Migne Reading Room

PG 21 · cols. 1033–1044 · Read from the page

Preparation for the Gospel, Book XII

Preparation for the Gospel, Book XII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1033Read from the page
ἀλλ' ἀμφισβητοῦντας διατελεῖν ἀλλήλοις, καὶ μετατιθεμένους ἀεὶ ταῦτα· ἃ δ' ἂν μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκαστα εἶναι, γιγνόμενα τέχνῃ καὶ τοῖς νόμοις, ἀλλ' οὐ δή τινι φύσει. Ταῦτ' ἐστὶν, ὦ φίλοι, ἅπαντα ἀνδρῶν σοφῶν παρὰ νέοις ἀνθρώποις, ἰδιωτῶν δὲ καὶ ποιητῶν, φασκόντων εἶναι τὸ δικαιότατον, ὅ τί τις ἂν νικᾷ βιαζόμενος. Ὅθεν ἀσέβειαί τε ἐμπίπτουσιν ἀνθρώποις νέοις, ὡς οὐκ ὄντων θεῶν οἵους ὁ νόμος προστάττει διανοεῖσθαι δεῖν· στάσεις δὲ διὰ ταῦτα, ἑλκόντων πρὸς τὸν κατὰ φύσιν βίον ὀρθὸν, ὅς ἐστι τῇ ἀληθείᾳ κρατοῦντα ζῇν τῶν ἄλλων, καὶ μὴ δουλεύοντα ἑτέροισι κατὰ νόμον. — Οἷον διελήλυθας, ὦ ξένε, λόγον, καὶ ὅσην λώβην ἀνθρώπων νέων δημοσίᾳ πόλεσί τε καὶ ἰδίοις οἴκοις!» Καὶ μεθ' ἕτερά φησιν· «Ἀλλά γε δὴ πάλιν, λέγε μοι, Κλεινία, καὶ σύ· κοινωνὸν γὰρ δεῖ σε εἶναι τῶν λόγων· κινδυνεύει γὰρ ὁ λέγων ταῦτα πῦρ, καὶ ὕδωρ, καὶ γῆν, καὶ ἀέρα, πρῶτα τῶν πάντων ἡγεῖσθαι εἶναι, καὶ τὴν φύσιν ὀνομάζειν ταῦτα αὐτὰ, ψυχὴν δ' ἐκ τούτων ὕστερον. Ἔοικε δὲ οὐ κινδυνεύειν, ἀλλ' ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ. — Πάνυ μὲν οὖν. — Ἆρ' οὖν πρὸς Διὸς οἷον πηγήν τινα ἀνοήτου δόξης ἀνευρήκαμεν ἀνθρώπων, ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων; Σκόπει πάντα λόγον ἐξετάζων· οὐ γὰρ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἱ λόγων ἁπτόμενοι ἀσεβῶν ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις, ἀλλ' ἐξημαρτημένως χρώμενοι. — Δοκεῖ τοίνυν μοι ταῦτα οὕτως ἔχειν. Εὖ λέγεις, ἀλλ' ὅπη δὴ, πειρῶ φράζειν. — Ἔοικε τοίνυν ἀηθεστέρων ἁπτέον εἶναι λόγων.» Καὶ μετὰ βραχέα ἐπιλέγει· «Ψυχὴν, ὦ ἑταῖρε, ἠγνοηκέναι κινδυνεύουσι μὲν ὀλίγου ξύμπαντες, οἷόν τε ὂν τυγχάνει, καὶ δύναμιν ἣν ἔχει, τῶν τε ἄλλων αὐτῆς πέρι καὶ δὴ καὶ γενέσεως ὡς ἐν πρώτοις ἐστὶ, σωμάτων ἔμπροσθεν πάντων γενομένη, καὶ μεταβολῆς τε αὐτῶν καὶ μετακοσμήσεως ἁπάσης ἄρχει παντὸς μᾶλλον. Εἰ δ' ἔστι ταῦτα οὕτως, ἆρ' οὐκ ἐξ ἀνάγκης τὰ ψυχῆς συγγενῆ πρότερα ἂν εἴη γεγονότα τῶν σώματι προσηκόντων, οὔσης γε αὐτῆς πρεσβυτέρας ἢ σώματος; — Ἀνάγκη. — Δόξα δὴ καὶ ἐπιμέλεια, καὶ νοῦς, καὶ τέχνη, καὶ νόμος, σκληρῶν, καὶ μαλακῶν, καὶ βαρέων, καὶ κούφων πρότερα ἂν εἴη· καὶ δὴ καὶ τὰ μεγάλα καὶ πρῶτα ἔργα καὶ πράξεις τέχνης ἂν γίγνοιτο, ὄντα ἐν πρώτοις· τὰ δὲ φύσει καὶ φύσις, ἣν οὐκ ὀρθῶς αὐτοὶ ἐπονομάζουσι, τούτου ὕστερα, καὶ ἀρχόμενα ἂν ἐκ τέχνης εἴη καὶ νοῦ. — Πῶς; — Οὐκ ὀρθῶς φύσιν βούλονται λέγειν γένεσιν τὴν περὶ τὰ πρῶτα. Εἰ δὲ φανήσεται ψυχὴ πρῶτον, οὐ πῦρ, οὐδὲ ἀὴρ, ψυχὴ δ' ἐν πρώτοις γεγενημένη, σχεδὸν ὀρθότατα λέγοιτ' ἂν εἶναι διαφερόντως φύσει.
but they continue disputing with one another, and ever altering these things; and whatsoever alterations they make and whensoever, each of those is then authoritative, coming to be by art and by the laws, and certainly not by any nature. All these things, O friends, are from wise men before young men, both prose-writers and poets, asserting that what is most just is whatsoever one wins by force. Whence both impieties befall young men, as though gods did not exist such as the law enjoins that one must conceive them; and factions arise on account of these things, when men drag others towards the right life according to nature, which in truth is to live prevailing over the rest, and not serving others according to law. — What a discourse have you gone through, O stranger, and how great a ruin of young men both publicly for cities and for private households!" And after other things he says: "Yet come again, tell me, Cleinias, you too; for you must be a partner in the discussions: for he who says these things runs the risk of supposing fire, and water, and earth, and air to be first of all things, and calling these very things nature, and soul later out of these. Indeed he seems not merely to run the risk, but actually to signify these things to us by his account. — Quite so indeed. — Have we then, by Zeus, discovered as it were a certain fountainhead of foolish opinion in all the men whatsoever who ever touched upon inquiries concerning nature? Consider, examining every argument; for not small indeed is the difference, if those who touch upon impious arguments and lead others on should appear not even using their arguments well, but erroneously. — These things then seem to me to stand thus. You speak well, but how indeed, try to explain. — It seems then that we must lay hold of more unfamiliar arguments." And shortly after he adds: "Soul, O comrade, well-nigh all men seem to have been ignorant of, both what sort of being it happens to be, and what power it holds, concerning both the other points about it and especially its generation, how it is among the first things, having come into being before all bodies, and rules above all over every change and rearrangement of them. And if these things stand thus, would not of necessity the things akin to soul have come into being prior to those belonging to body, seeing that it is older than body? — Of necessity. — Opinion then and care, and mind, and art, and law, would be prior to hard things, and soft, and heavy, and light; and indeed the great and primary works and actions would be those of art, being among the first things; whereas the things by nature, and nature—which they themselves wrongly so name—would be posterior to this, and governed from art and mind. — How? — Wrongly do they wish to call nature the generation concerning the first things. Whereas if soul shall appear first, not fire, nor air, and soul as having come into being among the first things, it would almost most rightly be said to exist pre-eminently by nature.
PG 21:1036Read from the page
Ταῦτ' ἔσθ' οὕτως ἔχοντα, ἂν ψυχήν τις ἐπιδείξῃ πρεσβυτέραν οὖσαν σώματος, ἄλλως δὲ οὐδαμῶς. — Ἀληθέστατα λέγεις.
These things stand thus, if someone demonstrates soul to be older than body, and otherwise by no means. — You speak most truly.
ΚΕΦΑΛΑΙΟΝ ΝΑʹ.
Chapter LI.
Ὡς ὁ Πλάτων τὸν περὶ Θεοῦ κατασκευάζει λόγον.
How Plato constructs the account concerning God.
«Ἄγε δὴ Θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν ἔστω τοῦτο οὕτω γενόμενον· ἐπί γε ἀπόδειξιν τὴν αὐτῶν, ὡς εἰσὶ, σπουδῇ πάσῃ παρακεκλήσθω. Ἐχόμενοι δὲ ὥς τινος ἀσφαλοῦς πείσματος, ἐπιβαίνωμεν εἰς τὸν νῦν λόγον. Καί μοι ἐλεγχομένῳ περὶ τὰ τοιαῦτα, ἐρωτήσεσι τοιαῖσδε ἀσφαλέστατα ἀποκρίνεσθαι φαίνεται κατὰ τάδε· Ὦ ξένε, ὁπόταν φῇ τις, ἆρα ἕστηκε μὲν πάντα, κινεῖται δὲ οὐδὲν, ἢ τούτῳ πᾶν τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει; Τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει — Μῶν οὖν οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκε, καὶ τὰ κινούμενα κινεῖται; — Πῶς γὰρ οὔ; — Καὶ τὰ μέν γε ἐν μιᾷ ἕδρᾳ που τοῦτο ἂν δρῴη, τὰ δὲ ἐν πλείοσι. Τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν, λέγεις (φήσομεν) ἐν ἑνὶ κινεῖσθαι, καθάπερ ἡ τῶν ἑστάναι λεγομένων κύκλων στρέφεται περιφορά; — Ναί.» Καὶ ἑξῆς ἐπιλέγει· «Ἔτι καὶ τῇδε εἴπωμεν, καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν. Ει σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων; Τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν. Ὑπ' ἄλλου γὰρ οὐ μήποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γ' ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως. Ἀρχὴν ἄρα κινήσεων πασῶν, καὶ πρώτην, ἔν τε ἑστῶσι γενομένην, καὶ ἐν κινουμένοις οὖσαν, τὴν ἑαυτὴν κινοῦσαν, φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην, καὶ κρατίστην μεταβολῶν πασῶν· τὴν δὲ ἀλλοιουμένην ὑφ' ἑτέρου, κινοῦσαν δὲ ἕτερα, δευτέραν. — Ἀληθέστατα λέγεις. — Ὁπότε δὴ τοίνυν ἐνταῦθά ἐσμεν τοῦ λόγου, τόδε ἀποκρινώμεθα. — Τὸ ποῖον; — Ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηΐνῳ, ἢ ἐνύδρῳ, ἢ πυροειδεῖ,
"Come then, if ever God must be invoked by us, now let this be so done; for the demonstration at least of them, that they exist, with all zeal let Him be invoked. And holding fast as if to some sure cable, let us embark upon the present argument. And to me, when questioned concerning such matters with questions such as these, it seems safest to answer after this manner: O stranger, whenever someone says, do all things stand still and nothing move, or the whole opposite to this? Or do some of them move, and some remain at rest? Some move, I suppose, I shall say, and some remain at rest — Is it not then in some place that both the standing things stand, and the moving things move? — How could it be otherwise? — And some indeed would do this, I suppose, in one seat, and others in several. Those that receive the power of things standing still in the centre, do you mean (we shall say) move in one spot, just as the revolution of circles that are said to stand still turns round? — Yes." And next he adds: "Still further in this way also let us speak, and answer ourselves again. If somehow all things together having come to be should stand still, just as most of such men venture to say, which then among them of the motions mentioned must of necessity arise first? Surely the one moving its very self. For by another it could never previously be shifted, since no prior shifting exists in them. As the beginning, then, of all motions, and the first, both arising among things standing still and existing among things moving, the one moving itself we shall affirm of necessity to be the oldest and mightiest of all changes; and the one altered by another, and moving others, second. — You speak most truly. — Since then we are at this point of the argument, let us answer this. — What thing? — If anywhere we see this arising in the earthy, or watery, or fiery,
Notes, col. 1036

On the reading

Printed Ει, for Εἰ.

PG 21:1037Read from the page
κεχωρισμένῳ, ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος ἐνεῖναι; — Μῶν ἄρα με ἐρωτᾷς, εἰ ζῇν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὐτὸ κινῇ; — Ναί, ζῇν· πῶς γὰρ οὔ; — Τί δέ; ὅταν ψυχὴν ἔν τισιν ὁρῶμεν, μῶν ἄλλο ἢ ταὐτὸν τούτῳ ζῇν ὁμολογητέον; — Οὐκ ἄλλο. — Ἔχε δὴ, πρὸς Διός· ἆρ' οὐκ ἂν ἐθέλοις περὶ ἕκαστον τρία νοεῖν; — Πῶς λέγεις; — Ἓν μὲν τὴν οὐσίαν, ἓν δὲ τῆς οὐσίας τὸν λόγον, ἓν δὲ τὸ ὄνομα· καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν, δύο. — Πῶς δύο; — Τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾷν αὖ τοὔνομα. Ἆρά γε τὸ τοιόνδ' αὖ βουλόμεθα νῦν λέγειν; — Τὸ ποῖον; — Ἔστι που δίχα διαιρούμενον εἰς ἴσα μέρη, ἐν ἄλλοισί τε καὶ ἐν ἀριθμῷ. Τούτῳ δὴ τῷ κατ' ἀριθμὸν ὄνομα μὲν ἄρτιον· λόγος δὲ ἀριθμὸς διαιρούμενος εἰς ἴσα μέρη δύο. — Ναί. — Τὸ τοιοῦτον φράζω· μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἐάν τε, τὸν λόγον ἐρωτώμενοι, τοὔνομα ἀποδιδῶμεν, ἐάν τε τοὔνομα, τὸν λόγον, ἄρτιον ὀνόματι καὶ λόγῳ, δίχα διαιρούμενον ἀριθμὸν προσαγορεύοντες, ταὐτὸν ὄν; — Παντάπασι μὲν οὖν. — ᾯ δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; Ἔχομεν ἄλλον, πλὴν τὸν νῦν δὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν ἑαυτὴν κινεῖν κίνησιν; Τὸ ἑαυτὸ κινεῖν φῂς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν, ἣν πρὸς τοὔνομα, ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν; — Φημί γε. — Εἰ δ' ἐστὶ τοῦτο οὕτως ἔχον, ἆρ' ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν, καὶ τὴν πρώτην κίνησιν, καὶ γένεσιν τῶν τε ὄντων, καὶ γεγονότων, καὶ ἐσομένων, καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις; ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν. — Οὔκ. — Ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενομένη τε ἀρχὴ κινήσεως. Ἆρ' οὖν οὐχ ἡ δι' ἕτερον ἐν ἄλλῳ γινομένη κίνησις, αὐτὸ δὲ ἐν αὐτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδὲν, δευτέρα τε, καὶ ὁπόσων ἀριθμῶν βούλοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστὴν, τοσούτων, σώματος οὖσα ὄντως ἀψύχου μεταβολή; — Ὀρθῶς. — Ὀρθῶς ἄρα, καὶ κυρίως, ἀληθέστατά τε, καὶ τελεώτατα εἰρηκότες ἂν εἴημεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος, ἢ μή; σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης ἀρχόμενον κατὰ φύσιν; — Ἀληθέστατα μὲν οὖν. — Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν, ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα; — Πάνυ μὲν οὖν. — Τρόποι δὲ καὶ ἤθη, καὶ βουλήσεις, καὶ λογισμοὶ, καὶ δόξαι ἀληθεῖς, ἐπιμέλειαί τε καὶ μνῆμαι, πρότερα μήκους σωμάτων καὶ πλάτους, καὶ βάθους, καὶ ῥώμης εἴη γεγονότα ἂν, εἴπερ καὶ ψυχὴ σώματος. — Ἀνάγκη. — Ἆρ' οὖν τὸ μετὰ τοῦθ' ὁμολογεῖν ἀναγκαῖον, τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν, καὶ καλῶν καὶ αἰσχρῶν,
whether separated or even blended together, what affection ever shall we say is present in such a thing? — Are you then asking me whether we shall address it as living, whenever it moves itself? — Yes, living; for how could it be otherwise? — And what then? Whenever we see soul in certain things, must we admit that they live by anything else or by this same thing? — By nothing else. — Hold then, by Zeus: would you not be willing to conceive three points concerning each thing? — How do you mean? — One the essence, one the account of the essence, and one the name; and indeed that there are two questions concerning everything that is. — How two? — At one time each of us, putting forward the name itself, asks for the account, and at another time, putting forward the account itself, asks in turn for the name. Is it then some such thing again that we wish to state now? — What thing? — There is, I suppose, a dividing in two into equal parts, both in other things and in number. Now for this in the case of number, the name is even; and the account is number divided into two equal parts. — Yes. — Such a thing I mean: do we not then in either way address the same thing, whether, being asked the account, we render the name, or whether, being asked the name, we render the account, addressing the same being, even by name, and by account number divided in two? — Altogether so indeed. — That to which the name is soul, what is the account of this? Have we any other save the one spoken right now, the motion able to move its very self? Do you say that "moving itself" holds as its account the same essence which answers to the name that we all address as soul? — I do say so. — And if this stands thus, do we still lack anything as though it had not been sufficiently shown that soul is the same thing as the first motion, and generation, both of the things that are, and that have been, and that shall be, and again of all the opposites to these? since indeed it has appeared to all things the cause of all change and motion. — No. — Nay, most sufficiently has soul been shown oldest of all things, having become the beginning of motion. Is not then the motion arising in another thing through a different one, and never affording anything to move in itself by itself, both second, and of as many numbers removed as anyone might wish to reckon it, of so many, being truly the change of a soulless body? — Rightly. — Rightly then, and strictly, and most truly, and most completely should we have spoken in saying that soul has come into being prior to body, or not? and body second and posterior, governed according to nature by soul governing? — Most truly indeed. — Yet we remember, surely, having agreed in what went before that if soul should appear to be older than body, the things of soul too would be older than those of the body? — Quite so indeed. — Characters then and manners, and wishes, and reasonings, and true opinions, and cares and memories, would have come into being prior to length of bodies, and breadth, and depth, and strength, if indeed soul also is prior to body. — Of necessity. — Is it then necessary after this to agree that soul is the cause both of good things and of bad, and of noble and of shameful,
Notes, col. 1037

On the reading

Printed Οὔκ, for Οὔ.

PG 21:1040Read from the page
δικαίων τε καὶ ἀδίκων, καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν; — Πῶς γὰρ οὔ; — Ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασι τοῖς πάντη κινουμένοις, μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; — Τί μήν; — Μίαν ἢ πλείους; Πλείους· ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. Δυοῖν μέν γέ που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος, καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι. — Σφόδρα ὀρθῶς εἴρηκας. — Εἶεν. Ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ' οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, ταῖς αὑτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι, βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν, ὀρθῶς, ἐψευσμένως, χαίρουσαν, λυπουμένην, θαῤῥοῦσαν, φοβουμένην, μισοῦσαν, στέργουσαν, καὶ πάσαις ὅσαι τούτων ξυγγενεῖς ἢ πρωτουργοὶ κινήσεις τὰς δευτερουργοὺς αὖ παραλαμβάνουσαι κινήσεις σωμάτων, ἄγουσι πάντα εἰς αὔξησιν, καὶ φθίσιν, καὶ διάκρισιν, καὶ σύγκρισιν, καὶ τούτοις ἑπομένας θερμότητας, ψύξεις, βαρύτητας, κουφότητας, σκληρὸν καὶ μαλακὸν, λευκὸν καὶ μέλαν, αὐστηρὸν καὶ γλυκὺ, καὶ πικρὸν, καὶ πᾶσιν οἷς ψυχὴ χρωμένη, νοῦν μὲν προσλαμβάνουσα, αἰεὶ Θεὸν, Θεὸς οὖσα, ὀρθὰ καὶ εὐδαίμονα παιδαγωγεῖ πάντα· ἀνοίᾳ δὲ ξυγγενομένη, πάντα αὖ τἀναντία τούτοις ἀπεργάζεται. Τιθῶμεν ταῦτα οὕτως ἔχειν ἢ ἔτι διστάζομεν, εἰ ἑτέρως πως ἔχει; — Οὐδαμῶς. — Πότερον οὖν δὴ ψυχῆς τὸ γένος ἐγκρατὲς οὐρανοῦ, καὶ γῆς, καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν, τὸ φρόνιμον, καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα κεκτημένον; Βούλεσθε οὖν πρὸς ταῦτα ὧδε ἀποκρινώμεθα; — Πῶς; — Εἰ μὲν, ὦ θαυμάσιε, φῶμεν, ἡ ξύμπασα οὐρανοῦ ὁδὸς ἅμα καὶ φορὰ, καὶ τῶν ἐν αὐτῷ ὄντων ἁπάντων, νοῦ κινήσει καὶ περιφορᾷ, καὶ λογισμοῖς ὁμοίαν φύσιν ἔχει, καὶ ξυγγενῶς ἔρχεται, δῆλον ὡς τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου παντὸς, καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην. — Ὀρθῶς. — Εἰ δὲ μανικῶς τε καὶ ἀτάκτως ἔρχεται, τὴν κακήν. — Καὶ ταῦτ' ὀρθῶς. — Τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει, τοῦτ' ἤδη χαλεπὸν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως. Διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον τανῦν προλαμβάνειν. — Εὖ λέγεις. — Μὴ τοίνυν ἐξεναντίας, οἷον εἰς ἥλιον ἀποβλέποντες, νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡς νοῦν ποτε θνητοῖς ὄμμασιν ὀψόμενοί τε καὶ γνωσόμενοι ἱκανῶς. Πρὸς δὲ εἰκόνα τοῦ ἐρωτωμένου βλέποντας, ἀσφαλέστερον ὁρᾷν. — Πῶς λέγεις; — Ἧ προσέοικε κινήσει νοῦς τῶν δέκα ἐκείνων κινήσεων, τὴν εἰκόνα λάβωμεν· ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι. — Κάλλιστα ἂν λέγοις. — Μεμνήμεθα τοίνυν τό γε τοσοῦτον τῶν τότε ἔτι, ὅτι τῶν ἁπάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν. — Ναί. — Τῶν δ' αὖ κινουμένων, τὰ μὲν ἐν ἑνὶ τόπῳ κινεῖσθαι, τὰ δ' ἐν πλείοσι φερόμενα. — Ἔστι ταῦτα. — Ταύταιν δὴ ταῖν κινήσεοιν τὴν ἐν ἑνὶ φερομένην ἀει, περί γέ τι
both of just and of unjust things, and of all opposites, if indeed we shall posit her as the cause of all things? — How could it be otherwise? — Must we not then necessarily say that soul, administering and dwelling in all things that are moved in every way, administers heaven also? — Why, certainly. — One or more? More: I will answer on your behalf. Let us posit nothing less than two, I suppose: both the beneficent one, and the one able to work the opposite things. — You have spoken exceedingly rightly. — Very well. Soul, then, leads all things in heaven, and earth, and sea, by her own motions, whose names are: to wish, to consider, to care for, to deliberate, to opine, rightly, falsely, rejoicing, grieving, being confident, fearing, hating, loving, and by all such motions as are akin to these or primary, which, taking over in turn the secondary motions of bodies, lead all things to growth, and decay, and separation, and combination, and the heats following upon these, chillings, heavinesses, lightnesses, hard and soft, white and black, harsh and sweet, and bitter, and all things using which soul, when she takes intellect to herself, ever God, being God, guides all things aright and happily; whereas when she consorts with folly, she works in turn all things opposite to these. Shall we posit that these things are so, or do we still doubt whether it is somehow otherwise? — Not at all. — Which kind of soul, then, shall we say has come to have mastery over heaven, and earth, and the whole revolution: the prudent one and full of virtue, or that which possesses neither? Do you wish, then, that we answer towards these things thus? — How? — If indeed, O wondrous man, let us say, the entire path and at once motion of heaven, and of all the things that are in it, has a nature like to the motion and revolution and reasonings of intellect, and proceeds in a kindred manner, it is plain that we must say that the best soul cares for the whole cosmos, and leads it along that path of such a kind. — Rightly. — Whereas if it proceeds madly and disorderly, the bad one. — This too is right. — What nature, then, the motion of intellect has—this is now a difficult question, O friends, to state prudently in answering. Wherefore indeed it is just for me also now to take up the answer beforehand for you. — You speak well. — Let us not then from opposite, as though gazing away into the sun, bringing on night at midday, make our answer, as if we were ever going with mortal eyes both to behold intellect and to know it sufficiently; rather, looking towards an image of what is asked about, it is safer to see. — How do you mean? — Let us take as the image that motion, among those ten motions, which intellect resembles; recalling which together with you, I will make the answer in common. — You would speak most finely. — We remember, then, at least this much still of what was said then, that of all things we posited that some are moved, and others remain at rest. — Yes. — And again, of the things that are moved, some are moved in one place, and others borne in several. — That is so. — Of these two motions, then, that which is borne in one place always, around some
Notes, col. 1040

On the reading

Printed Ἧ, for ᾟ.

Printed κινήσεοιν, for κινήσεσιν.

Printed ἀει, for ἀεὶ.

PG 21:1041Read from the page
μεσον ἀνάγκη κινεῖσθαι, τῶν ἐντόρνων οὖσαν μίμημά τι κύκλων, εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως, ὡς δυνατὸν, οἰκειοτάτην τε καὶ ὁμοίαν. — Πῶς λέγεις; — Τὸ κατὰ ταὐτὰ δήπου, καὶ ὡσαύτως, καὶ ἐν τῷ αὐτῷ, καὶ περὶ τὰ αὐτὰ, καὶ πρὸς τὰ αὐτὰ, καὶ ἕνα λόγον, καὶ τάξιν μίαν, ἄμφω κινεῖσθαι λέγοντες, νοῦν, τήν τε ἐν ἑνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανεῖμεν φαῦλοι δημιουργοὶ λόγῳ καλῶν εἰκόνων. — Ὀρθότατα λέγεις. — Οὐκοῦν αὕτη γε, ἡ μηδέποτε ὡσαύτως, μηδὲ κατὰ τὰ αὐτὰ, μηδ' ἐν ταύτῷ, μηδὲ περὶ ταὐτὰ, μηδὲ πρὸς τὰ αὐτὰ, μηδ' ἐν ἑνὶ φερομένη, μηδ' ἐν κόσμῳ, μηδ' ἐν τάξει, μηδ' ἔν τινι λόγῳ κίνησις, ἀνοίας ἂν αὖ πάσης εἴη ξυγγενής. — Εἴη γὰρ ἂν ἀληθέστατα. — Τανῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαῤῥήδην εἰπεῖν, ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα, τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φατέον ἐπιμελουμένην καὶ κοσμοῦσαν, ἤτοι τὴν ἀρίστην ψυχὴν, ἢ τὴν ἐναντίαν. — Ὦ ξένε, ἀλλ' ἔκ γε τῶν νῦν εἰρημένων, οὐδ' ὅσιον ἄλλως ἔχειν, ἢ πᾶσαν ἀρετὴν ἔχουσαν ψυχὴν μίαν, ἢ πλείους περιάγειν αὐτά. — Κάλλιστα, ὦ Κλεινία, ὑπήκουσας τοῖς λόγοις. Τόδε δὲ προσεπάκουσον ἔτι. — Τὸ ποῖον; — Ἥλιον, καὶ σελήνην, καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρ' οὐ καὶ ἓν ἕκαστον; — Τί μήν; — Περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἳ καὶ ἐπὶ πάντα ἁρμόττοντες ἡμῖν τὰ ἄστρα φανοῦνται. — Τίνος; — Ἡλίου πᾶς ἄνθρωπος σῶμα μὲν ὁρᾷ, ψυχὴν δὲ οὐδείς· οὐδὲ γὰρ ἄλλου σώματος οὐδενὸς, οὔτε ζῶντος, οὔτε ἀποθανόντος, τῶν ζώων οὐδενός. Ἀλλὰ ἐλπὶς πολλὴ, τὸ παράπαν τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον πάσαις ταῖς τοῦ σώματος αἰσθήσεσι περιπεφυκέναι, νοητὸν δὲ μόνον. Νῷ δὴ καὶ νοήματι λάβωμεν αὐτοῦ περὶ τὸ τοιόνδε. — Ποῖον; — Ἥλιον εἰ περιάγει ψυχὴ, τριῶν αὐτὴν ἓν λέγοντες δρᾷν, σχεδὸν οὐκ ἀποτευξόμεθα. — Τίνων; — Ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι, πάντη διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμᾶς ἡ παρ' ἡμῖν ψυχὴ πάντη περιφέρει· ἤ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον, αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας, θαύματι ποδηγεῖ. — Ναί. — Τοῦτο μὲν ἀνάγκη, τούτων ἕν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν. » Ταῦτα μὲν οὖν ἐν τῷ δεκάτῳ τῶν Νόμων εἴρηται τῷ φιλοσόφῳ. Καὶ ἐν τῷ Φιλήβῳ δὲ ἐπάκουσον, ὅπως κατασκευάζει διάνοιαν. « Πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοὶ, ὄντως ἑαυτοὺς σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς· καὶ ἴσως εὖ λέγουσι. Διὰ μακροτέρων δ', εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα. — Λέγε ὅπως βούλει,
centre must of necessity be moved, being an imitation of circles turned on a lathe, and must in every way be, so far as possible, most akin and like to the revolution of intellect. — How do you mean? — Surely by saying that both—intellect, and the motion borne in one place—are moved in the same respects, and in like manner, and in the same, and around the same things, and towards the same things, and according to one proportion and one order, likened to the motions of a sphere turned on a lathe, we should never appear poor craftsmen in speech of fair images. — You speak most rightly. — Then this motion, on the other hand, which is never borne in like manner, nor in the same respects, nor in the same, nor around the same things, nor towards the same things, nor in one place, nor in order, nor in arrangement, nor in any proportion, would in turn be akin to all folly. — Indeed it would most truly be so. — Now then it is no longer hard at all to state expressly that, since soul is what leads all things round for us, we must of necessity say that either the best soul, or the opposite one, caring for and ordering it, leads round the revolution of heaven. — O stranger, why, from what has now been said, it is not even pious that it should be otherwise than that one soul having all virtue, or several, leads them round. — Most finely, O Clinias, have you hearkened to the arguments. Hearken further still to this also. — What is that? — If indeed soul leads round all things—sun, and moon, and the other stars—does she not also lead round each single one? — Why, certainly. — Concerning one, then, let us make arguments which will appear to us fitting for all the stars as well. — Which one? — Every man sees the body of the sun, whereas its soul no one sees; for neither does one see that of any other body at all, whether living or dead, of any of living creatures. Rather, there is strong expectation that for us this kind is altogether by nature imperceptible to all the senses of the body, and intelligible only. By intellect, then, and thought let us grasp concerning it the following point. — What point? — If soul leads round the sun, in saying that she does one of three things we shall scarcely miss the mark. — Which three? — That either residing within this spherical visible body, she conveys such a thing everywhere, just as the soul within us carries us about everywhere; or having procured for herself from somewhere outside a body of fire or of some air, as is the account of certain men, she pushes body with body by force; or thirdly, being herself bare of body, yet possessing certain other surpassing powers, she guides it by a marvel. — Yes. — This much is of necessity, that soul, doing some one of these things, conducts all things." These things, then, have been said by the philosopher in the tenth book of the Laws. And in the Philebus too listen to how he establishes the thought. "For all the wise agree, truly exalting themselves, that intellect is king for us of both heaven and earth; and perhaps they speak well. At greater length, however, if you wish, let us make our inquiry into the class itself. — Speak however you wish,
Notes, col. 1041

On the reading

Printed μεσον, for μέσον.

Printed ταύτῷ, for ταὐτῷ.

PG 21:1044Read from the page
μηδὲν μῆκος ὑπολογιζόμενος ἡμῖν, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος. — Καλῶς εἶπας. Ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες. — Πῶς; — Πότερον, ὦ Πρώταρχε, τὰ ξύμπαντα, καὶ τόδε τὸ καλούμενον ὅλον, ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῆ δύναμιν, καὶ τὰ ὅπη ἔτυχεν; ἢ τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾷν; — Οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες. Ὃ μὲν γὰρ δὴ σὺ λέγεις, νῦν οὐδ' ὅσιον εἶναί μοι φαίνεται· τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι, καὶ τῆς ὄψεως τοῦ κόσμου, καὶ ἡλίου, καὶ σελήνης, καὶ ἄστρων, καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγ' ἄν ποτε περὶ αὐτῶν εἴποιμι, οὐδ' ἂν δόξαιμι. — Βούλει δῆτα καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογουμένοις ξυμφήσωμεν, ὡς ταῦθ' οὕτως ἔχει; καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνων λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν, καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως, ἀλλ' ἀτάκτως ἔχειν; — Πῶς γὰρ οὐκ ἂν βουλοίμην; — Ἴθι δὴ, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει. — Λέγε μόνον. — Τὰ περὶ την τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζώων, πῦρ, καὶ ὕδωρ, καὶ πνεῦμα καθορῶμέν που, καὶ γῆν, καθάπερ οἱ χειμαζόμενοί φασιν, ἐνόντα ἐν τῇ συστάσει; — Καὶ μάλα. — Χειμαζόμεθα γὰρ ὄντως ὑπὸ ἀπορίας ἐν τοῖς νῦν λόγοις. Φέρε δὴ περὶ ἑκάστου τῶν παρ' ἡμῖν λάβε τὸ τοιόνδε. — Ποῖον; — Ὅτι σμικρόν τι τούτων ἕκαστον παρ' ἡμῖν ἔνεστι, καὶ φαῦλον, καὶ οὐδαμῆ οὐδαμῶς εἰλικρινὲς ὂν, καὶ τὴν δύναμιν οὐκ αξίαν τῆς φύσεως ἔχον. Ἐν ἑνὶ δὲ λαβὼν, περὶ πάντων νόει ταὐτόν· οἷον πῦρ ἐστι μέν που παρ' ἡμῖν, ἔστι δ' ἐν τῷ παντί. — Τί μήν; — Οὐκοῦν σμικρὸν μέν τι τὸ παρ' ἡμῖν, καὶ ἀσθενὲς, καὶ φαῦλον, τὸ δ' ἐν τῷ παντὶ, πλήθει τε θαυμαστὸν καὶ κάλλει, καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ; — Καὶ μάλα ἀληθὲς ὃ λέγεις. — Τί δέ; τρέφεται καὶ γίνεται ἐκ τούτου, καὶ ἄρχεται τὸ τοῦ παντὸς πῦρ, ὑπὸ τοῦ παρ' ἡμῖν πυρὸς, ἢ τοὐναντίον, ὑπ' ἐκείνου τό τε ἐμὸν, καὶ τὸ σὸν, καὶ τὸ τῶν ἄλλων ζωων, ἅπαντ' ἴσχει ταῦτα; — Τοῦτο μὲν οὐδὲ ἀποκρίσεως ἄξιον ἐρωτᾷς. — Ὀρθῶς. Ταυτὰ γὰρ ἐρεῖς, οἶμαι, περί τε τῆς ἐν τοῖς ζώοις γῆς τῆς ἐνθάδε, καὶ τῆς ἐν τῷ παντί· καὶ τῶν ἄλλων δὴ ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν, οὕτως ἀποκρινῇ. — Τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη; — Σχεδὸν οὐδ' ὁστισοῦν· ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. Πάντα γὰρ ταῦτα ἡμεῖς τανῦν δὴ λεχθέντα, ἆρ' οὐκ, εἰς ἓν συγκείμενα ἰδόντες, ἐπωνομάσαμεν σῶμα; — Τί μήν; — Ταὐτὸν δὴ λάβε καὶ περὶ τοῦδε, ὃν κόσμον λέγομεν· διὰ τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν. — Ὀρθότατα λέγεις. — Πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλου τὸ παρ' ἡμῖν σῶμα, ἢ ἐκ τοῦ παρ' ἡμῖν τοῦτο τρέφεταί τε, καὶ ὅσα νῦν δὴ περὶ αὐτῶν ἐπείπομεν, εἴληφέ τε καὶ ἔχει; — Καὶ τοῦθ' ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως. — Τί δέ; τόδε ἄρα ἄξιον ἐρωτήσεως; ἢ πῶς ἐρεῖς; — Λέγε τὸ
taking no account of length for us, O Socrates, knowing that you will not make yourself tiresome. — You have spoken finely. Let us begin somehow thus, questioning anew. — How? — Shall we say, O Protarchus, that the power of the irrational and random, and mere chance, governs all things together and this so-called whole; or on the contrary, just as those before us used to say, that intellect and a certain wondrous prudence ordering them steers them throughout? — Nothing of the same sort, O wondrous Socrates. For what you now mention seems to me not even pious; whereas to say that intellect orders all these things throughout is worthy of the aspect of the cosmos, and of sun, and of moon, and of stars, and of the whole revolution, and never could I for my part either speak or think otherwise concerning them. — Do you wish, then, that we too join in affirming what was agreed upon by those before, that these things are so; and not merely suppose that we ought to state the views of others without risk, but also share the risk and partake of the censure whenever a clever man says that these things are not thus, but disorderly? — How should I not wish it? — Come then, examine the argument now approaching us concerning these things. — Only speak. — With regard to the nature of the bodies of all living creatures, we perceive, I suppose, fire, and water, and breath, and earth—as the storm-tossed say—present in their composition? — Very much so. — For we are truly storm-tossed by perplexity in our present arguments. Come now, concerning each of these elements within us, grasp the following point. — What point? — That each of these within us is something small, and paltry, and in no way nor in any wise pure, and possessing a power unworthy of its nature. Taking it in one case, conceive the same concerning all: for instance, there is fire, I suppose, within us, and there is fire in the all. — Why, certainly. — Is not that within us something small, and weak, and paltry, whereas that in the all is wondrous both in multitude and in beauty, and in every power belonging to fire? — What you say is very true indeed. — What then? Is the fire of the all nourished and generated from this, and ruled by the fire within us, or on the contrary, from that fire do mine, and yours, and that of the other living creatures obtain all these things? — What you ask here does not even deserve an answer. — Rightly. For you will say the same things, I suppose, concerning both the earth here in living creatures and that in the all; and concerning all the other things of which I asked a little before, you will answer thus. — Why, who that answered otherwise could ever appear to be of sound mind? — Scarcely anyone at all; but follow next what comes after this. For all these things just now spoken of—did we not, seeing them compounded into one, name them body? — Why, certainly. — Grasp the same thing, then, concerning this too which we call cosmos; for in the same manner it too would, I suppose, be a body, being compounded out of the same things. — You speak most rightly. — Is then the body within us nourished from this body as a whole, or is this nourished from that within us, and has it received and does it hold all that we just now said further concerning them? — This too, O Socrates, is another thing not deserving of a question. — What then? Does this next point deserve a question, or how will you say? — Say what
Notes, col. 1044

On the reading

Printed την, for τὴν.

Printed αξίαν, for ἀξίαν.

Printed ζωων, for ζώων.

Printed Ταυτὰ, for Ταὐτὰ.