ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι· ἢ οὐκ οἴει; — Πάνυ μὲν οὖν εἰκὸς λέγεις. — Τοὺς δέ γε ἀδικίας, καὶ τυραννίδας, καὶ ἁρπαγὰς προτετιμηκότας, εἰς τὰ τῶν λύκων τε, καὶ ἱεράκων, καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; — Ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. — Οὐκοῦν, ἦ δ' ὃς, δηλαδὴ καὶ τἆλλα, ᾗ ἂν ἑκάστη ἴοι, κατὰ τὰς αὐτῶν ὁμοιότητας τῆς μελέτης. — Δῆλον δὴ, ἔφη· πῶς δ' οὔ; — Οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ τούτων εἰσὶ, καὶ εἰς βέλτιστον τόπον ἰόντες, οἱ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν, ἄνευ φιλοσοφίας τε καὶ νοῦ; — Πῇ δὴ οὗτοι εὐδαιμονέστατοι; — Ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος, ἤπου μελιττῶν, ἢ σφηκῶν, ἢ μυρμήκων, ἢ καὶ εἰς ταυτόν γε πάλιν τὸ ἀνθρώπινον γένος. » Καὶ ἐν τῷ Φαίδρῳ δὲ ἐπάκουσον ὁποῖα διέξεισιν· « Εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ψυχὴ ἑκάστη, οὐκ ἀφικνεῖται ἐτῶν μυρίων· οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως, ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. Αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ, ἐὰν ἕλωνται τρὶς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τρισχιλιοστῷ ἔτει ἀπέρχονται, αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον. Κριθεῖσαι δὲ, αἱ μὲν, εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι, δίκην τίνουσιν· αἱ δ', εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι, διάγουσιν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. Τῷ δὲ χιλιοστῷ, ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσίν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου, αἱροῦνται ὃν ἂν ἐθέλῃ ἑκάστη. Ἔνθα δὴ καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται, καὶ ἐκ θηρίου, ὅς ποτε ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον. » Καὶ ταῦτα μὲν ἐν Φαίδρῳ. Ἐν δὲ τῇ Πολιτείᾳ τοιάδε γράφοντος ἄκουε· « Ἰδεῖν μὲν γὰρ ἔφη ψυχὴν, τήν ποτε Ὀρφέως γενομένην, κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους, διὰ τὸν ὑπ' ἐκείνων θάνατον, οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι. Ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην· ἰδεῖν δὲ καὶ κύκνον εἰς ἀνθρωπίνου βίου αἵρεσιν μεταβάλλοντα, καὶ ἄλλα ζῶα μουσικὰ ὡσαύτως, ὡς τὸ εἰκός. Τὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέοντος βίον, εἶναι δὲ τὴν Αἴαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. Τὴν δὲ ἐπὶ τούτῳ τοῦ Ἀγαμέμνονος, ἐχθρὰν καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη, ἀετοῦ διαλλάξαι βίον. Ἐν μέσοις δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχὴν, κατιδοῦσαν μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρὸς, οὐ δύνασθαι παρελθεῖν, ἀλλὰ λαβεῖν. Μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς
asses and of such beasts it is likely that they enter; or do you not think so? — Very likely indeed is what you say. — And those who have preferred injustices, and tyrannies, and robberies, into the races of wolves, and hawks, and kites; or whither else should we say that such souls go? — Doubtless, said Cebes, into such as these. — Well then, said he, clearly the rest also go each whithersoever it may go, according to the likenesses of their practice. — Plainly indeed, said he; how could it be otherwise? — Are not then the happiest, said he, even among these, and going into the best place, those who have practised the popular and civic virtue, which indeed they call temperance and justice, produced from habit and practice, without philosophy and mind? — How then are these the happiest? — Because it is likely that these come back again into such a social and gentle race, haply of bees, or of wasps, or of ants, or even back again into the same human race." And in the Phaedrus also hear what sort of things he recounts: "For into the same place whence each soul has come, it does not arrive for ten thousand years; for it does not gain wings before so long a time, except that of him who has philosophized without guile, or has loved boys with philosophy. These, in the third thousand-year period, if they have chosen this life thrice in succession, thus winged depart in the three-thousandth year; whereas the others, when they have finished their first life, obtain judgement. And having been judged, some, going into the places of punishment beneath the earth, pay the penalty; while others, lifted up by justice into a certain place of heaven, pass their time in a manner worthy of the life which they lived in human form. And in the thousandth year, both arriving at the casting of lots and choice of their second life, choose whichever each may wish. Thereupon a human soul even comes into the life of a beast, and from a beast, he who was once a man, comes back again into a man." So much in the Phaedrus. And in the Republic hear him writing such things as these: "For he said that he saw the soul which had once been that of Orpheus choosing the life of a swan, through hatred of the female sex, because of his death at their hands, not wishing to be born and come into being in a woman. And he saw the soul of Thamyras choosing that of a nightingale; and he saw also a swan changing over to the choice of a human life, and other musical animals in like manner, as is likely. And a soul that had drawn its lot chose the life of a lion, and it was that of Ajax the son of Telamon, shunning to become a man, because it remembered the judgement of the arms. And next after this that of Agamemnon, itself also hostile to the human race because of its sufferings, exchanged its lot for the life of an eagle. And the soul of Atalanta, having drawn its lot in the middle, beholding great honours of an athlete man, was unable to pass them by, but took them. And after her he saw that of Epeius the son of Panopeus passing into the nature of a craftswoman