Migne Reading Room

PG 21 · cols. 1108–1117 · Read from the page

Preparation for the Gospel, Book XIII

Preparation for the Gospel, Book XIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1108Read from the page
τοὺς ἀγγέλους, τοὺς ὁρῶντας τὸν Θεὸν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς δι' ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων, οὐκ ὀκνεῖ γράφειν· «Ἐπειδὴ δ' οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι εἰς τὴν Λάχεσιν· ἐκείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα τοῦ βίου συμπέμπειν, καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.» Τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτόν τι ἠνίσσετο. Ναὶ μὴν, γεννητὸν εἶναι τὸν κόσμον ἐκ Μωϋσέως παραλαβόντες, ἐδογμάτισαν οἱ φιλόσοφοι. Καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκε· «Πότερον ἦν ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος; ὁρατός τε γὰρ, ἁπτός τε, καὶ σῶμα ἔχει.» Αὖθίς τε ὁπόταν εἴπῃ· «Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον,» οὐ μόνον γεννητὸν ἔδειξε τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου, καὶ ἐκ μὴ ὄντος ὑποστάντος. Γεννητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. Τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσι· «Ψυχὴν διοικοῦσαν, καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις, μῶν οὐ καὶ τὸν οὐρανὸν διοικεῖν ἀνάγκη φάναι; — Τί μήν; — Μίαν, ἢ πλείους; — Πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. Δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος, καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.» Ὁμοίως δὲ κἀν τῷ Φαίδρῳ τάδε γράφει· «Ἔστι μὲν δὴ καὶ ἄλλα κακὰ, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν.» Ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς,» ὧδέ πως γράφων· «Ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή· μάχη δὴ, φαμὲν, ἀθάνατός ἐσθ' ἡ τοιαύτη, καὶ φυλακῆς θαυμαστῆς δεομένη.» Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· καὶ τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος· καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται. Καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον, καὶ γῆν ἁγίαν, καὶ φῶς νοητόν· «Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.» Εἶτ' ἐπιφέρει· «Καὶ εἶπεν ὁ Θεός· Γενέσθω φῶς, καὶ ἐγένετο φῶς.» Ἐν δὲ τῇ κοσμαγονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν ἐδημιούργει (τὸ δὲ στερεὸν αἰσθη-
the angels who behold God, and moreover indicating the oversight reaching unto us through the angels set over us, he does not hesitate to write: "When therefore all the souls had chosen their lives, according as they drew lots, they approached Lachesis in order; and she sent forth with each the daemon he had chosen, this one as guardian of his life and fulfiller of the things chosen." And perhaps for Socrates too the divine sign hinted at some such thing. Yea indeed, having received from Moses that the world is generated, the philosophers laid this down as doctrine. And Plato at any rate has said outright: "Was it, having no beginning of generation, or has it come into being, starting from some beginning? For it is both visible and tangible, and has a body." And again, whenever he says: "Now to find the Maker and Father of this universe is a task," he not only showed that the world is generated, but also signifies that it has come into being from Him, as having come into being from Him alone, and having subsisted out of non-being. And the Stoics too hold the world to be generated. Moreover, the devil spoken of by the barbarian philosophy, the ruler of the daemons, Plato in the tenth book of the Laws calls an evil-working soul in these words: "Soul governing and indwelling all things that move in every way — must we not say that it governs heaven also? — Assuredly. — One, or more? — More, I shall answer on your behalf. Let us posit no fewer, I suppose, than two: the beneficent one, and the one capable of working the opposite." And likewise in the Phaedrus also he writes thus: "There are indeed other evils as well, yet some daemon has mingled immediate pleasure with most of them." Moreover, in the tenth book of the Laws also he plainly sets forth that apostolic saying: "Our wrestling is not against blood and flesh, but against the spiritual powers of the things in the heavens," writing somewhat as follows: "For since we have agreed among ourselves that heaven is full of many good things, and also of their opposites, yet of more that are not so, such a battle, we say, is undying, and stands in need of wondrous watchfulness." And again, the barbarian philosophy knows one world as intelligible, and another as perceptible; and the one as archetype, the other as image of the fair model; and the one it assigns to the monad, inasmuch as it is intelligible, and the perceptible to the hexad; for among the Pythagoreans the hexad, inasmuch as it is a generative number, is called marriage. And in the monad He establishes an invisible heaven, and a holy earth, and an intelligible light; "For in the beginning," he says, "God made the heaven and the earth; and the earth was invisible." Then he adds: "And God said: Let there be light, and there was light." And in the perceptible cosmogony He fashioned a solid heaven (and what is solid is percep-
Notes, col. 1108

On the reading

Printed κοσμαγονίᾳ, for κοσμογονίᾳ.

PG 21:1109Read from the page
τόν·) γῆν τε ὁρατὴν, καὶ φῶς βλεπόμενον. Ἆρ' οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζώων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ, καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; Εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μωϋσῆς, ὃ γήϊνόν φησιν ὁ Πλάτων σκῆνος· ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν «ἐμπνευσθῆναι» ὑπὸ Θεοῦ «εἰς πρόσωπον.» Ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρύσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες. Διὸ καὶ «κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν Θεοῦ τὸν ἄνθρωπον γεγονέναι.» Εἰκὼν μὲν γὰρ Θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος ἀπαθής· εἰκὼν δ' εἰκόνος ἀνθρωπίνης νοῦς. Ἑτέρῳ δ' εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωϋσῇ ἀκολουθίαν ὀνομαζομένην θείαν. Φησὶ γάρ· «Ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύεσθε, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.» Ἀκόλουθοι δ', οἶμαι, καὶ θεραπευταὶ Θεοῦ πάντες οἱ ἐνάρετοι. Ἐντεῦθεν δ' οἱ μὲν Στωϊκοὶ, τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῇν εἰρήκασιν· ὁ Πλάτων δὲ ὁμοίωσιν Θεῷ, ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ. Ζήνων τε ὁ Στωϊκὸς, παρὰ Πλάτωνος λαβὼν, ὁ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. Φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης· «Ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι, οὐδ' ἀγαθὸν ἀγαθῷ μὴ φίλον.» Ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. Καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ, πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον Θεῷ, καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις, οὔτε ἐμμέτροις· ὁ δὲ Θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη. Εἶτα ὑποβὰς ἐπάγει Πλάτων· «Πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος· κατὰ τοῦτο δὲ καὶ Θεῷ ἐοικὼς, ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ Θεῷ.» Ἐνταῦθα γενόμενος, κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει, τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν, κατὰ τὴν ἀρχαίαν φύσιν· ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον. Καὶ μετὰ βραχέα ἐπιλέγει· «Ἀδελφοὺς δ' εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς Θεοῦ ὄντας, καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶς ὧδέ πως· «Ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. Ἀλλ' ὁ Θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς. Ὅθεν ἀνάγκη, φησὶ, γεγονέναι,
tible), and visible earth, and beheld light. Does Plato not seem to you from this to leave Ideas of living creatures in the intelligible world, and to fashion the perceptible forms according to the intelligible genera? Reasonably, therefore, Moses says that the body is moulded out of earth — which Plato calls an earthly tabernacle — while the rational soul was "breathed in" from above by God "into the face." For there, they say, the ruling faculty is seated, interpreting the adventitious entrance of the soul through the sense-organs in the case of the first-formed man. Wherefore also "man came to be according to the image and according to the likeness of God." For the image of God is the divine and royal Word, the impassible man; and the image of the human image is mind. And if you wish to receive the assimilation under another name, you would find in Moses a following that is called divine. For he says: "Walk after the Lord your God, and keep His commandments." And followers and servants of God, I think, are all the virtuous. Hence the Stoics on the one hand have declared the goal of philosophy to be living in accordance with nature, and Plato on the other hand likeness to God, as we showed in the second Stromateus. And Zeno the Stoic, taking it from Plato, and he from the barbarian philosophy, says that all the good are friends of one another. For Socrates says in the Phaedrus: "That it is not ordained for evil to be friend to evil, nor for good not to be friend to good." Which very thing he sufficiently proved in the Lysis as well, that in injustice and wickedness friendship could never be preserved. And the Athenian stranger likewise says that conduct is dear to and attendant upon God, and holds to one ancient saying, when like is dear to like, being measured, whereas things unmeasured are dear neither to the unmeasured nor to the measured; and God would be for us the measure of all things. Then a little further down Plato adds: "For surely every good man is like a good man; and in this respect being like God also, he is friend both to every good man and to God." Having reached this point, I was reminded of that passage also: for at the end of the Timaeus he says that one must assimilate that which contemplates to that which is contemplated, in accordance with its ancient nature, and when one has assimilated it, attain the goal of the best life set before men by the gods both for the present and for the time hereafter. And after a little he adds: "And that we are brothers, as belonging to the one God and one Master, Plato too seems somewhere to express well, somewhat thus: "For all of you in the city are brothers, as we shall say to them in telling the tale; yet God in moulding you mingled gold at their birth in those of you who are fit to rule, wherefore they are most honoured; and in those who are auxiliaries, silver; and iron and bronze in the husbandmen and the other craftsmen. Whence of necessity, he says, it has come to pass
PG 21:1112Read from the page
ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ' οἷς γνῶσις, ἐκείνους δὲ ἐφ' οἷς ἡ δόξα.» Ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται· εἰ μή τις τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει· καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δὲ, οἷς ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον Πνεῦμα. Τόν τε Χριστιανῶν βίον ἐμφαίνων, κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ· «Λέγωμεν δὴ περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; Οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν, οὔτε ὅπου δικαστήριον, ἢ βουλευτήριον, ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγόμενα, ἢ γεγραμμένα, οὔτε ὁρῶσιν οὔτε ἀκούουσι· σπουδαὶ δὲ ἑταιριῶν, καὶ σύνοδοι ἐπ' ἀρχὰς, καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προΐσταται αὐτοῖς. Εὖ δὲ ἢ κακῶς τί γέγονεν ἐν πόλει, ἢ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. Καὶ ταῦτα οὔθ' ὅτι οὐκ οἶδεν, οἶδεν· ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, γῆς ὑπένερθεν, οὐρανοῦ τε ὕπερ ἀστρονομῶν, καὶ πᾶσαν πάντη φύσιν ἐρευνώμενος.» Πάλιν αὖ τῷ τοῦ Κυρίου ῥητῷ, τῷ· «Ἔστω ὑμῶν τὸ, ναὶ, ναὶ, καὶ τὸ, οὒ, οὒ,» ἐκεῖνα ἀπεικαστέον· «Ἀλλά μοι ψεῦδος συγχωρῆσαι, καὶ ἀλήθειαν ἀφανίσαι οὐδαμῶς θέμις.» Τῇ τε περὶ τοῦ ὁμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῷ δεκάτῳ τῶν Νόμων λέξις· «Ἔπαινός τε, ὅρκος τε περὶ παντὸς ἀπέστω.» Καὶ τὸ σύνολον Πυθαγόρας, Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς Θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες, ἀκριβῶς ὑπὸ Θεοῦ γεγονυῖαν, καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι ⟨…⟩οῦ Μωϋσέως λέγοντος· «Εἶπε, καὶ ἐγένετο,» τὸν λόγον ⟨…⟩οῦ Θεοῦ ἔργον εἶναι διαγράφοντος. Ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι, γήϊνον μὲν οἱ φιλόσοφοι παρ' ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν· Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει τίθεσθαι τό·
that the former welcome and love those things over which knowledge presides, and the latter those over which opinion presides." For perhaps he divines this elect nature that yearns after knowledge; unless indeed, positing three natures, he delineates three polities, as some have supposed: that of the Jews silver, that of the Greeks the third, and that of the Christians, in whom the royal gold has been mingled, the Holy Spirit. And indicating the life of Christians, he writes word for word in the Theaetetus: "Let us speak then of the foremost; for why should anyone speak of those who spend their time poorly in philosophy? These men, I suppose, neither know the way to the market-place, nor where lies the law-court, or council-chamber, or any other common assembly of the city; and laws and decrees, spoken or written, they neither see nor hear; and the eager rivalries of political clubs, and meetings for offices, and revels with flute-girls it does not occur to them even in a dream to engage in. And what has happened well or ill in the city, or what evil has come to anyone from his ancestors, escapes their notice more than the proverbial pitchers of the sea. And all these things he does not even know that he does not know; but in truth only his body lies and sojourns in the city, while he himself flies, according to Pindar, beneath the earth, and studying the stars above the heaven, and searching out every nature in every way." Again, in turn, to the saying of the Lord, "Let your yea be yea, and your nay, nay," those words are to be compared: "Yet for me to concede a falsehood and to blot out truth is in no wise lawful." And with the prohibition against swearing accords this wording in the tenth book of the Laws: "Let both praise and oath about every matter be absent." And altogether Pythagoras, Socrates, and Plato, saying that they hear the voice of God, when contemplating the framing of the universe as accurately brought into being by God and held together unceasingly, have heard Moses saying: "He spoke, and it came to be," describing the Word of God as being the work. And standing upon the moulding of man out of dust, the philosophers at every turn proclaim the body earthly; and Homer does not hesitate to set by way of a curse the saying:
PG 21:1113Read from the page
Ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.
But may you all become water and earth.
Καθάπερ Ἠσαΐας· «Καὶ καταπατήσατε αὐτοὺς,» λέγων, «ὡς πηλόν.» Καλλίμαχος δὲ διαῤῥήδην γράφει·
Just as Isaiah says: "And tread them down like clay." And Callimachus expressly writes:
Ἦν κεῖνος οὑνιαυτὸς, ᾧ ποτε πτηνὸν, Καὶ τοὐν θαλάσσῃ, καὶ τὸ τετράπουν, οὕτως Ἐφθέγγεθ', ὥς ὁ πηλὸς ὁ Προμηθέως.
That was the year in which once the winged creature, and that in the sea, and the four-footed spoke thus, just as the clay of Prometheus.
Πάλιν τε ὁ αὐτός·
And again the same poet:
.... Εἴ σε, ἔφη, Προμηθεὺς Ἔπλασε, καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας.
If Prometheus, he said, moulded you, and you have not come to be from other clay.
Ἡσίοδος δὲ ἐπὶ τῆς Πανδώρας λέγει·
And Hesiod says with regard to Pandora:
Ἥφαιστον δὲ κέλευσε περικλυτὸν, ὅττι τάχιστα Γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν, Καὶ νόον.
And he bade famed Hephaestus with all speed mix earth with water, and put therein a human voice and mind.
Πῦρ μὲν οὖν τεχνικὸν, ὁδῷ βαδίζον εἰς γένεσιν, τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ Θεὸς, ἢ ὁ Λόγος αὐτοῦ πρὸς τῆς Γραφῆς. Τί δέ; οὐχὶ καὶ Ὅμηρος, παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς, καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς, ἐπὶ τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει·
Now the Stoics define nature as an artistic fire proceeding methodically unto generation; and God, or His Word, is allegorized by Scripture as fire and light. What more? Does not Homer also, paraphrasing the separation of the water from the earth and the manifest uncovering of the dry land, say of Tethys and Oceanus:
Ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται Εὐνῆς καὶ φιλότητος;
For already for a long time they hold aloof from one another's bed and love?
Πάλιν, τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι τῷ Θεῷ· ὁ μὲν Ἐπίχαρμος, (Πυθαγόρειος δὲ ἦν), λέγων·
Again, the most learned among the Greeks also attribute power in all things to God — Epicharmus, for instance (and he was a Pythagorean), saying:
Οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν σε δεῖ· Αὐτός ἐστ' ἁμῶν ἐπόπτης· ἀδυνατεῖ δ' οὐδὲν Θεός.
Nothing escapes the divine; this you must know: He Himself is our overseer, and in nothing is God powerless.
Ὁ μελοποιὸς δέ·
And the lyric poet:
Θεῷ δυνατὸν ἐκ μελαίνας Νυκτὸς ἀμίαντον ὄρσαι φάος, Κελαινεφεῖ δὲ σκότει Καλύψαι καθαρὸν ἁμέρας σέλας.
For God it is possible out of black night to raise up unstained light, and with dark-clouded gloom to veil the pure brightness of day.
Ὁ μόνος, ἡμέρας ἐνεστώσης, νύκτα ποιῆσαι δυνάμενος, φησὶ, Θεὸς οὗτός ἐστιν. «Ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις ὁ Ἄρατος,
He alone Who, when day is present, is able to make night, he says, is God. "And in the work entitled Phaenomena Aratus,
Ἐκ Διὸς ἀρχώμεθα, εἰπὼν, τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν Ἄῤῥητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαὶ, Πᾶσαι δ' ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα, Καὶ λιμένες. Πάντη δὲ Διὸς κεχρήμεθα πάντες·
saying, From Zeus let us begin, whom we men never leave unspoken; full of Zeus are all the streets, and all the market-places of men, and full is the sea and the harbours; and in every way we all have need of Zeus —
ἐπιφέρει
adds
Τοῦ γὰρ καὶ γένος ἐσμὲν (οἷον δημιουργία)· ὁ δ' ἤπιος ἀνθοώποισι Δεξια σημαίνει· Αὐτὸς γὰρ τά γε σήματ' ἐν οὐρανῷ ἐστήριξεν, Ἄστρα διακρίνας· ἐσκέψατο δ' εἰς ἐνιαυτὸν Ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν Ἀνδράσιν ὡράων, ὄφρ' ἔμπεδα πάντα φύηται. Καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται·
For his offspring indeed we are (that is, handiwork); and he, gentle towards men, gives propitious signs; for he himself fixed those signs in heaven, distinguishing the constellations, and devised for the year stars that might best give men well-ordered signs of the seasons, so that all things may grow unfailingly. And him ever first and last do they propitiate;
Notes, col. 1113

On the reading

Printed ἀνθοώποισι, for ἀνθρώποισι.

Printed Δεξια, for Δεξιὰ.

PG 21:1116Read from the page
Χαῖρε, Πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ.
Hail, Father, great wonder, great benefit to mankind.
Καὶ πρὸ τούτου δὲ Ὅμηρος, ἐπὶ τῆς Ἡφαιστοτεύκτου ἀσπίδος, κοσμοποιῶν κατὰ Μωϋσέα·
And before him Homer too, upon the shield wrought by Hephaestus, depicting the making of the world in accordance with Moses:
Ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανὸν, ἐν δὲ θάλασσαν, φησὶν, Ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται.
Thereon he wrought the earth, thereon the heaven, and thereon the sea, he says, and thereon all the constellations wherewith heaven is crowned.
Ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς, τὴν ἔννοιαν ἐπὶ τὸν Θεὸν ἀναφέρει. Ἤδη δὲ, ὡς εἰπεῖν, ὑπ' αὐγὰς ὁ Δημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, «οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες. Πάντα Ζεὺς μυθεῖται, καὶ πάντα οὗτος οἶδε, καὶ διδοῖ, καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων.» Μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόριος ὢν,
For Zeus, celebrated throughout poems and prose writings, refers the conception up to God. And already, so to speak, openly into the light Democritus writes that there are some few among men, "who stretching forth their hands thither, to the place which we Greeks now call air: Zeus speaks of all things, and he knows all things, and gives, and takes away, and he is king of all." And more mystically the Boeotian Pindar, inasmuch as he was a Pythagorean,
Ἓν ἀνδρῶν, ἓν θεῶν γένος. Ἐκ μιᾶς δὲ μητρὸς πνέομεν ἄμφω.
One is the race of men, one that of gods. And from one mother we both draw breath.
Τῆς ὕλης, παραδίδωσι· καὶ ἕνα τὸν τούτων δημιουργὸν τὸν ἀριστοτέχναν πατέρα λέγει, τὸν καὶ τὰς προκοπὰς κατ' ἀξίαν εἰς θειότητα παρεσχημένον Σιωπῶ γὰρ Πλάτωνα, ἃ ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἐραστὸν καὶ Κορίσκον ἐπιστολῇ φαίνεται Πατέρα καὶ Υἱὸν οὐκ οἶδ' ὅπως ἐκ τῶν Ἑβραϊκῶν φωνῶν ἐκφαίνων· παρακελευόμενος κατὰ λέξιν· «Ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ, καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, τὸν πάντων Θεὸν αἴτιον, καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου Πατέρα Κύριον ἐπομνύντας, ὃν, ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε.» Ἥ τε ἐν Τιμαίῳ δημηγορία, Πατέρα λέγει τὸν δημιουργὸν, λέγουσα ὧδέ πως· «Θεοὶ θεῶν, ὧν ἐγὼ Πατὴρ δημιουργός τε ἔργων.» Ὥστε καὶ ἐπὰν εἴπῃ, περὶ τὸν πάντων Βασιλέα πάντα ἐστὶ, κἀκείνου ἕνεκα τὰ πάντα, κἀκεῖνο αἴτιον τῶν καλῶν· δεύτερον δὲ πέρι τὰ δεύτερα, καὶ τρίτον πέρι τὰ τρίτα· οὐκ ἄλλως ἔγωγε ἐξακούω ἢ τὴν ἁγίαν Τριάδα μηνύεσθαι. Τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον Πνεῦμα, τὸν δὲ Υἱὸν δεύτερον, δι' οὗ πάντα ἐγένετο κατὰ βούλησιν τοῦ Πατρός. Ὁ δὲ αὐτὸς ἐν τῷ δεκάτῳ τῆς Πολιτείας· Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου μέμνηται, ὅς ἐστι Ζωρόαστρις. Αὐτὸς γοῦν ὁ Ζωρόαστρις γράφει· «Τάδε συνέγραψε Ζωρόαστρις ὁ Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν ᾅδῃ γενόμενος ἐδάην παρὰ θεῶν.» Τὸν δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων, δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον, ἀναβιῶναι λέγει. Τάχα μὲν οὐ τὴν ἀνάστασιν, ἀλλ' ἐκεῖνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζωδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εἰς τὴν ἀνάληψιν. Αὐτὸς δὲ καὶ εἰς τὴν γένεσίν φησι τὴν αὐτὴν γίνεσθαι κάθοδον. Ταῦτα ὑποληπτέον καὶ τὰ τοῦ Ἡρακλέος ἄθλα λέγεσθαι ιβʹ, μεθ' ἃ τῆς ἀπαλλαγῆς παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή.
— namely from matter — hands this down; and he calls the one Fashioner of these things the best-skilled Father, Who has also furnished advancements into divinity according to merit. For I pass over Plato in silence, who plainly in his epistle to Erastus and Coriscus is seen somehow from the Hebrew Scriptures to manifest Father and Son, exhorting word for word: "Swearing both with an earnestness not uncultured and with the culture that is sister to earnestness, by the God Who is cause of all things, and swearing by the Lord, Father of the Sovereign and Cause, Whom, if you philosophize rightly, you shall know." And the address in the Timaeus calls the Fashioner Father, speaking somewhat thus: "Gods of gods, whereof I am Father and Fashioner of works." So that when he also says, around the King of all are all things, and for His sake are all things, and that is the cause of all things noble, and around the Second are the second things, and around the Third the third, I for my part understand nothing else than that the Holy Trinity is indicated: for the third is the Holy Spirit, and the Son is second, through Whom all things came to be according to the will of the Father. And the same writer in the tenth book of the Republic makes mention of Er the son of Armenius, a Pamphylian by race, who is Zoroaster. At any rate Zoroaster himself writes: "These things wrote Zoroaster the son of Armenius, a Pamphylian by race, having died in war, even all that I learned from the gods when I was in Hades." Now Plato says that this Zoroaster, lying on the pyre on the twelfth day, came back to life. Perhaps he hints not at the resurrection, but at these things, that through the twelve signs of the zodiac lies the way for souls unto their assumption; and he himself says that by the same way comes about their descent into generation as well. In this sense too one must suppose the 12 labours of Heracles to be spoken of, after which the soul obtains release from all this world.
Notes, col. 1116

On the reading

Printed ἃ, for ὃς.

PG 21:1117Read from the page
Οὐ παραπέμπομαι καὶ τὸν Ἐμπεδοκλέα. Ὁ φυσικὸς οὗτος τῆς τῶν πάντων ἀναλήψεως μέμνηται, ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς. Σαφέστατα δ' Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀΐδιον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν, εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος. Ἀλλ' ὅτι μὲν ἀΐδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἀϊδίως ποιὸν κόσμον, ἤδη φανερὸν ποιεῖ, λέγων οὕτω· «Κόσμον τὸν αὐτὸν πάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ' ἦν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, πῦρ ἀείζωον, ἁπτόμενον μέτρῳ, καὶ ἀποσβεννύμενον μέτρῳ.» Ὅτι δὲ καὶ γεννητὸν, καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζε, μηνύει τὰ ἐπιφερόμενα· «Πυρὸς τροπαὶ, πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ.» Δυνάμει γὰρ λέγει, ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος Λόγου καὶ Θεοῦ τὰ σύμπαντα δι' ἀέρος τρέπεται εἰς ὑγρὸν, τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται οὐρανὸς καὶ γῆ, καὶ τὰ ἐμπεριεχόμενα. Ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται, σαφῶς διὰ τούτων δηλοῖ· «Θάλασσα διαχέεται, καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι.» Ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά. Παραπλήσια τούτῳ καὶ οἱ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι, περί τε ἐκπυρώσεως διαλαμβάνοντες, καὶ κόσμου διοικήσεως, καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου, καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς. Πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας, τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν ἡμέραν κέκληκε, διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου· ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα ὁδὸν τῆς ψυχῆς, κατὰ ταὐτὰ τῷ Ἡρακλείτῳ. Καὶ μή τι τοῦτο ἐπὶ τοῦ Σωτῆρος προεθέσπιζε τὸ Πνεῦμα, διὰ τοῦ Δαβὶδ λέγον· «Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου·» οὐ γὰρ τὴν ἀνάστασιν μόνον τοῦ Σωτῆρος Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ Κυρίου, ὕπνον ἀλληγορεῖ. Αὐτίκα ὁ αὐτὸς Σωτὴρ παρεγγυᾷ, Γρηγορεῖτε· οἷον, Μελετᾶτε ζῇν, καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. Τήν τε Κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται· «Ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι, καὶ ἀφικνεῖσθαι τεταρταίους.» Λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον, καὶ προσηνὲς, καὶ τῶν ὁσίων χῶρον· ἑπτὰ δὲ ἡμέρας, ἑκάστην κίνησιν τῶν ἑπτὰ, καὶ πᾶσαν τὴν ἐργαστικὴν τέχνην, εἰς τέλος ἀναπαύσεως σπεύδουσαν. Ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν. Τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν. Ἀλλὰ καὶ τὴν ἑβδό-
Neither do I pass over Empedocles. This natural philosopher makes mention of the assumption of all things, as a change that will one day take place into the substance of fire. And most clearly Heraclitus the Ephesian is of this opinion, judging one world to be eternal, and another perishable — namely that according to its ordering — knowing it to be none other than the former disposed in a certain way. Now that he held eternal the world eternally qualified out of all substance, he makes plain forthwith, speaking thus: "This world, the same of all, neither any of gods nor of men made, but it ever was, and is, and shall be, an ever-living fire, kindled in measure, and quenched in measure." And that he also taught it to be both generated and perishable, what follows indicates: "Turnings of fire: first sea, and of sea the one half earth, the other half fiery waterspout." For in effect he says that fire, by the Word and God Who governs all things, is turned through air into moisture, which is as it were the seed of the ordering of the world, which he calls sea; and out of this again comes to be heaven and earth and the things contained therein. And how it is taken up again and consumed by fire, he clearly shows through these words: "Sea is poured abroad, and is measured unto the same proportion as existed before it came to be." And likewise the same holds concerning the other elements as well. Doctrines akin to his the most eminent of the Stoics also teach, treating both of conflagration, and of the governance of the world, and of the peculiarly qualified world and man, and of the survival of our souls. And once again Plato, in the seventh book of the Republic, has called the day here a nocturnal day, because of the world-rulers, I think, of this darkness; and the way of the soul into the body he has called sleep and death, in the same manner as Heraclitus. And was it not this that the Spirit foretold concerning the Saviour, saying through David: "I lay down and slept; I awoke, for the Lord will uphold me"? For He allegorizes not only the resurrection of the Saviour Christ as an awakening from sleep, but also the Lord's descent into flesh as sleep. Straightway the same Saviour charges us, Watch: that is, Practise living, and strive to separate the soul from the body. And the Lord's day Plato in the tenth book of the Republic divines through these words: "Now when seven days had elapsed for each group in the meadow, they were required to arise from thence on the eighth and journey on, and arrive on the fourth day." Now by the meadow one must understand the fixed sphere, as a gentle and kindly region and the abode of the devout; and by the seven days, each motion of the seven, and the whole operative art hastening towards the goal of rest. And the journey beyond the wanderers leads unto heaven, that is, the eighth motion and day. And when he says that the souls depart to arrive on the fourth day, he signifies the journey through the four elements. Moreover, the sev-