Migne Reading Room

PG 21 · cols. 1132–1141 · Read from the page

Preparation for the Gospel, Book XIII

Preparation for the Gospel, Book XIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1132Read from the page
Ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα, Ἀθάνατον.
upon the path, and gaze only upon the immortal King of the world.
Αὖθίς τε περὶ τοῦ Θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνον γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἀβραὰμ λέγων τοῦτον, εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων·
And again concerning God, calling Him invisible, he says that He was known to one man alone, a Chaldaean by race—whether meaning by this man Abraham, or else his son—through these lines:
Ει μη μονογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης, Καὶ σφαίρης κίνημ' ἀμφὶ χθόνα, ὡς περιτέλλει, Κυκλοτερές γ' ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα· Πνεύματα δ' ἡνιοχεῖ, περί τ' ἠέρα καὶ περὶ χεῦμα.
Save one only-begotten offshoot from of old of the race of the Chaldaeans; for he was skilled in the course of the star, and how the movement of the sphere revolves around the earth, circularly in equal measure, upon its own axis; and He guides the winds around both the air and the stream.
Εἶτα, οἷον παραφράζων τὸ, « Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου, » ἐπιφέρει
Then, as though paraphrasing the saying: "The heaven is My throne, and the earth is the footstool of My feet," he adds:
Αὐτὸς δ' αὖ μέγαν αὖθις ἐπ' οὐρανὸν ἐστήρικται, Χρυσείῳ ἐνὶ θρόνῳ· γαίη δὲ ὑπὸ ποσσὶ βέβηκε. Χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν Ὠκεανοῖο Ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ, Οὔτε φέρειν δύναται κρατερὸν μένος· ἔστι δὲ πάντη Αὐτὸς ἐπουράνιος, καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, Ἀρχὴν αὐτὸς ἔχων ἅμα, καὶ μέσον, ἠδὲ τελευτήν. Ἀλλ' οὐ μὲν θεμιτόν σε λέγειν· τρομέω δέ γε γυῖα Ἐν νόῳ. Ἐξ ὑπάτου κραίνει.
And He Himself again is established firmly upon the great heaven on a golden throne, and the earth is set beneath His feet. He stretches out His right hand around the bounds of Ocean, and the foundation of the mountains trembles within at heart, nor can it endure His mighty strength; and He Himself is wholly heavenly, and brings all things to pass upon earth, Himself holding at once the beginning, the middle, and the end. Yet it is not lawful to speak of Thee; I tremble in my limbs within my mind. From on high He rules.
Καὶ τὰ ἐπὶ τούτοις. Διὰ γὰρ τούτων δεδήλωκε πάντα ἐκεῖνα τὰ προφητικά· « Ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανὸν, τρόμος λήψεται· καὶ ἀπὸ σοῦ ὄρη τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός. » Καὶ τὰ διὰ Ἡσαΐου· « Τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δραχί; » Πάλιν ὅταν εἴπῃ·
And what follows thereon. For through these lines he has set forth all those prophetic sayings: "If He open the heaven, trembling shall seize them, and at Thy presence the mountains shall melt, as wax melts before the face of fire." And the words spoken through Isaiah: "Who hath measured the heaven with a span, and all the earth with His handful?" Again, when he says:
Αἰθέρος ἠδ' ᾅδου, πόντου, γαίης τε τύραννε, Ὃς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο, Δαίμονες ὃν φρίσσουσι, θεῶν δὲ δέδοικεν ὅμιλος, Ὧ μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· Ἄφθιτε μητροπάτωρ, ου θυμῷ πάντα δονεῖται, Ὃς κινεῖς ἀνέμους, νεφέλῃσί τε πάντα καλύπτεις, Πρηστῆρσι σχίζων πλατὺν αἰθέρα. Σὴ μὲν ἐν ἄστροις Τάξις, ἀναλλάκτοισιν ἐφημοσύναισι τρέχουσα· Σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι Ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται. Σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισι· Σὸς χειμὼν, ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν, Ἅς ποτε βακχευτὰς Βρόμιος διένειμεν ὀπώρας.
Sovereign of ether and of Hades, of sea and earth, Who with thunderbolts shakest the strong house of Olympus, before Whom demons shudder and the throng of gods is afraid, Whom the Fates obey, relentless though they be; imperishable Mother-Father, by Whose wrath all things are shaken, Who stirrest up the winds and coverest all things with clouds, cleaving the broad ether with fiery whirlwinds! Thy order is among the stars, running its course by unchangeable commands, and beside Thy fiery throne stand the much-toiling angels, who have care how all things are accomplished for mortals. Thy new spring shines forth with purple flowers; Thine is the winter, coming on with chill clouds; the autumns which revel-loving Bromius once distributed.
Εἶτα ἐπιφέρει, ῥητῶς παντοκρατορα ὀναμάζων τὸν Θεόν·
Then he adds, expressly naming God Almighty:
Ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν. Ἐλθὲ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ, Φρικτὸς, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ.
Imperishable, immortal, to be uttered only by the immortals. Come, greatest of all gods, with strong necessity, dread, invincible, great, imperishable, Whom the ether crowns.
Διὰ μὲν οὖν τοῦ μητροπάτωρ, οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, ἐνδέδωκε δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι
Now by the term "Mother-Father" he not only indicated creation out of nothing, but also gave occasion to those who introduce emanations perhaps even to conceive of a consort
Notes, col. 1132

On the reading

Printed Ει, for Εἰ.

Printed μη, for μὴ.

Printed δραχί, for δρακί.

Printed Ὧ, for Ὧι.

Printed ου, for οὗ.

Printed παντοκρατορα, for παντοκράτορα.

Printed ὀναμάζων, for ὀνομάζων.

PG 21:1133Read from the page
τοῦ Θεοῦ. Παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφὰς, τὴν τε διὰ Ὠσηέ· « Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν. » Καὶ τὴν διὰ Μωῦσέως, « Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς ἕτερος πλὴν ἐμοῦ. Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. »
of God. And he paraphrases those prophetic scriptures, both that through Hosea: "Behold, I am he that makes firm the thunder and creates the wind, whose hands founded the host of heaven." And that through Moses: "See, see that I am, and there is no other God beside me. I will kill, and I will make to live; I will smite, and I will heal; and there is none that shall deliver out of my hands."
Αὐτὸς δ' ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει, / Καὶ πόλεμον κρυόεντα.
And he himself out of good plants evil for mortals, and chilling war.
Κατὰ τὸν Ὀρφέα. Τοιαῦτα καὶ Πάριος Ἀρχίλοχος λέγει·
So says Orpheus. Such things also Archilochus of Paros says:
Ὦ Ζεῦ, σ⟨ὸ⟩ν μὲν οὐρανοῦ κράτος, σὺ δ' ἔργα / Ἐπ' ἀνθρώπους ῥεῖς, λεωργά τε καὶ ἀθέμιστα.
O Zeus, thine is the might of heaven, and thou [ῥεῖς, as printed] upon the deeds among men, the wicked and the lawless.
Πάλιν ἡμῖν ᾀσάτω ὁ Θράκιος Ὀρφεύς·
Again let the Thracian Orpheus sing to us:
Χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο / Πάντοθεν ἐκτέτακεν· γαίη δ' ὑπὸ ποσσὶ βέβηκε.
And his right hand he has stretched out on every side to the bounds of Ocean; and the earth stands beneath his feet.
Ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται· « Κύριος σώσει πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νοσσιάν. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, » ὥς φησιν Ἱερεμίας, « καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. » ⟨Ἔ⟩τι πρὸς τοῖσδε Φωκυλίδης μὲν τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους, διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν·
These things have plainly been taken from there: "The Lord will save inhabited cities, and will take hold of the whole inhabited world with his hand as a nest. The Lord, who made the earth in his strength," as Jeremiah says, "and set up the world in his wisdom." Besides this, Phocylides, calling the angels daemons, shows by these words that some of them are good and others bad, since we too have received that there are certain apostates:
Ἀλλ' ἄρα δαίμονές εἰσιν ἐπ' ἀνδράσιν ἄλλοθεν ἄλλοι, / Οἱ μὲν ἐπερχομένου κακὸν ἀνέρος ἐκλύσασθαι.
But there are daemons set over men, some here, some there; some to loose a man from the evil that comes upon him.
Καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς, τὴν εἰδωλολατρείαν ἐκκόπτει διὰ τούτων
Well then does Philemon the comic poet also cut down idolatry by these words:
Οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεὸς, / Οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται / Ὡς ἔτυχεν ἑκάστῳ, προσαγορεύεται τύχη.
We have no goddess Fortune; there is none; but the chance that befalls each man as it happens is called fortune.
Σοφοκλῆς δὲ ὁ τραγῳδοποιός·
And Sophocles the tragic poet:
Οὐδὲ θεοῖς, λέγει, αὐθαίρετα πάντα πέλονται, / Νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν.
Not even for the gods, he says, are all things of their own choosing, apart from Zeus; for he holds the end and also the beginning.
Ὅ τε Ὀρφεύς·
And Orpheus:
Ἓν κράτος, εἷς δαίμων γέγονεν, μέγας Οὐρανὸς αἴθοψ, / Ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, / Πῦρ, καὶ ὕδωρ, καὶ γαῖα.
One might, one daemon has come to be, great blazing Heaven; and in one all things have been made, in which all these revolve, fire and water and earth.
Καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρος δὲ ὁ μελοποιὸς, οἷον ἐκβακχεύεται ἄντικρυς εἰπών·
And what follows these. And Pindar the lyric poet, as though in Bacchic frenzy, says outright:
Τί Θεός; Ὅ τι τὸ πᾶν·
What is God? That which is the All.
καὶ πάλιν·
And again:
Θεὸς ὁ πάντα τεύχων βροτοῖς.
God, who makes all things for mortals.
ἐπὰν δὲ εἴπῃ·
And when he says:
Τί ἔλπεαι σοφίαν ὀλίγον τι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχων; / Τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέ⟨ᾳ⟩ φύσει δύσκολον. / Θνατᾶς δ' ἀπὸ ματρὸς ἔφυ.
What wisdom do you hope for, which one man has a little beyond another? The counsels of the gods are hard for mortal nature to search out; for he was born of a mortal mother.
Ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· « Τίς ἔγνω νοῦν Κυ-
He has drawn the thought from there: "Who has known the mind of the Lo-
PG 21:1136Read from the page
ρίου; ἢ τίς σύμβουλος αὐτοῦ; » Ἀλλα καὶ Ἡσίοδος, δι' ὧν γράφει, συνᾴδει τοῖς προειρημένοις·
Lord? Or who hath been His counsellor?" Moreover Hesiod also, through what he writes, accords with what has been said before:
Μάντις δ' οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, Ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο.
And there is no seer among earthly men who could know the mind of aegis-bearing Zeus.
Εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς Ἐλεγείαις καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ,
Rightly then does Solon the Athenian in his Elegies, himself also following Hesiod:
Πάμπαν δ' ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι,
Altogether unseen to men is the mind of the immortals,
γράφει. Πάλιν τοῦ Μωϋσέως εἰς μόχθους καὶ μόχθους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος, ποιητής τις οὐκ ἄσημος γράφει·
write. Again, whereas Moses prophesied that because of the transgression the woman would bring forth unto toils and toils, a certain poet of no mean note writes:
...... οὐδέ ποτ' ἦμαρ Παύσονται καμάτου καὶ ὀϊζύος, οὐδέ τι νύκτωρ Στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας
nor ever by day shall they cease from toil and woe, nor at all by night in their distress; and the gods will give them grievous cares.
Ἔτι Ὅμηρος μὲν εἰπὼν,
Furthermore, Homer, when he says:
Αὐτὸς δὲ χρύσεια Πατὴρ ἐτίταινε τάλαντα,
And the Father himself stretched out his golden scales,
δίκαιον τὸν Θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς ἀγαθὸν ἑρμηνεύων τὸν Θεόν φησιν·
declares that God is just. And Menander the comic poet, explaining that God is good, says:
Ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται Εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου, Ἀγαθός· κακὸν γὰρ δαίμον' οὐ νομιστέον Εἶναι, βίον βλάπτοντα χρηστόν.
By every man a spirit stands straightway from his birth, a good guide into the mysteries of life; for we must not suppose that there is an evil spirit harming a good life.
Εἶτα ἐπιφέρει· Ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν Θεόν· ἤτοι πάντα Θεὸν ἀγαθὸν λέγων, ἢ, ὅπερ μᾶλλον, ἐν πᾶσι τὸν Θεὸν ἀγαθὸν εἶναι. Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδὸς, τὴν δύναμιν τοῦ Θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων·
Then he adds that God is altogether good—either meaning that every God is good, or, what is more likely, that in all things God is good. Again on the other hand, Aeschylus the tragic poet, setting forth the power of God, does not hesitate even to address Him as Most High through these lines:
Χώριζε θνητῶν τὸν Θεὸν, καὶ μὴ δόκει Ὅμοιον σαυτῷ σάρκινον καθεστάναι. Οὐκ οἶσθα γ' αὐτόν. Ποτὲ μὲν ὡς πῦρ φαίνεται, Ἄπλατος ὁρμῇ, ποτὲ δ' ὕδωρ, ποτὲ γνόφος, Καὶ θηρσὶν αὐτὸς γινεται παρεμφερὴς, Ἀνέμῳ, νεφέλῃ τε, κἀστραπῇ, βροντῇ, βροχῇ· Ὑπηρετεῖ δ' αὐτῷ θάλασσα, καὶ πέτραι, Καὶ πᾶσα πηγὴ, καὶ ὕδατος συστήματα. Τρέμει δ' ὄρη, καὶ γαῖα, καὶ πελώριος Βυθὸς θαλάσσης, καὶ ὀρέων ὕψος, ἐπὶ Μέγα ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα Δεσπότου· πάντα, δυνατὴ γὰρ δόξα ὑψίστου Θεοῦ.
Separate God from mortals, and think not that He is of flesh like yourself. You know Him not at all: at one time He appears as fire, unapproachable in His onset, at another time as water, at another as darkness; and He Himself becomes like unto wild beasts, to wind and cloud, and lightning, thunder, and rain. And the sea serves Him, and rocks, and every spring, and the gatherings of water; and the mountains tremble, and the earth, and the vast deep of the sea, and the height of the mountains, whenever the dread eye of the Master looks vehemently upon all things; for mighty is the glory of the Most High God.
Ἆρ' οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν, τὸ, « Ἀπὸ προσώπου Κυρίου τρέμει ἡ γῆ; » Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ Θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. Ἔχει δὲ ὧδε ὁ χρησμός·
Does he not seem to you to paraphrase that saying: "At the presence of the Lord the earth trembles"? In addition to these, Apollo, most skilled in divination, bearing witness to the glory of God, is compelled to speak concerning Athena, when the Medes were marching against Greece, how she besought and entreated Zeus on behalf of Attica. And the oracle runs thus:
Οὐ δύναται Παλλὰς Δί Ὀλύμπιον ἐξιλάσασθαι, Λισσομένη πολλοῖσι λόγοις, καὶ μήτιδι πυκνῇ Πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, Οἵ που νῦν ἱδρῶτι ῥεύμενοι ἑστήκασι, Δείματι παλλόμενοι.
Pallas cannot propitiate Olympian Zeus, though entreating him with many words and shrewd counsel; and he will give over many temples of the immortals to consuming fire, which even now stand streaming with sweat, quivering with fear.
Notes, col. 1136

On the reading

Printed Ἀλλα, for Ἀλλὰ.

Printed γινεται, for γίνεται.

Printed Δί, for Δί'.

PG 21:1137Read from the page
Καὶ τὰ ἐπὶ τούτοις. Θεαρίδας δὲ ἐν τῷ περὶ φύσεως γράφει· « Ἁ ἀρχὰ τῶν ὄντων, ἀρχὰ μὲν ὄντως ἀληθινὰ, μία. » Κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον.
And what follows thereon. And Thearidas in his work On Nature writes: "The first principle of existing things, a first principle truly real, is one." For that in the beginning is both one and alone.
Οὐδέ τίς ἐσθ' ἕτερος χωρὶς μεγάλου βασιλῆος,
Nor is there any other apart from the great King,
Ὀρφεὺς λέγει. ᾯ πειθόμενος ὁ κωμικὸς Δίφιλος γενικώτατον ὄντα πάντων φησὶ πατέρα,
says Orpheus. In obedience to whom the comic poet Diphilus calls Him the most universal Father of all:
.... τοῦτον διὰ τέλους τίμα, μόνον Ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα.
Honour Him continually, the sole discoverer and founder of so many blessings.
Εἰκότως τοίνυν ὁ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις, ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τἀγαθὸν, καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν. Τοῦτο δὴ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφὴ, ἀλλὰ ψυχῆς περιαγωγὴ, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον· ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι. Καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει· « Ἐστὲ μὲν δὴ πάντες ἀδελφοὶ, » λέγων. Οἱ δὲ τοῦ χρυσοῦ γένους ἀκριβέστατα, καὶ πάντη εἰς τοῦ Πατρὸς ἄρα καὶ ποιητοῦ ξυμπάντων, ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα, τῶν δὲ ζώων, τῶν ἐμψύχων, τὰ μὲν ἤδη ἀθάνατα, τὰ δὲ καθ' ἡμέραν ἐργαζόμενα. Τῶν δέ τοι θνητῶν, τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι μετὰ γαστρὸς ὀχούμενα· τὰ δὲ αὐτεξουσίῳ λογισμῷ. Καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι. Γένος δ' οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων, οὔτε νομάδων, ἀλλ' οὐδὲ τῶν πολιτικῶν, δύναται ζῆν, μὴ προκατειλημένον τῇ τοῦ κρείττονος πίστει. Διὸ πᾶν ἔθνος ἑῷον, πᾶν δὲ ἑσπερίων ἁπτόμενον ἠόνων, βόρειόν τε, καὶ τὰ πρὸς τῷ νότῳ πάντα, μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν εὐεργετημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπίσης πάντα. Πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες φιλόσοφοι, ἐκ τῆς βαρβάρων ὁρμώμενοι φιλοσοφίας, τῷ ἀοράτῳ, καὶ μόνῳ, καὶ δυνατωτάτῳ, καὶ τεχνικωτάτῳ, καὶ τῶν ἄλλων καλλίστων αἰτιωτάτῳ, τὴν προνομίαν ἔδωκαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν, ὅπως
Rightly therefore does Plato accustom the noblest natures to attain to that branch of learning which before we said was the greatest—to behold the Good, and to ascend that ascent. This then, as it seems, would not be the turning of a potsherd, but the turning round of a soul from a sort of night-like day to a true ascent to reality, which indeed we shall affirm to be true philosophy. And those who partake of it he judges to belong to the golden race, saying: "Ye are all brothers." And those of the golden race judge most accurately and completely; to the Father and Maker of all things, therefore, all things from all sides cling by innate and untaught instinct—inanimate things sharing in sympathy, and of living, animate beings, some already immortal, and others labouring day by day; and of mortal beings, some in fear and still carried through their mother in the womb, and others with self-determining reason; and among men, all both Greeks and barbarians. And no race anywhere of husbandmen, nor of nomads, nor even of dwellers in cities, can live without being preoccupied with belief in the Higher Power. Wherefore every eastern nation, and every nation touching the western shores, and the northern, and all those towards the south, hold one and the same preconception concerning Him Who established His sovereignty, inasmuch as the most universal of His benefits have pervaded all places alike. And much more did the inquisitive philosophers among the Greeks, setting out from the philosophy of the barbarians, assign the pre-eminence to the invisible, and sole, and most powerful, and most skilful, and supreme Author of all other fairest things—not knowing the consequences of these truths unless instructed by us, nor even how
PG 21:1140Read from the page
νοεῖσθαι πέφυκε τὸν Θεὸν, μόνον δὲ, ὡς ἤδη πολλάκις εἰρήκαμεν κατὰ περίφρασιν ἀληθῆ. » Τοσαῦτα καὶ ὁ Κλήμης. Ἀλλ' ἐπειδὴ διὰ μακροτέρων ἡμῖν ἡ κατὰ Πλάτωνα παρέστη φιλοσοφία, συνῳδὸς οὖσα κατὰ πλεῖστα τοῖς Ἑβραίων δόγμασιν· (ἐφ' οἷς καὶ ἀγάμεθα τὸν ἄνδρα τῆς τε συνέσεως καὶ τῆς ἄλλης τοῦ ἀληθοῦς εὐγνωμοσύνης·) ὥρα ἐπιθεωρῆσαι τίνα ταῦτ' εἶναί φαμεν, ἐφ' ὧν οὐκέθ' ὁμοίως περὶ αὐτὸν διακείμεθα, τὴν δὲ νενομισμένην βάρβαρον, τῆς κατ' αὐτὸν προτιμῶμεν φιλοσοφίας.
God is naturally to be conceived, save only, as we have already often said, by a true periphrasis." So much says Clement also. But since the philosophy of Plato has been set before us at considerable length as agreeing in most points with the doctrines of the Hebrews (on account of which we admire the man both for his intelligence and for his candour towards the truth in other respects), it is time to examine what we say those points are on which we are no longer similarly disposed towards him, but prefer to his philosophy that which is accounted barbarian.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Ὅτι μὴ πάντα ἐπιτυχῶς εἴρηται τῷ Πλάτωνι, διὸ οὐκ ἀλόγως τὴν κατ' αὐτὸν παρῃτήμεθα φιλοσοφίαν, τὰ δὲ Ἑβραίων ἀποδεχόμεθα λόγια.
That not all things have been successfully stated by Plato, wherefore not without reason have we declined his philosophy and accepted the oracles of the Hebrews.
Τὰ Ἑβραίων λόγια, θεοπρόπια καὶ χρησμοὺς θείας ἢ κατὰ ἄνθρωπον δυνάμεως περιέχοντα, Θεόν τε αὐθέντην ἐπιγραφόμενα, καὶ πιστούμενά γε τὴν ἐπαγγελίαν διὰ τῆς τῶν μελλόντων προρρήσεως διά τε τῶν συμφώνων τοῖς θεσπίσμασιν ἀποτελεσμάτων, πάσης λέγεται διεψευσμένης διανοίας ἐκτὸς τυγχάνειν. « Τὰ » γοῦν « θεῖα λόγια ἁγνὰ, καὶ ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρμένον ἑπταπλασίως, » ἀνείρηται. Ἀλλ' οὐ καὶ τὰ Πλάτωνος τοιαῦτα, οὐδὲ μὴν ἑτέρου τούτων ἐν ἀνθρώποις σοφῶν, οἳ θνητῆς διανοίας ὄμμασιν, ἐπικήροις τε στοχασμοῖς καὶ εἰκασίαις, ὄναρ ὥσπερ, ἀλλ' οὐχ ὕπαρ, τῆς τῶν ὄντων φύσεως ἐπὶ φαντασίαν ἐλθόντες, πολὺ τὸ κρᾶμα τοῦ ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο, ὡς μὴ ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα. Αὐτίκα γοῦν, βραχύ τι τῆς φιλαυτίας εἰ ἐθελήσαις ὑφεῖναι, καὶ φῶς αὐτὸ δυνάμει λογικῆς οὐσίας ἐπιθεωρῆσαι, γνοίης ἂν τὸν θαυμάσιον φιλόσοφον αὐτὸν ἐκεῖνον, τὸν δὴ μόνον πάντων Ἑλλήνων ἀληθείας προθύρων ψαύσαντα, ὕλῃ φθαρτῇ, καὶ ξοάνοις βαναύσων χερσὶν εἰς ἀνδρείκελον σχῆμα κατεσκευασμένοις, τὴν τῶν θεῶν προσηγορίαν καταισχύνοντα, καὶ μετὰ τὸ μέγα τῆς μεγαλοφωνίας ὕψος, δι' ἧς τὸν Πατέρα καὶ δημιουργὸν εἰδέναι τοῦδε τοῦ παντὸς διετείνατο, ἄνωθέν ποθεν ἐξ ὑπερκοσμίων ἁψίδων εἰς τὸν κατωτάτω βυθὸν τῆς θεομισοῦς εἰδωλολατρείας τῷ δήμῳ
The oracles of the Hebrews, containing prophecies and responses of a power more divine than human, claiming God Himself as their Author, and confirming their promise through the foretelling of things to come and through the outcomes that accord with their predictions, are declared to be free from all false thought. At any rate, "The divine oracles are pure, silver tried in the fire, proved to the earth, purified seven times over," it is proclaimed. Yet the writings of Plato are not such, nor indeed those of any other of these wise men among mankind, who with the eyes of mortal thought and by frail conjectures and guesses, coming as in a dream and not in waking reality to an imagination of the nature of existing things, brought in a large admixture of falsehood along with the truth of nature, so that one cannot find among them any teaching pure of deceit. For instance, if you should consent to abate a little of your self-love and contemplate the light itself by the power of rational essence, you would recognize that very philosopher, so admirable, who alone of all the Greeks touched the vestibule of truth, dishonouring the title of the gods with perishable matter and carved images fashioned by the hands of artisans into human-like form, and after the great height of his lofty utterance, whereby he maintained that he knew the Father and Maker of this universe, from somewhere on high out of the supercelestial vaults down into the lowest abyss of god-hated idolatry with the multitude
PG 21:1141Read from the page
τῶν Ἀθηναίων συνωθούμενον· ὡς μὴ διατρέπεσθαι, τὸν Σωκράτην καταβῆναι φάντα εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ, καὶ τὴν βάρβαρον ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεασόμενον, καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι ὁμολογοῦντα προστάξαι, τόν τε πάτριον Ἑλλήνων ἐξηγητὴν, τὸν ἐγκαθήμενον ἐν Δελφοῖς δαίμονα θειάζοντα. Διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πληθύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο ἄν. Ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον, καὶ θέα οἷά σοι ὁ πάνσοφος, μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους ἰδέας, καὶ μετὰ Θεὸν πρῶτον, καὶ δεύτερον αἴτιον, καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας, περὶ τῆς πανδήμου δόξης, ἐνομοθέτει, λέγων· « Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν, καὶ γνῶναι τὴν γένεσιν, μεῖζον ἢ καθ' ἡμᾶς. Πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. Ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν· ἀλλ' ὡς οἰκεῖα φάσκουσιν ἀπαγγέλλειν, ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω, καὶ λεγέσθω· Γῆς τε, καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην· τούτων δὲ Φόρκυς, Κρόνος τε, καὶ Ῥέα, καὶ ὅσοι μετὰ τούτων· ἐκ δὲ Κρόνου καὶ Ῥέας, Ζεὺς, Ἥρα τε, καὶ πάντες, ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τοὺς τούτων ἄλλους ἐκγόνους. » Διὰ δὴ ταῦτα ἀπολειπτέος ἡμῖν ὁ φιλόσοφος, οὐ κατὰ φιλόσοφον, οὐδ' αὐτὸς αὑτῷ συμφώνως, τὰς μυθικὰς τῶν ποιητῶν γενεαλογίας καθυποκρινάμενος. Αὐτοῦ μὲν γὰρ ἄκουσαι φάντος ἐν Πολιτείᾳ τάδε· « Ἐν τοῖς μείζοσιν, ἦν δ' ἐγὼ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. Δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι, καὶ ταυτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. Ἢ οὐκ οἴει; — Ἔγωγε, ἔφη· ἀλλ' οὐκ ἐννοῶ, οὐδὲ τοὺς μείζους τίνας λέγεις. — Οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἶπον, ἡμῖν ἐλεγέτην, καὶ οἱ ἄλλοι ποιηταί. Οὗτοι γάρ που, μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες, ἔλεγόν τε καὶ λέγουσι· τὰ μικρῷ πρόσθεν τεθειμένα. » Πάλιν τε αὐτοῦ ἦν καὶ τὰ δι' ὧν ἔφησεν· « Ἐξαλείψομεν ἄρα, ἦν δ' ἐγὼ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι, πάντα τὰ τοιαῦτα·
jostled together with that of the Athenians: so as not to be ashamed to say that Socrates went down to the Piraeus to pray to the goddess, and to behold the citizens then for the first time celebrating the barbarian festival, and confessing that he ordered the cock to be sacrificed to Asclepius, and deifying the ancestral expounder of the Greeks, the daemon seated at Delphi. Wherefore also one might reasonably ascribe to him the cause of the superstitious error of the unphilosophical multitude. Take up the argument, then, from a little higher up, and see what sort of laws your all-wise man, after the incorporeal and incorruptible ideas, and after God the first and the second cause, and after intellectual and immortal substances, laid down concerning the popular opinion, saying: "To speak of the other daemons, and to know their generation, is greater than is according to our power. But we must believe those who have spoken before, being offspring of gods, as they said, and surely knowing their own ancestors clearly. It is impossible, therefore, to disbelieve the children of gods, even though they speak without probable and necessary demonstrations; but since they profess to report family matters, we must follow the law and believe them. Thus, then, according to them, let the generation concerning these gods be held and stated by us: of Earth and Heaven the children born were Oceanus and Tethys; and of these, Phorcys, Cronus, and Rhea, and all who were with them; and from Cronus and Rhea, Zeus and Hera, and all whom we know called brethren of these, and moreover their other offspring as well." On account of these things, indeed, the philosopher must be forsaken by us, since neither in a manner befitting a philosopher, nor consistently with himself, did he play the actor with the mythical genealogies of the poets. For hear him saying these things in the Republic: "In the greater fables, said I, we shall see the lesser ones also. For surely the stamp must be the same, and both the greater and the lesser must have the same effect. Or do you not think so? — I do indeed, said he; but I do not understand which you mean by the greater ones either. — Those which Hesiod and Homer, said I, told us, and the other poets. For these, I suppose, composing false fables for men, used to tell them and still tell them: the things set down a little before." And again of him also were the words whereby he said: "We shall therefore expunge, said I, beginning from this verse, all such things as these:
Βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ. »
I would rather, being bound to the soil, serve another for hire."
Καὶ τὰ ἑξῆς· δι' ὧν τε ἐπιλέγει : « Πάλιν δὴ Ὁμήρου δεησόμεθα καὶ τῶν ἄλλων ποιητῶν, μὴ ποιεῖν Ἀχιλλέα θεᾶς παῖδα,
And what follows; and the words whereby he adds: "Again, then, we shall beg Homer and the other poets not to make Achilles, the son of a goddess,
Ἄλλοτ' ἐπὶ πλευρας κατακείμενον, ἄλλοτε δ' αὖτε
Lying now upon his side, and now again
Ὕπτιον »
Upon his back"
Notes, col. 1141

On the reading

Printed πλευρας, for πλευρὰς.