νην πρὸς αὐτῶν, τὸ μὴ τόδε, ἢ μὴ ὂν, πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι, καὶ μή τι· μυστικώτατα. Μίαν γὰρ τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς, ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσι· « Νῦν δὴ οὖν τό γε παρ' ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἁπάντων, εἴτε ἀρχὴν εἴτε ἀρχὰς, εἴτε ὅπη δοκεῖ τούτων πέρι, τανῦν οὐ ῥητέον δι' ἄλλο μὲν οὐδὲν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα. » Ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη· « Ἡ δὲ γῆ ἦν ἀόρατος, καὶ ἀκατασκεύαστος, » ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται· Ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις, οὐ παρακολουθήσαντι τῷ ῥητῷ, γέγονεν ἐντεῦθεν, « Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· » Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν Πρόνοιαν, ἐκ τοῦδε τοῦ ψαλμοῦ· « Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. » Οὐδέπω γὰρ ἀπεκαλύπτετο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ Κυρίου παρουσίας. Τάς τε αυ μετὰ θάνατον κολάσεις, καὶ τὴν διὰ πυρὸς τιμωρίαν, ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν· « Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι διάπυροι ἰδεῖν, παρεστῶτες, καὶ καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον· τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες, χεῖράς τε καὶ πόδας, καὶ κεφαλὴν καταβαλόντες, καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ' ἀσπαλάθων κάμπτοντες. » Οἱ μὲν γὰρ ἄνδρες οἱ διάπυροι, ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἳ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν. « Ὁ ποιῶν, φησὶ, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς πῦρ φλέγον. » Ἕπεται δὲ τούτοις, τὴν ψυχὴν εἶναι ἀθάνατον. Τὸ γὰρ κολαζόμενον, ἢ παιδευόμενον, ἐν αἰσθήσει ὂν, ζῇ, κἂν πάσχειν βούληται. Τί δέ; Οὐχὶ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς, καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα, καὶ Πυριφλεγέθοντα, καὶ τὰ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; Τῶν σμικρῶν δὲ, κατὰ τὴν Γραφὴν, καὶ ἐλαχίστων
by them, has been called by Plato the not-this, or not-being, and not-anything: most mystically. For knowing that the principle which truly exists is one, in the Timaeus he speaks in these very words: Now then, let our account stand thus: concerning the first principle or first principles of all things, or however one thinks concerning these matters, we must not speak at present, for no other reason than because it is difficult according to the present manner of discourse to make plain our views. Moreover, that prophetic expression, And the earth was invisible and unformed, has furnished them with occasions for material substance. Indeed, Epicurus's covert introduction of chance, since he did not follow the sense of the text, arose hence: Vanity of vanities, all things are vanity; and it occurred to Aristotle to bring Providence down only as far as the moon from this psalm: O Lord, in heaven is Thy mercy, and Thy truth reaches unto the clouds. For not yet was the manifestation of the prophetic mysteries revealed before the coming of the Lord. And the punishments after death, again, and vengeance by fire, both all the poetic muse and Greek philosophy as well filched from the barbarian philosophy. Plato, at any rate, in the last book of the Republic speaks in these very words: Thereupon indeed fierce men, fiery to look upon, standing by and understanding the sound, took some aside privately and led them away; but binding Aridaeus and the others hand and foot, and throwing down their head, and flaying them, they dragged them outside alongside the road, bending them upon thorny shrubs. For the fiery men mean in his view angels, who take hold of the unrighteous and punish them. Who makes, it says, His angels spirits, and His ministers a flaming fire. And it follows from these things that the soul is immortal. For that which is punished, or disciplined, being in sensation, lives, even if it wishes to suffer. What further? Does not Plato know also rivers of fire, and the depth of the earth—that which by the barbarians is called Gehenna—naming it poetically Tartarus, and introducing Cocytus, and Acheron, and Pyriphlegethon, and certain such places of punishment that bring men to soundness of mind unto discipline? And of the small, according to the Scripture, and least