Migne Reading Room

PG 21 · cols. 1156–1165 · Read from the page

Preparation for the Gospel, Book XIII

Preparation for the Gospel, Book XIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1156Read from the page
ἐξ ὧν συνέστη, ἐν χρόνῳ φύσει χωριζομένου. Εἰ δὲ τοῦτο, φθαρτὴν ἀποφανοῦμεν, ἀλλ' οὐκ ἀθάνατον τὴν ψυχήν. Εἰ γὰρ τοῦτο ὁμολογεῖται, μηδὲν τῶν ἐν τῇ φύσει ὄντων ἄνευ τοῦ ἐναντίου εἶναι, τά τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ Θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν ἐμποιήσαντος αὐτοῦ, οἷον τῷ ξηρῷ πρὸς τὸ ὑγρὸν, καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρὸν, τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον, λευκῷ τε πρὸς τὸ μέλαν, γλυκεῖ τε πρὸς τὸ πικρὸν, σκληρῷ τε πρὸς τὸ μαλακὸν, καὶ πᾶσι τοῖς τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν, τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητήν· τὰ δὲ κραθέντα καὶ μιχθέντα χωρισμὸν τὸν ἀπ' ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται· ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται· ἀνάγκη, ὡς τὸ μέσον χρῶμα, οὕτω καὶ ταύτην ἐν χρόνῳ φύσει ἀφανισθῆναι, τῶν ἐν τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν φύσιν ἐπειγομένων. Ἢ γὰρ οὐχ ὁρῶμεν καὶ τὸ φύσει βαρὺ, κἂν ὑφ' ἡμῶν ἤ τινος ἔξωθεν φυσικῆς προσγενομένης αὐτῷ κουφότητος ἄνω φέρηται, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὴν οἰκείαν φύσιν κάτω βιάζεται; Ὁμοίως δὲ καὶ τὸ φύσει κοῦφον, κατὰ τὰς ὁμοίας ἔξωθεν αἰτίας κάτω φερόμενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ ἄνω βιάζεται; Τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων εἰς ταυτὸν συναχθέντα ἀδύνατον ἐν τῷ αὐτῷ ἀεὶ εἶναι, μὴ τριτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ ἐνόντος αὐτοῖς. Ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὑτοῦ φύσει ἀπαθὲς καὶ ἀσώματον. Ὅθεν Πλάτων, καὶ οἱ μετ' αὐτοῦ, ἀθάνατον αὐτὴν ἔφασαν εἶναι. Ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δ' ἐν ἡμῖν ἄνευ σώματος ἑκουσίως καὶ ἀκουσίως γιγνόμενα πάθη τῆς ψυχῆς εἶναι λέγεται, οἱ μὲν πολλοὶ, τούτῳ τεκμαιρόμενοι τῷ παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνητὴν αὐτὴν εἶναι λέγουσι, καὶ σωματοειδῆ, ἀλλ' οὐκ ἀσώματον· ὁ δὲ Πλάτων, τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. Ὅτι δὲ μὴ ἑτέρως ἔχει, ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἱ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι. » Ταῦτά μοι ἀπὸ τῶν Σεβήρου τοῦ Πλατωνικοῦ περὶ ψυχῆς προκείσθω. Σκέψαι δὲ πρὸς τοῖς εἰρημένοις καὶ τόδε, περὶ τῆς οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φωστήρων ἀρχῆς.
elements out of which it was constituted, being naturally separated in time. And if this is so, we shall declare the soul to be corruptible, and not immortal. For if this is agreed, that none of the things that exist in nature is without its opposite, and that the things in the world have been ordered by God out of the nature of opposites, He having implanted friendship and communion in them, as for instance in the dry towards the moist, and in the hot towards the cold, and in the heavy towards the light, and in white towards black, and in sweet towards bitter, and in hard towards soft, and in all such things one other communion of all, and in the impassible essence towards the passible; and things blended and mingled admit by nature in time of separation from one another; and the soul shall be supposed to have come into being out of an impassible and a passible essence: of necessity, just like the intermediate colour, so this also must by nature be destroyed in time, when the opposites in its constitution hasten to their own nature. Or do we not see even that which is heavy by nature, even though by us or by some natural lightness accruing to it from without it be borne upwards, how it nevertheless forces its way downwards towards its own nature? And in like manner also that which is light by nature, when borne downwards according to the like causes from without, how it nevertheless forces its way upwards? For things brought together into the same out of some two things opposite to one another cannot always remain in the same state, unless some third thing of the essence of beings be always present in them. But indeed the soul is not some third thing compounded out of two things opposite to one another, but simple and by its own nature impassible and incorporeal. Whence Plato, and those with him, said that it is immortal. But since it is the common account of all that man has come into being out of soul and body, and the passions that arise in us voluntarily and involuntarily without the body are said to belong to the soul, the many, inferring from this that its essence is passible, say that it is mortal, and corporeal-like, and not incorporeal; whereas Plato was compelled to weave the passible essence on to its naturally impassible element. And that the matter is not otherwise, from the things which both sides have said, both Plato and the others, we shall endeavour by argument, setting beside them the faculties working within us, to bring home." Let these things be set forth by me from the work of Severus the Platonist On the Soul. And consider, in addition to the things that have been said, this also, concerning the origin of heaven and of the luminaries within it.
Notes, col. 1156

On the reading

Printed τριτου, for τρίτου.

PG 21:1157Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Περὶ οὐρανοῦ, καὶ τῶν ἐν αὐτῷ φωστήρων, ὅτι μὴ καθόλου ὀρθῶς ἐδόξασεν ὁ Πλάτων. Ἀπὸ τῆς Ἐπινομίδος, καὶ Τιμαίου, καὶ τοῦ δεκάτου τῶν Νόμων, ἅπερ Μωϋσῆς σέβειν ἀπαγορεύει, ὡς καὶ ὁ Ἑβραῖος Φίλων ἑρμηνεύει.
Concerning heaven, and the luminaries within it, that Plato did not hold an altogether right opinion. From the Epinomis, and the Timaeus, and the tenth book of the Laws, which things Moses forbids to worship, as also the Hebrew Philo expounds.
Συμφώνως Ἑβραίοις καὶ τὸν περὶ οὐρανοῦ, καὶ τῶν ἐν αὐτῷ φαινομένων ἀποδοὺς λόγον, καθ' ὃν γεννητὰ εἶναι, πρὸς τοῦ τῶν ὅλων αἰτίου πεποιημένα, μετέχειν τε τῆς σωματικῆς καὶ φθαρτῆς οὐσίας συνέστη· οὐκέθ' ὁμοίως Ἑβραίοις σέβειν αὐτὰ νομοθετεῖ, καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἐπινομίδι· « Τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεὸν, ὦ Μέγιλλε καὶ Κλεινία; Σχεδὸν οὐρανὸν, ὃν καὶ δικαιότατον, ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοὶ, τιμᾷν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ· τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν. » Εἶθ' ὑποβὰς ἐν τῷ αὐτῷ προστίθησι ταῦτα· « Θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς, μεγίστους καὶ τιμιωτάτους, καὶ ὀξύτατον ὁρῶντας πάντη, τοὺς πρώτους, τὴν τῶν ἄστρων φύσιν λεκτέον, καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα. Μετὰ δὲ τούτους, καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας· ἀέριον δὲ γένος, ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾷν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας. » Διὰ τούτων θεοὺς εἰπὼν εἶναι τοὺς δηλωθέντας, περὶ τῆς πρώτης αὐτῶν συστάσεως φυσιολογῶν ἐν Τιμαίῳ, τοιάδε διεξέρχεται· « Ὅ τι πῦρ πρὸς τὸν ἀέρα, τοῦτο ἀὴρ πρὸς ὕδωρ· καὶ ὅ τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς τὴν γῆν, ξυνέδησε, καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. Καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων, καὶ τὸν ἀριθμὸν τεττάρων, τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι' ἀναλογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ', εἰς ταὐτὸν αὐτῷ ξυνελθὸν, ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. » Εἶθ' ἐπιλέγει· « Ψυχὴν δ' εἰς τὸ μέσον αὐτοῦ θεὶς, διὰ παντός τε ἔτεινε, καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε, καὶ
Having given in agreement with the Hebrews the account also concerning heaven and the things that appear in it, according to which it was established that they are generated, having been made by the Cause of all things, and partake of bodily and perishable substance, he no longer in like manner with the Hebrews legislates as regards worshipping them and accounting them gods, speaking thus in the Epinomis: "Whom then, magnifying him, do I ever call a god, O Megillus and Clinias? Nearly heaven, which also it is most just, like all the other daemons together and gods, both to honour and to pray to above all; and that it has also been the cause of all the other good things for us, we would all confess." Then lower down in the same work he adds these things: "And as the visible gods, greatest and most honourable, and seeing most sharply everywhere, the first, we must declare the nature of the stars, and whatever things we perceive to have come into being along with them. And after these, and next beneath these, the daemons; and an aerial race, holding a third and middle seat, the cause of interpretation, we must greatly honour with prayers for the sake of auspicious transmission." Having through these words said that those set forth are gods, discoursing on nature concerning their first constitution in the Timaeus, he goes through such things as these: "What fire is towards air, this air is towards water; and what air is towards water, this water is towards the earth, He bound together and constituted a heaven visible and tangible. And on account of these things, both out of such things as these and four in number, the body of the world came into being, harmonizing through proportion, and had friendship from these, so that, having come together into the same with itself, it became indissoluble by any others save by Him who bound it together." Then he subjoins: "And having placed a soul into the midst of it, He stretched it throughout the whole, and moreover from without covered the body with it, and
PG 21:1160Read from the page
κύκλῳ δὴ κύκλον στρεφόμενον, οὐρανὸν μόνον ἕνα ἔρημον κατέστησε. » Καὶ πάλιν ὑποβὰς ἐπιφέρει λέγων· « Ἐξ οὖν λόγου καὶ διανοίας Θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος, καὶ σελήνη, καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ Θεὸς, ἔθηκεν εἰς τὰς περιφορὰς, ἃς ἡ θατέρου περίοδος ᾔει. » Καὶ ἐπιλέγει· « Δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῶα ἐγενήθη, τό τε προσταχθὲν ἔμαθε. » Καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων καθόλου περὶ πάσης ψυχῆς ἀποφαίνεται, λέγων ὧδε· « Μεταβάλλει μέντοιγε πάνθ' ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν. Μεταβαλόντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον· μικρότερα μὲν τῶν ἠθῶν μεταβαλόντα, ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται· πλείω δὲ καὶ ἀδικώτερα, μεταπεσόντα εἰς βάθος. » Εἰ δὴ οὖν μεταβάλλει πάνθ' ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν, οὐρανὸς δὲ καὶ ἥλιος καὶ σελήνη μέτοχά ἐστι ψυχῆς, κατ' αὐτὸν τὸν Πλάτωνα· καὶ ταῦτα ἄρα μεταβάλλοι ἂν, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν, κατὰ τὸν αὐτοῦ λόγον. Πῶς οὖν πάλιν ἀϊδίους αὐτοὺς εἶναι, καὶ διὰ τοῦτο θεούς φησι, καίπερ ἐν σώματι φθαρτῷ ὄντας, καὶ λυθῆναι οἵους τε; Λέγει δ' οὖν πάλιν ἐν Τιμαίῳ· « Ἐπεὶ δ' οὖν πάντες ὅσοι τε περιπολοῦσι φανερῶς καὶ ὅσοι φαίνονται, καθόσον ἂν ἐθέλωσι θεοὶ, γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος, τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν. Τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. Δι' ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὖν οὔκ ἐστε, οὐδ' ἄλυτοι τὸ πάμπαν· οὔτι μέν τοι λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε, ξυνεδεῖσθε. » Ταῦτα ὁ Πλάτων. Εἰκότως δῆτα Μωϋσῆς, καὶ τὰ Ἑβραίων λόγια, σέβειν μὲν ἀπαγορεύει ταῦτα, καὶ θεοὺς ἡγεῖσθαι, ἄνω δὲ πρὸς τὸν παμβασιλέα Θεὸν ἀνάγοντα, αὐτὸν δὴ τὸν ἡλίου, καὶ σελήνης, καὶ ἄστρων, ὅλου τε οὐρανοῦ καὶ κόσμου δημιουργὸν, τὸν δὴ τὰ πάντα θείῳ λόγῳ συνδήσαντά τε, καὶ συναρμοσάμενον, μόνον ἡγεῖσθαι Θεὸν, καὶ μόνῳ
established a single solitary heaven, revolving as a circle in a circle." And again lower down he brings forward saying: "From such reason, therefore, and thought of God towards the generation of time, in order that time might come into being, the sun, and the moon, and five other stars, having the surname 'planets', came into being for the distinction and guardianship of the numbers of time; and God, having made the bodies of each of them, placed them into the orbits in which the revolution of the Other went." And he subjoins: "And the bodies, having been bound with animate bonds, became living creatures, and learned what was enjoined." And in the tenth book of the Laws he pronounces universally concerning every soul, speaking thus: "Yet all things that partake of soul change, possessing within themselves the cause of change. And having changed, they are borne along according to the order and law of destiny: having changed in smaller matters of character, they move less, along the flat surface of the region; but in more and more unjust matters, falling down into the depth." If then indeed all things that partake of soul change, possessing within themselves the cause of change, and heaven and sun and moon partake of soul, according to Plato himself, these also therefore would change, possessing within themselves the cause of change, according to his own argument. How then again does he say that they are everlasting, and on this account gods, even though being in a perishable body, and capable of being dissolved? Indeed he says again in the Timaeus: "Now when all the gods, both as many as revolve manifestly and as many as appear so far as they wish, had received generation, He who begot this universe speaks to them these things: Gods of gods, of whose works I am the artificer and father, things made by me are indissoluble save by my will: all that is bound, indeed, is dissoluble, yet to wish to dissolve what is nobly fitted together and in good state belongs to an evil one. Wherefore also, since ye have been generated, ye are not indeed immortal, nor indissoluble altogether; nevertheless ye shall by no means be dissolved, nor meet with a lot of death, having obtained my will as a bond yet greater and more sovereign than those with which, when ye were coming into being, ye were bound together." Thus Plato. Reasonably indeed do Moses and the oracles of the Hebrews forbid worshipping these things and accounting them gods, and leading upwards to the All-king God, the very Artificer of sun, and moon, and stars, and of the whole heaven and world, who both bound together and fitted together all things by a divine word, enjoin accounting Him alone God, and to Him alone
PG 21:1161Read from the page
τὴν σεβάσμιον ἀπονέμειν νομοθετεῖ τιμὴν, λέγων· « Μὴ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ πάντας τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. » Ἑρμηνεύει δὲ ταῦτα διασαφῶν εἰς πλάτος ὁ τὰ Ἑβραίων πεπαιδευμένος Φίλων, ὧδέ πη λέγων πρὸς λέξιν· « Τινὲς ἥλιον, καὶ σελήνην, καὶ τοὺς ἄλλους ἀστέρας ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας, οἷς τὰς τῶν γιγνομένων ἁπάντων αἰτίας ἀνέθεσαν. Μωϋσῇ δ' ὁ κόσμος ἔδοξεν εἶναι καὶ γεννητὸς, καὶ πόλις ἡ μεγίστη, ἄρχοντας ἔχουσα καὶ ὑπηκόους· ἄρχοντας μὲν, τοὺς ἐν οὐρανῷ πάντας, οἷον πλάνητας καὶ ἀπλανεῖς ἀστέρας· ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι, καὶ περιγείους φύσεις. Τοὺς δὲ λεχθέντας ἄρχοντας οὐκ αὐτεξουσίους, ἀλλ' ἑνὸς τοῦ πάντων Πατρὸς ὑπάρχους· οὗ μιμουμένους τὴν ἐπιστασίαν, κατορθοῦν πρυτανεύοντας κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων. Τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις, ὡς αὐτουργοῖς, τῶν ἐν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας. Ὧν τὴν ἄγνοιαν ὁ ἱερώτατος νομοθέτης εἰς ἐπιστήμην μεθαρμόζεται, λέγων ὧδε· « Μὴ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. » Εὐθυβόλως πάνυ καὶ καλῶς πλάνην εἶπε τὴν τῶν εἰρημένων ὡς θεῶν ἀποδοχήν. Οἱ γὰρ ἰδόντες, ἡλίου μὲν προσόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζώων, καὶ φυτῶν, καὶ καρπῶν γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται· σελήνην δ' ὑπηρέτιν καὶ διάδοχον ἡλίου, νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν, ὧν μεθ' ἡμέραν ἥλιος, καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τἀπίγεια συμπάθειαν, μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνην ἐπλανήθησαν ἀνήνυτον, μόνους εἶναι τούτους θεοὺς ὑποτοπήσαντες. Εἰ δ' ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν, ὅτι καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ συνέστησαν. » Καὶ ἐπάγει λέγων· « Ὥσθ' ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν, ἐπὶ τὴν τοῦ ἀειδοῦς, καὶ ἀοράτου, καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὃς οὐ μόνον Θεός ἐστι νοητῶν τε καὶ αἰσθητῶν, ἀλλὰ καὶ ἁπάντων δημιουργός. Ἐὰν δέ τις τὴν τοῦ ἀϊδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γεννητῷ, φρενοβλαβὴς ἀναγεγράφθω, καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ. » Ταῦτα τῆς Ἑβραίων εὐσεβείας, τὰ ὡς ἀληθῶς ἀκήρατά τε καὶ θεῖα μαθήματα, πρὸ τῆς τετυφωμένης φιλοσοφίας
legislates rendering venerable honour, saying: "Lest, having seen the sun, and the moon, and all the stars, and all the ornament of heaven, having gone astray thou shouldst worship them." And Philo, who was educated in the learning of the Hebrews, expounds these things, explaining them at large, speaking thus word for word: "Some supposed the sun, and the moon, and the other stars to be independent gods, to whom they assigned the causes of all things that come into being. But to Moses the world seemed to be both generated and like the greatest city, having rulers and subjects: as rulers, all those in heaven, such as planets and fixed stars; and as subjects, the natures after the moon in the air and around the earth. And that the aforesaid rulers are not independent, but lieutenants of the one Father of all, imitating Whose superintendence they direct aright, administering according to justice and law each of the things that have come into being. Whereas those who do not see the Charioteer mounted over the yoked steeds fastened the causes of the things that take place in the world upon them, as though acting of themselves. Whose ignorance the most holy lawgiver transforms into knowledge, speaking thus: 'Lest, having seen the sun, and the moon, and the stars, and all the ornament of heaven, having gone astray thou shouldst worship them.' Very aptly and nobly did he call the acceptance of the things mentioned as gods a straying. For those who saw the yearly seasons constituted by the approaches and retreats of the sun, in which the generations of animals, and plants, and fruits are brought to perfection in appointed periods of times; and the moon, the attendant and successor of the sun, taking up by night the care and presidency of the things over which the sun presides by day; and the other stars, according to their sympathy towards earthly things, working and effecting ten thousand things for the preservation of the whole, strayed an endless straying, suspecting these alone to be gods. But had they been earnest to walk through the unstraying way, they would straightway have known that, just as sense has been made an under-servant of mind, in the same manner also all perceptible things were constituted attendants of the intelligible One." And he adds saying: "So that, having passed beyond all visible substance by reasoning, let us go on to the honour of Him Who is formless, and invisible, and comprehensible by thought alone, Who is not only God of things intelligible and perceptible, but also Artificer of all things. And if anyone assign the service of the everlasting One and Maker to another, younger and generated, let him be inscribed as deranged in mind, and guilty of the greatest impiety." These truly pure and divine teachings of the piety of the Hebrews, before our puffed-up philosophy,
PG 21:1164Read from the page
τετιμήκαμεν. Τί με δεῖ μηκύνειν, καὶ τἄλλα τοῦ Πλάτωνος εἰς φῶς ἀγαγεῖν, ἐκ τῶνδε παρὸν καὶ τὰ ἐμοὶ νῦν σεσιγημένα τεκμαίρεσθαι; οὐ μὴν διαβολῆς ἕνεκα ταῦτα φάναι προήχθην, ἐπεὶ καὶ σφόδρα ἔγωγε ἄγαμαι τὸν ἄνδρα. Ναὶ, πάντων μᾶλλον Ἑλλήνων φίλον ἡγοῦμαι, καὶ τιμῶ, τὰ ἐμοὶ φίλα καὶ συγγενῆ, εἰ καὶ μὴ τὰ ἴσα διόλου, πεφρονηκότα· Μωσέως δ' ἐν παραθέσει, καὶ τῶν παρ' Ἑβραίοις προφητῶν, τὸ ἐλλιπὲς ἐπιδεικνὺς αὐτοῦ τῆς διανοίας. Καίτοι παρῆν τῷ καταμέμφεσθαι παρεσκευασμένῳ, μυρί' ἄττα καταιτιᾶσθαι, οἷα τὰ σεμνὰ καὶ σοφὰ αὐτῷ περὶ γυναικῶν ἐν Πολιτείᾳ διατεταγμένα, ἢ οἷα τὰ περὶ ἔρωτος ἐκθέσμου σεμνολογούμενα ἐν Φαίδρῳ. Σὺ δ', εἰ καὶ τούτων ἐπακοῦσαι ποθεῖς, ἀνάγνωθι, τάσδε αὐτοῦ λαβὼν τὰς φωνάς
we have honoured. Why need I prolong my discourse, and bring to light the rest of Plato's doctrines, when from these it is possible to conjecture also the things now passed over by me in silence? Yet not for the sake of calumny was I led to say these things, since I for my part exceedingly admire the man. Yea, above all the Greeks I account him a friend, and honour him as having thought things dear and akin to me, even if not altogether the same throughout; but in comparison with Moses and the prophets among the Hebrews, showing the deficiency of his thought. And yet it was open to one prepared to find fault to blame ten thousand things, such as the solemn and wise ordinances laid down by him concerning women in the Republic, or such as the solemn discourses concerning lawless love in the Phaedrus. And if thou desirest to hear these also, read, taking these his own words
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Ὁποῖα περὶ γυναικῶν οὐκ ὀρθῶς ὁ Πλάτων διετάξατο, ἐν τοῖς Νόμοις καὶ ἐν Πολιτείᾳ· οἷς Ἑβραίων οὐκ ἐπινεύει λόγος
What sort of things Plato not rightly ordained concerning women, in the Laws and in the Republic, to which the word of the Hebrews does not assent
« Ἴσως δὴ, εἶπον, παρα τὸ εἰωθὸς, γελοῖα ἂν φαίνοιτο πολλὰ περὶ τὰ νῦν δὴ λεγόμενα, ει πράξεται ᾗ λέγεται. — Καὶ μάλα, ἔφη. — Τί δ', ἦν δ' ἐγὼ, γελοιότατον αὐτῶν ὁρᾷς; Ἢ δηλαδὴ ὅτι γυμνὰς τὰς γυναῖκας ἐν ταῖς παλαίστραις γυμναζομένας μετὰ τῶν ἀνδρῶν, οὐ μόνον τὰς νέας, ἀλλ' ἤδη καὶ πρεσβυτέρας, ὥσπερ τοὺς γέροντας ἐν τοῖς γυμνασίοις, ὅταν ῥυσοὶ καὶ μὴ ἡδεῖς τὴν ὄψιν, ὅμως φιλογυμνασθῶσι. » Καὶ ἐπιλέγει ἑξῆς· « Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ, τοῦ βελτίστου ἕνεκα γυμναζομέναις, ἅτε δὴ τοῦ γελοίου σοφίας δρέπων καρπὸν, οὐδὲ οἶδεν, ὡς ἔοικεν, ἐφ' ᾧ γελᾷ. » Φησὶ δὲ ἐν ἑβδόμῳ τῶν Νόμων, ὡς ἄρα δεήσει τοὺς
"Perhaps indeed, said I, contrary to custom, many things concerning what is now being said would appear ridiculous, if they shall be practised as is said. — Very much so, said he. — And what, said I, do you see as the most ridiculous of them? Or is it manifestly that the women should exercise naked in the wrestling-schools along with the men, not only the young women, but already also the older ones, just like the old men in the gymnasiums, when, though wrinkled and not pleasant in appearance, they nevertheless are fond of exercising?" And he subjoins next: "And the man who laughs at the naked women exercising for the sake of the best, plucking as it were a fruit of wisdom from the ridiculous, does not even know, as it seems, what he laughs at." And he says in the seventh book of the Laws that it will be necessary that the
Notes, col. 1164

On the reading

Printed παρα, for παρὰ.

Printed ει, for εἰ.

PG 21:1165Read from the page
παῖδας καὶ τὰς παῖδας ὀρχεῖσθαι δηλαδὴ καὶ γυμνάζεσθαι μανθάνειν· καὶ τοῖς μὲν παισὶν ὀρχησταὶ, ταῖς δὲ ὀρχηστρίδες ἂν εἶεν, πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον. Τίθησι δ' ἐν αὐτῷ καὶ τάδε· « Ἡ δὲ αὖ που παρ' ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ, οὐκ ᾠήθη δεῖν κεναῖς χερσὶν ἀθύρειν, πανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα, οὕτω τὴν ὄρχησιν διαπεραίνειν. Ἃ δὴ πάντως μιμεῖσθαι πρέπον ἂν εἴη κόρους τε ἅμα καὶ κόρας. » Καὶ πολεμεῖν δὲ γυναιξὶν ὧδέ πη νομοθετεῖ· « Ἐν δὲ τούτοις πᾶσι δεῖ διδασκάλους ἑκάστων πεπεισμένους μισθοῖς, οἰκοῦντας ξένους, διδάσκειν τε πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστι μαθήματα τοὺς φοιτῶντας, ὅσα τε πρὸς μουσικήν· οὐχ ὃν μὲν ἂν ὁ πατὴρ βούληται φοιτῶντα, ὃν δ' ἂν μὴ, ἐῶντα τῆς παιδείας· ἀλλὰ, τὸ λεγόμενον, πάντα ἄνδρα καὶ παῖδα, κατὰ τὸ δυνατὸν, ὡς τῆς πόλεως μᾶλλον ἢ τῶν γεννητόρων ὄντας, παιδευτέον ἐξ ἀνάγκης. Ταῦτα δὲ δὴ καὶ περὶ θηλειῶν ὁ μὲν ἐμὸς νόμος ἂν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶν ἀῤῥένων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν. Καὶ οὐδὲν φοβηθεὶς εἴποιμ' ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς, οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δὲ οὐκ ἂν πρέπον. » Καὶ πάλιν ἑξῆς ὑποβάς φησι· « Γυμνάσια τιθῶμεν καὶ τὰ περὶ τὸν πόλεμον πάντα τοῖς σώμασι διαπονήματα, τοξικῆς τε καὶ πάσης ῥίψεως, καὶ πελταστικῆς, καὶ ἁπάσης ὁπλομαχίας, καὶ διεξόδων τακτικῶν, καὶ ἁπάσης πορείας, στρατοπέδων, καὶ στρατοπεδεύσεων, καὶ ὅσα εἰς ἱππικὴν μαθήματα ξυντείνει. Πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινοὺς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητὰς τοὺς ἐν τῇ πόλει παῖδάς τε καὶ ἄνδρας, καὶ κόρας, καὶ γυναῖκας πάντων τούτων ἐπιστήμονας· κόρας μὲν οὔσας ἔτι, πᾶσαν τὴν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας· γυναῖκας δὲ διεξόδων, καὶ τάξεων, καὶ θέσεως, καὶ ἀναιρέσεως
boys and girls learn namely to dance and to exercise; and for the boys there would be dancing-masters, and for the girls dancing-mistresses, not less suitable for training them thoroughly. And he places in the same work these things also: "And again the Maiden and Mistress among us, having been gladdened by the discipline of the choral dance, did not think she ought to sport with empty hands, but adorned in full panoply, thus to accomplish the dance. Which things indeed it would altogether befitting that both youths and maidens together should imitate." And he legislates also for women to make war somewhat in this way: "And in all these there must be teachers of each, persuaded by wages, resident foreigners, to teach those who attend both all the lessons that pertain to war, and all that pertain to music; not the one whom the father wishes attending, and the one whom he does not wish, letting go of education; but, as the saying is, every man and child, so far as possible, as belonging to the city rather than to their begetters, must of necessity be educated. And all these things indeed concerning females also my law would say, just as much as concerning the males, that the females also ought to practise equally. And without any fear at all I would speak this word, neither as to horsemanship nor as to gymnastics, that for men it would be fitting, whereas for women it would not be fitting." And again lower down next he says: "Under gymnasiums let us place also all the bodily trainings that pertain to war, both of archery and of all hurling of missiles, and of targeteering, and of all fighting in heavy armour, and of tactical evolutions, and of all marching, of camps, and of encampments, and whatever lessons tend towards horsemanship. For of all these there must be public teachers, receiving wages from the city, and as pupils of these the boys and men in the city, and the maidens and women skilled in all these things: while still maidens, having practised every dance and combat in arms; and when women, having shared in evolutions, and formations, and the grounding and taking up