τῶν Ἀθηναίων συνωθούμενον· ὡς μὴ διατρέπεσθαι, τὸν Σωκράτην καταβῆναι φάντα εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ, καὶ τὴν βάρβαρον ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεασόμενον, καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι ὁμολογοῦντα προστάξαι, τόν τε πάτριον Ἑλλήνων ἐξηγητὴν, τὸν ἐγκαθήμενον ἐν Δελφοῖς δαίμονα θειάζοντα. Διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πληθύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο ἄν. Ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον, καὶ θέα οἷά σοι ὁ πάνσοφος, μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους ἰδέας, καὶ μετὰ Θεὸν πρῶτον, καὶ δεύτερον αἴτιον, καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας, περὶ τῆς πανδήμου δόξης, ἐνομοθέτει, λέγων· « Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν, καὶ γνῶναι τὴν γένεσιν, μεῖζον ἢ καθ' ἡμᾶς. Πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. Ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν· ἀλλ' ὡς οἰκεῖα φάσκουσιν ἀπαγγέλλειν, ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω, καὶ λεγέσθω· Γῆς τε, καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην· τούτων δὲ Φόρκυς, Κρόνος τε, καὶ Ῥέα, καὶ ὅσοι μετὰ τούτων· ἐκ δὲ Κρόνου καὶ Ῥέας, Ζεὺς, Ἥρα τε, καὶ πάντες, ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τοὺς τούτων ἄλλους ἐκγόνους. » Διὰ δὴ ταῦτα ἀπολειπτέος ἡμῖν ὁ φιλόσοφος, οὐ κατὰ φιλόσοφον, οὐδ' αὐτὸς αὑτῷ συμφώνως, τὰς μυθικὰς τῶν ποιητῶν γενεαλογίας καθυποκρινάμενος. Αὐτοῦ μὲν γὰρ ἄκουσαι φάντος ἐν Πολιτείᾳ τάδε· « Ἐν τοῖς μείζοσιν, ἦν δ' ἐγὼ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. Δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι, καὶ ταυτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. Ἢ οὐκ οἴει; — Ἔγωγε, ἔφη· ἀλλ' οὐκ ἐννοῶ, οὐδὲ τοὺς μείζους τίνας λέγεις. — Οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἶπον, ἡμῖν ἐλεγέτην, καὶ οἱ ἄλλοι ποιηταί. Οὗτοι γάρ που, μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες, ἔλεγόν τε καὶ λέγουσι· τὰ μικρῷ πρόσθεν τεθειμένα. » Πάλιν τε αὐτοῦ ἦν καὶ τὰ δι' ὧν ἔφησεν· « Ἐξαλείψομεν ἄρα, ἦν δ' ἐγὼ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι, πάντα τὰ τοιαῦτα·
jostled together with that of the Athenians: so as not to be ashamed to say that Socrates went down to the Piraeus to pray to the goddess, and to behold the citizens then for the first time celebrating the barbarian festival, and confessing that he ordered the cock to be sacrificed to Asclepius, and deifying the ancestral expounder of the Greeks, the daemon seated at Delphi. Wherefore also one might reasonably ascribe to him the cause of the superstitious error of the unphilosophical multitude. Take up the argument, then, from a little higher up, and see what sort of laws your all-wise man, after the incorporeal and incorruptible ideas, and after God the first and the second cause, and after intellectual and immortal substances, laid down concerning the popular opinion, saying: "To speak of the other daemons, and to know their generation, is greater than is according to our power. But we must believe those who have spoken before, being offspring of gods, as they said, and surely knowing their own ancestors clearly. It is impossible, therefore, to disbelieve the children of gods, even though they speak without probable and necessary demonstrations; but since they profess to report family matters, we must follow the law and believe them. Thus, then, according to them, let the generation concerning these gods be held and stated by us: of Earth and Heaven the children born were Oceanus and Tethys; and of these, Phorcys, Cronus, and Rhea, and all who were with them; and from Cronus and Rhea, Zeus and Hera, and all whom we know called brethren of these, and moreover their other offspring as well." On account of these things, indeed, the philosopher must be forsaken by us, since neither in a manner befitting a philosopher, nor consistently with himself, did he play the actor with the mythical genealogies of the poets. For hear him saying these things in the Republic: "In the greater fables, said I, we shall see the lesser ones also. For surely the stamp must be the same, and both the greater and the lesser must have the same effect. Or do you not think so? — I do indeed, said he; but I do not understand which you mean by the greater ones either. — Those which Hesiod and Homer, said I, told us, and the other poets. For these, I suppose, composing false fables for men, used to tell them and still tell them: the things set down a little before." And again of him also were the words whereby he said: "We shall therefore expunge, said I, beginning from this verse, all such things as these: