ τολμήσω εἰπεῖν ἔγωγε, ἐλθόντα τινὰ κλέψαι ταῦτα ὑπάρχοντος ἔνδον τοῦ δακτυλίου. Καὶ ὃς ἀκούων, ἦν γὰρ ὑβριστὴς, ἐκδεξάμενος τὸ πᾶν ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ κρατῶν, ἀπέῤῥηξε γέλωτα
way he who is called the House-manager, that one who is in high repute among the multitude—himself opening the storeroom, and himself locking it up. And he brought out what he needed, and did all other such things by his own labour, by no means praising self-sufficiency, nor otherwise experiencing poverty, nor lack of slaves, since he had as many slaves as you please; and the cause one may guess. But I shall relate the pleasant story that I promised. Acting as his own steward, then, he did not think he ought to carry the key about on his person; but after locking up, he used to lay it away in a certain hollow writing-case. And having sealed it with his ring, he used to roll the ring down through the keyhole, letting it go inside into the room, so that afterwards, when he came back and opened with the key, he would be able, taking up the ring, to lock up again, and then seal it, and then throw the ring back inside again through the keyhole. The slaves, therefore, having observed this clever contrivance, whenever Lacydes went out for a walk, or anywhere else, opening it themselves as well, and then, according as their inclination was, eating some things, drinking up others, and carrying off others, did these things in rotation: they locked it up, sealed it, and, after laughing heartily at him, let the ring go into the room through the keyhole. Lacydes, therefore, leaving the vessels full and finding them empty, being at a loss at what was happening, since he heard that incomprehensibility was philosophized about with Arcesilaus, thought that this very thing was happening to him regarding the storeroom. And beginning from this, he philosophized with Arcesilaus that one neither sees nor hears anything clear or sound. And once, having drawn aside one of those who associated with him into his house, he maintained to him prodigiously, as it seemed, the suspension of judgement, and said: This, at least, I can tell you indisputably, having learnt it myself from myself, not having experienced it from another. And then, beginning, he recounted in detail the whole mishap of the storeroom that had befallen him. What then, said he, could Zeno still say against an incomprehensibility thus confessedly manifest to me through all things in such matters? For I who locked up with my own hands, and myself sealed it, and myself let the ring go inside, and coming back again and opening it, see the ring inside, yet not the other things as well—how shall I not justly hold myself distrustfully towards things? For I at least shall not dare to say that someone came and stole these things while the ring was inside. And the man listening—for he was a scoffer—having waited to hear the whole matter as it was, though scarcely restraining himself even before, burst into laughter
PG 21:1209Read from the page
καὶ μάλιστα πλατὺν, γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. Ὥστε ἔκτοτε Λακύδης, ἀρξάμενος, οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμιείου ἐχρῆτο ἀκαταληψίᾳ, ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα, καὶ μάτην ἐπεφιλοσοφήκει. Οὐ μέντοι, ἀλλὰ οἵ γε παῖδες φόρτακες ἦσαν, καὶ οὐ θάτερα ληπτοί· οἷοι δὲ οὗτοι οἱ κωμῳδικοί τε καὶ Γέται, καὶ Δακοὶ, κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας κατεγλωττισμένοι, εἴτε τινὸς Στωϊκοῦ τὰ σοφίσματα ἀκούσαντες, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺ τοῦ τολμήματος ᾖεσαν, καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα· καὶ τοτὲ μὲν ἑτέραν ἀντ' ἐκείνης ὑπετίθεσαν· τοτὲ δὲ οὐδὲ ἄλλην, διὰ τὸ οἴεσθαι, καὶ ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι, καὶ οὕτω, καὶ οὐκ ἄλλως. Ὁ δὲ, εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ τὸ γραμματεῖον θεωρῶν, ἢ σεσημασμένον μὲν, σφραγῖδι δ' ἄλλῃ, ἠγανάκτει. Τῶν δὲ σεσημάνθαι λεγόντων, αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἂν, καὶ ἀπεδείκνυε. Τῶν δ' ἡττωμένων τῇ ἀποδείξει, καὶ φαμένων εἰ μή τι ἔπεστιν ἡ σφραγὶς, αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· ναὶ μὴν αὐτός τε ἔφη σημηνάμενος μνημονεύειν, καὶ ἀπεδείκνυε, καὶ περιῄει τῷ λόγῳ, καὶ ἐδεινολογεῖτο πρὸς αὐτοὺς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν. Οἱ δ' ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου, αὐτοί γε ᾤοντο ὑπ' αὐτοῦ παίζεσθαι· ἐπεὶ σοφῷ γε ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ, ὥστε καὶ ἀμνημονεύτῳ· μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα
and a very broad one, and still laughing and guffawing he at the same time refuted his vain conceit. So that from that time Lacydes, beginning, no longer threw his ring inside, and no longer used incomprehensibility regarding his storeroom, but apprehended what had been squandered, and had philosophized in vain. Nevertheless, the servants were brazen rogues, and not to be caught by one hand; and such as are those comic Getae and Dacians, schooled in tongue from Dacian prattle to chatter, whether having heard the sophisms of some Stoic, or having learnt them otherwise, they went straight to the bold deed, and undid his seal; and sometimes they put another in place of it, and at other times none at all, because they supposed that to him at least things would be incomprehensible both thus and not otherwise. And he, coming in, used to inspect it; and seeing the writing-case unsealed, or sealed indeed, but with another seal, he was indignant. And when they said that it had been sealed, and that at any rate his own seal was seen by them, he would argue precisely, and demonstrate it. And when they were worsted by the demonstration, and said that if the seal was not upon it at all, perhaps he himself had forgotten and had not sealed it, he said that in truth he himself remembered having sealed it, and demonstrated it, and went round in his argument, and complained bitterly to them, thinking that he was being mocked, and swore besides. And they, meeting his attacks, themselves supposed that they were being mocked by him; since Lacydes, being a wise man, had resolved to be without opinion, and consequently without memory—for memory is opinion; at any rate, they said that they had heard these things recently
PG 21:1212Read from the page
αὐτοῦ πρὸς τοὺς φίλους. Τοῦ δ' ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις, καὶ λέγοντος οὐκ Ἀκαδημαϊκὰ, αὐτοὶ, φοιτῶντες εἰς Στωϊκῶν τινος, τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον· κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον, καὶ ἦσαν ἀντίτεχνοι κλέπται Ἀκαδημαϊκοί. Ὁ δὲ Στωϊκοῖς ἐνεκάλει· οἱ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ ὑπὸ ἀκαταληψίας, οὐκ ἄνευ τωθασμῶν τινων. Διατριβαὶ οὖν ἦσαν πάντων ἐκεῖ, καὶ λόγοι, καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ ὅσα εἰς οἰκίας κατασκευὴν ἀλλ' ἔτι συντελῆ. Καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μή τι λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν τὴν ἑαυτοῦ δόγματος βοήθειαν, εἶτα μὴ ἐξελέγξαι πάντα ἀνατρέψαι τε ἑαυτῷ δοκῶν, πεσὼν εἰς τἀμήχανον, τοὺς γείτονας ἐκεκράγει, καὶ τοὺς θεούς· καὶ ἰοὺ ἰοὺ, καὶ φεῦ φεῦ, καὶ νὴ τοὺς θεοὺς, καὶ νὴ τὰς θεὰς, ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ καὶ ἀξιοπιστίᾳ. Τελευτῶν δὲ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωϊκεύετο πρὸς τοὺς παῖδας· τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοι, οἰκουρὸς ἦν φίλος τοῦ ταμιείου προκαθήμενος. Οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν, ὑπειδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο. Ἄλλως, ἔφη, ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν. » Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. Τούτου δὲ γίνονται ἀκουσταὶ πολλοὶ, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. Ἐκ πάντων δ' αὐτοῦ τῶν γνωρίμων, τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἱ μετὰ τοῦτον. Μεθ' οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβὴν, τρίτην συνεστήσατο Ἀκαδημίαν. Λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο, ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν, καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· μόνῳ δ' ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου, καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. Μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος, ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ' οὐ τῆς ἀληθείας στοχαζόμενος. Ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. Γράφει δ' οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα.
by him to his friends. And when he turned their arguments back upon them, and said what was not Academic, they, resorting to the school of one of the Stoics, learned thoroughly what they ought to say for themselves; and starting from there they argued sophistically in return, and were rival Academic thieves. And he brought charges against the Stoics; while the servants dissolved his accusations for him by means of incomprehensibility, not without certain jeers. There were, then, discussions of all things there, and arguments, and counter-arguments; and not one single thing was left in the midst, not a vessel, not any of the things placed in a vessel, not all such things as contribute further to the furnishing of a house. And Lacydes for a time was at a loss, seeing the aid of his own dogma to be no whit profitable to himself, and then thinking that if he did not convict them everything would be overturned for him, falling into helplessness, he cried out upon the neighbours and the gods; and "Alas, alas!" and "Woe, woe!" and "By the gods!" and "By the goddesses!" and all other such artless assurances as belong to men complaining bitterly amidst incredulities—all these things were uttered with shouting and plausibility. And finally, since he had a disputed battle in the house, he himself forsooth played the Stoic towards the servants; and when the servants maintained the Academic doctrines, so that he might no longer have trouble, he stayed at home as a friend sitting on guard before the storehouse. But profiting nothing at all towards anything, suspecting whither his wisdom was coming for him, he laid aside his mask. "In one way, boys," said he, "these things are spoken by us in the schools, and in another way we live." » So much, then, concerning Lacydes also. And of him there became many hearers, one of whom, a conspicuous man, was Aristippus the Cyrenaean. And out of all his disciples, Evander succeeded to his school, and those after him. After whom Carneades, having taken over the school, established a third Academy. Now he used the same method of arguments as Arcesilaus also had done; for he himself likewise practised arguing on both sides, and subverted all the things said by others; and only in the doctrine concerning suspension of judgement did he differ from him, saying that it was impossible, being a man, to suspend judgement concerning all things; and that there was a difference between the uncertain and the incomprehensible, and that while all things were incomprehensible, not all things were uncertain. And this man shared also in the Stoic doctrines, standing against which contentiously as well, he grew still further in renown, aiming at what appeared probable to the multitude, but not at the truth. Whence also he caused great annoyance to the Stoics. Numenius accordingly writes these things also concerning him.
PG 21:1213Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Περὶ Καρνεάδου τοῦ τὴν τρίτην Ἀκαδημίαν ὑποστησαμένου. Ἀπὸ τοῦ αὐτοῦ.
Concerning Carneades, who established the third Academy. From the same.
« Καρνεάδης δὲ ἐκδεξάμενος παρήγησιν, οὗ χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει· εἰς δ' Ἀρκεσίλαον, εἴτ' οὖν ἀμείνω, εἴτε καὶ φαυλότερα ἦν, ἐπανενεγκὼν, διὰ μακροῦ τὴν μάχην ἀνενέαζε. » Καὶ ἑξῆς ἐπιλέγει· « Ἦγε δ' οὖν καὶ οὗτος, καὶ ἀπέφερεν, ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων, ἐξαρνητικός τε καὶ καταφαντικός τε ἦν, κἀμφοτέρωθεν ἀντιλογικός. Εἴ τέ που ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος, οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τὰ ἐκεῖθι, καὶ εἰσέπιπτε, καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. Τοιγαροῦν ἀπάγων τοὺς ἄλλους, αὐτὸς ἔμενεν ἀνεξαπάτητος· ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. Ἐκεῖνος γὰρ, περιεχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας, ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ' ἀληθῆ εἶναι, ἃ λέγει διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. Κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ· μὴ χαλάσας τι σμικρὸν, ὑφ' οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε τι ζῶον, ἢ μὴ ζῶον εἶναι. » Τοῦτο οὖν ὑπανεὶς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες, βιαιότερον, καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμὰς, καὐτὸς ἐνδοὺς, δυνατώτερον ἐπῆλθεν. Ἐπεί τε ὑποσταίη τε καὶ εὖ ἔχοι, τηνικαῦτα ἤδη καὶ οὗ προδέδοκτο, ἑκὼν ἠμέλει καὶ ἐμέμνητο. Τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ, παλαιστοῦ δεινοῦ λαβὴν δοὺς, περιεγίγνετο ἔνθεν. Κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν, οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. Ἦν γοῦν ληστὴς καὶ γόης σοφώτερος. Παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον, καὶ ἀγαγὼν εἰς τὰς ἰσὰς, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι, οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου, ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. Ἦν οὖν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ὠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν ὠόν. Συνέβαινεν οὖν τὰ κακὰ, καὶ πλείω. Καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίζετο. Ἦν δὲ κλέπτων μὲν ἀφανὴς, φαινόμενος δὲ ληστὴς, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους. Πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα, καὶ οὐδεμία ἡτισοῦν ἄλλως· ἐπεὶ καὶ οἷς προσεπολέμει, ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Ἀντίπατρος γοῦν ὁ κατ' αὐτὸν γενόμενος, ἔμελλε μὲν ἀγωνιᾷν τι γράφειν· πρὸς δ' οὖν τοὺς ἀπὸ Καρνεάδου καθ' ἡμέραν ἀποφερομένους λόγους οὔποτε
« And Carneades, having received the leadership, neglected him whose things, both as many as were unmoved and as many as had been moved, he ought to have guarded; and referring back to Arcesilaus, whether then they were better or even worse, after a long interval he renewed the battle. » And next he adds: « This man also, then, bore and carried off, and brought together counter-arguments and subtle twists, varying them for the battle, and was both negative and affirmative, and contentious on both sides. And if anywhere there was need also of words possessing some marvel, he rose up violent, like a rushing river, flowing vehemently, filling full all things here and there, and fell upon his hearers and swept them along through tumult. Therefore, while leading others astray, he himself remained undeceived—a thing which was not present in Arcesilaus. For that man, encompassing with his enchantment those who revelled like Corybantes with him, was unaware that he had first deceived himself so as not to perceive it, and was persuaded that the things which he said were true through the abolition of all things whatsoever. And Carneades would have been an evil laid upon an evil for Arcesilaus, had he not relaxed a little something, whereby they were not going to be inactive, according to the affirmative and negative impressions, as they were called by him from the probable, of this particular thing being an animal or not being an animal. » Having relaxed this, therefore, just as wild beasts that draw back hurl themselves more violently and all the more upon the spear-points, he himself also, having yielded ground, attacked more powerfully. And when he stood firm and was well placed, then already he willingly disregarded and remembered that also which had been previously resolved upon. For by granting that both the true and the false are present in things, as though cooperating after the manner of an inquiry, giving the grip of a clever wrestler, he prevailed from that point. For presenting each of the two according to the inclination of the probable, he said that neither was firmly comprehended. He was, at all events, a brigand and a wiser juggler. For taking a falsehood like unto a truth, and a comprehensible thing like unto a cataleptic impression, and bringing them into equal balance, he suffered neither the true to be, nor the false, or the one no more than the other, or rather from the probable. There were, therefore, dreams in exchange for dreams, because false impressions were like unto true ones, as from a waxen egg in comparison with the genuine egg. These evils, therefore, came to pass, and more besides. And yet in speaking Carneades charmed the soul and enslaved it. And in stealing he was unseen, while in appearance he was a brigand, capturing both by craft and by force those who were even very exceedingly well prepared. Every thought of Carneades, at all events, prevailed, and none whatsoever otherwise; since those also against whom he warred were less able to speak. Antipater, at all events, who lived in his time, was about to be in anguish to write something; yet against the arguments carried abroad day by day from Carneades he never
Notes, col. 1213

On the reading

Printed ἰσὰς, for ἴσας.