Migne Reading Room

PG 21 · cols. 1045–1056 · Read from the page

Preparation for the Gospel, Book XII

Preparation for the Gospel, Book XII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1045Read from the page
ποῖον. — Τὸ παρ' ἡμῖν σῶμα ἆρ' οὐ ψυχην φήσομεν ἔχειν; — Δῆλον, ὅτι φήσομεν. — Πόθεν, ὦ φίλε Πρώταρχε, λαβὸν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ, καὶ ἔτι πάντη καλλίονα; — Δῆλον, ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες. — Οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας, καὶ ἄπειρον, καὶ κοινὸν, καὶ τὸ τῆς αἰτίας γένος ἐν ἅπασι τέταρτον ἐνὸν, τοῦτ' ἐν μὲν τοῖς παρ' ἡμῖν ψυχήν τε παρέχον, καὶ σωμασκίαν ἐμποιοῦν, καὶ πταίσαντος σώματος ἰατρικὴν, καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀσκούμενον, πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι· τῶν δὲ αὐτῶν τούτων ἐν ὅλῳ τε οὐρανῷ, καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δὲ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν. — Ἀλλ' οὐδαμῶς τοῦτό γ' ἂν λόγον ἔχοι. — Οὐκοῦν εἰ μὴ τοῦτο, μετ' ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν, ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολὺ, καὶ πέρας ἱκανὸν, καί τις ἐπ' αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατα ἄν. — Δικαιότατα δῆτα. — Σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην. — Οὐγαροῦν. — Οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχὴν, βασιλικὸν δὲ νοῦν ἐγγίνεσθαι, διὰ τὴν τῆς αἰτίας δύναμιν· ἐν δὲ ἄλλοις ἄλλα καλὰ, καθότι φίλον ἑκάστοις, λέγεσθαι.
of what sort. — Shall we not say that the body with us has a soul? — Plainly we shall say so. — Whence, O dear Protarchus, having taken it, unless the body of the universe at least happened to be animate, having the same things as this, and yet in every way fairer? — Plainly from nowhere else, O Socrates. — For surely we do not think, O Protarchus, that those four things, limit, and the unlimited, and the common, and the kind of cause which is present in all things as a fourth, that this in the things with us both furnishing soul, and producing bodily exercise, and medicine when a body has stumbled, and in other things compounding and practising other things, is called all and every sort of wisdom; while when these same things are in both the whole heaven and according to great parts, and moreover fair and pure, in these it has not then contrived the nature of the fairest and most honourable things. — Why, in no way would this at least have reason. — Therefore if not this, following along with that account we would better say that there is, as we have often said, both much unlimited in the universe, and sufficient limit, and a certain no mean cause over them, ordering and arranging years and seasons and months, most justly called wisdom and mind. — Most justly indeed. — Yet wisdom and mind without soul could never come to be. — Certainly not. — Therefore you will say that in the nature of Zeus a kingly soul and a kingly mind come to be present through the power of the cause; and in others other fair things are said, according as is dear to each.
ΚΕΦΑΛΑΙΟΝ ΝΒʹ.
Chapter LII.
Ὅπως περὶ τοῦ προνοεῖν τοῦ παντὸς τὸν Θεὸν διέξεισιν ἐν τῷ δεκάτῳ τῶν Νόμων.
How he discourses concerning God's exercising providence over the universe in the tenth book of the Laws.
« Τὸν δ' ἡγούμενον μὲν θεοὺς εἶναι, μὴ φρον-
"And him who holds indeed that there are gods, but that they do not take thought
Notes, col. 1045

On the reading

Printed ψυχην, for ψυχὴν.

PG 21:1048Read from the page
τίζειν δὲ αὐτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, παραμυθητέον. Ὦ ἄριστε δὴ, φῶμεν, ὅτι μὲν ἡγῇ θεοὺς συγγένειά τις ἴσως σε θεία πρὸς τὸ ξύμφυτον ἄγει τιμᾷν καὶ νομίζειν εἶναι· κακῶν δὲ ἀνθρώπων καὶ ἀδίκων τύχαι ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξαις δὲ εὐδαιμονιζόμεναι σφόδρα, ἀλλ' οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέβειαν, ἔν τε μούσαις οὐκ ὀρθῶς ὑμνούμεναι ἅμα καὶ ἐν παντοίοις λόγοις. Ἢ καὶ πρὸς τέλος ἴσως ἀνοσίους ἀνθρώπους ὁρῶν ἐλθόντας γηραιοὺς, παῖδας παίδων καταλιπόντας ἐν τιμαῖς ταῖς μεγίσταις, ταράττῃ τανῦν, ὅταν ἐν ἅπασι τούτοις ἰδὼν, ἢ δι' ἀκοῆς αἰσθόμενος, ἢ καὶ παντάπασιν αὐτὸς αὐτῶν τινι αὐτόπτης προστυχὼν, πολλῶν ἀσεβημάτων καὶ δεινῶν γενομένων τισὶ, δι' αὐτὰ ταῦτα ὁρᾷς ἐκ σμικρῶν εἰς τυραννίδας τε καὶ τὰ μέγιστα ἀφικομένους, τότε διὰ πάντα τὰ τοιαῦτα δῆλος εἶ μέμφεσθαι μὲν θεοὺς ὡς αἰτίους ὄντας τῶν τοιούτων διὰ ξυγγένειαν οὐκ ἂν ἐθέλων, ἀγόμενος δὲ ὑπό τε ἀλογίας ἅμα καὶ οὐ δυνάμενος δυσχεραίνειν θεοὺς, εἰς τοῦτο νῦν τὸ πάθος ἐλήλυθας, ὥστ' εἶναι μὲν δοκεῖν αὐτοὺς, τῶν δ' ἀνθρωπίνων καταφρονεῖν καὶ ἀμελεῖν πραγμάτων. Ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλ' ἐάν πως οἷον ἀποδιοπομπήσασθαι λόγοις αὐτὸ προσιὸν γενώμεθα δυνατοὶ, πειρώμεθα, συνάψαντες τὸν ἑξῆς λόγον, ᾧ πρὸς τὸν παράπαν οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα, τούτῳ τανῦν προσχρήσασθαι. Σὺ δ', ὦ Κλεινία τε καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου, καθάπερ ἐν τοῖς ἔμπροσθεν, ἀποκρινόμενοι διαδέχεσθε. Ἐὰν δέ τι δύσκολον ἐγγίγνηται τοῖς λόγοις, ἐγὼ σφῶν, ὥσπερ νῦν δὴ, δεξάμενος, διαβιβῶ τὸν ποταμόν. — Ὀρθῶς λέγεις, καὶ σὺ οὕτω ταῦτα δρᾶ, ποιήσομέν τε ἡμεῖς εἰς τὸ δυνατὸν, ἃ λέγεις. — Ἀλλ' οὐδὲν τάχ' ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσι θεοὶ οὐχ ἧττον ἢ τῷ μεγέθει διαφερόντων. Ἤκουον γάρ που, καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις, ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν, τὴν τῶν πάντων ἐπιμέλειαν οἰκειοτάτην αὑτῶν οὖσαν κέκτηνται. — Καὶ σφόδρα γε ἐπήκουον. — Τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξετάζωμεν, τίνα λέγοντες ἀρετὴν αὐτῶν, ὁμολογοῦμεν αὐτοὺς ἀγαθοὺς εἶναι. Φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαι, φαμὲν ἀρετῆς· τὰ δὲ ἐναντία, κακίας; — Φαμέν. — Τί δαί; ἀρετῆς μὲν ἀνδρείαν εἶναι, δειλίαν δὲ κακίας; — Πάνυ μὲν οὖν. — Καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν; — Ἀνάγκη. — Καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν; — Καὶ ταῦθ' οὕτως ὁμολογοῖ πᾶς ἄν. — Τί δαί; ἀμέλειάν τε, καὶ ἀργίαν, καὶ τρυφὴν, εἰς ἀρετὴν ψυχῆς θήσομεν; ἢ πῶς λέγεις; — Καὶ πῶς; — Ἀλλ' εἰς τοὐναντίον; — Ναί. — Τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον; — Τοὐναντίον. — Τί οὖν; τρυφῶν, καὶ ἀμελὴς, ἀργός τε, ὃν ὁ
yet that they take thought for human affairs, must be admonished. O best of men, let us say, as for your believing in gods, some divine kinship perhaps leads you towards what is congenial, to honour them and hold that they exist; whereas the fortunes of bad and unjust men in private and in public, in truth not happy, yet accounted exceedingly, though not fittingly, happy in popular opinions, lead you towards impiety, being praised not rightly both in songs of the Muses and at once in discourses of every sort. Or perhaps too, seeing unholy men coming to the end in old age, leaving behind children's children in the greatest honours, you are troubled now, when in all these cases having seen, or having perceived by hearsay, or even having altogether yourself chanced as an eyewitness upon some one of them, when many impieties and dreadful deeds have been committed by certain men, because of these very things you see them having arrived from small beginnings at tyrannies and the highest stations—then because of all such things you are plainly unwilling indeed, on account of kinship, to blame the gods as being causes of such things, yet being led both by want of reason and at the same time being unable to be indignant with the gods, you have now come into this state of mind, so that they seem indeed to exist, yet to despise and neglect human affairs. In order, then, that your present opinion may not advance to a greater malady towards impiety, but if somehow we prove able, as it were, to avert it by arguments as it approaches, let us try, joining the next argument onto that by which from the outset we argued through to the end against him who altogether does not believe in gods, to make additional use of this now. And do you, O Clinias and Megillus, taking turns in answering on behalf of the young man, just as in what went before, carry on. And if anything difficult arises in the arguments, I, taking over from you, just as right now, will ferry you across the river. — You speak rightly; both do you act thus yourself, and we to the best of our power will do what you say. — Why, perhaps it would be not at all hard to demonstrate this at least, that the gods are careful of small things no less than of those that excel in magnitude. For he heard, I suppose, and was present at what was just now being said, that being good in all virtue, they possess the care of all things as most peculiarly their own. — Yes, he listened exceedingly well. — After this, then, let us examine together in common what virtue of theirs we mean when we agree that they are good. Come, do we say that to be temperate and to possess intellect belongs to virtue, and the opposites to vice? — We do say so. — What then? That courage belongs to virtue, and cowardice to vice? — Altogether so. — And shall we say that the one set of these is shameful, and the other noble? — Of necessity. — And shall we say that of these, whatever things are base pertain to us, if at all, whereas the gods have neither great nor small share in such things? — Everyone would agree to these things thus too. — What then? Shall we place neglect, and idleness, and luxury under virtue of soul? Or how do you say? — How could we? — Under the opposite, rather? — Yes. — Then the things opposite to these under the opposite? — The opposite. — What then? One who is luxurious, and neglectful, and idle, whom the
PG 21:1049Read from the page
ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτ' ἂν ὁ τοιοῦτος πᾶσιν ἡμῖν; — Ὀρθότατά γε εἰπών. — Οὐκοῦν τόν γε Θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον, ὅ γέ τοι αὐτὸς μισεῖ· τῷ δέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον. — Οὐ μὲν δή· πῶς γὰρ ἄν; — ᾯ δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινός· ὁ δὲ τούτου τοῦ γένους τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ, κατὰ τίνα οὖν ἐπαινοῦντες τὸν τοιοῦτον λόγον, οὐκ ἂν παντάπασι πλημμελοῖμεν; Σκοπῶμεν δὲ ὧδε. Ἆρ' οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε Θεὸς εἴτε ἄνθρωπος; — Ποίῳ δὴ λέγομεν; — Ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ, ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει ὁ δὲ ἀμελεῖ· ἢ ἔστιν ἄλλως πως γιγνομένη ἀμέλεια; Οὐ γάρ που, ὅταν γε ἀδύνατον ᾖ τῶν πάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων, μὴ ἐπιμελουμένω, ὧν ἂν δυνάμει Θεὸς, ἢ φαῦλός τις ὢν ἐλλιπὴς, καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται. — Πῶς γὰρ ἄν; — Νῦν δὴ δύο ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν, οἱ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἕτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν. Πρῶτον μὲν θεοὺς ἀμφότεροί φατε γινώσκειν, καὶ ὁρᾷν, καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺς οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἱ αἰσθήσεις τε καὶ ἐπιστῆμαι. Ταύτῃ δέ γε λέγετε ἔχειν ταῦτα, ἢ πῶς; — Οὕτως. — Τί δαί; δύνασθαι πάντα ὁπόσων αὖ δύναμίς ἐστι θνητοῖς τε καὶ ἀθανάτοις; — Πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν; — Καὶ μὴν ἀγαθούς τε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι πέντε ὄντες. — Σφόδρα γε. — Ἆρ' οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράττειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους λέγομεν; Δειλίας γὰρ ἔγγονος ἔν γε ἡμῖν ἀργία, ῥαθυμία δὲ ἀργίας καὶ τρυφῆς. — Ἀληθέστατα λέγεις. — Ἀργίᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν· οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας. — Ὀρθότατα λέγεις. — Οὐκοῦν τὸ λοιπὸν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γινώσκοντες, ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο, ἢ τί τὸ λοιπὸν πλὴν τοῦ γινώσκειν τοὐναντίον; — Οὐδέν. — Πότερον οὖν, ὦ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα, ὡς ἀγνοοῦντάς τε, καὶ, δέον ἐπιμελεῖσθαι, δι' ἄγνοιαν ἀμελοῦντας, ἢ γινώσκοντας ὅτι δεῖ (καθάπερ οἱ φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν, εἰδότες ἄλλα εἶναι βελτίω πράττειν, ὧν δὴ πράττουσι), διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν; — Πῶς γὰρ ἄν; — Οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως ἅμα, καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζώων ἄνθρωπος. — Ἔοικε γοῦν. — Θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα ὁπόσα θνητὰ ζῶα ἢ νοερὰ, ὥνπερ καὶ τὸν οὐρανὸν ὅλον. —
poet declared to be most like stingless drones—would such a one appear so to all of us? — Speaking most rightly indeed. — Then of God at least one must not say that He has such a character, which very thing He Himself hates; nor must one permit anyone who attempts to utter anything of the sort. — Certainly not; for how could one? — To whomsoever, then, it belongs to act and to care especially for something, while he takes care of the great things of this class, yet neglects the small—according to what principle, then, in praising such an account should we not err altogether? Let us consider thus. Does not he who does such a thing, whether God or man, do it in two ways? — Which two do we mean? — Either supposing that it makes no difference to the whole if the small things are neglected, or through remissness and luxury, if it does make a difference yet he neglects them; or is there neglect arising in some other way? For surely, whenever it is impossible to care for all things, there will not then be neglect of small or great things on the part of one who fails to care for those things which either God or some paltry person, being deficient in power, becomes unable to care for. — For how could there be? — Now then let the two of them answer the three of us—both of them agreeing that gods exist, while the one claims that they are appeasable, and the other that they are neglectful of small things. First, both of you say that the gods know, and see, and hear all things, and that nothing can escape their notice of all the things whereof there are perceptions and sciences. Do you say that these things are this way, or how? — Thus. — What then? That they have power to do all things whereof again mortals and immortals have power? — How indeed will they not grant that these things too are thus? — And further, we five have agreed that they are both good and best. — Exceedingly so. — Is it not impossible, then, to agree that they do anything whatsoever at all through remissness and luxury, being at least such as we say? For in us at least idleness is the offspring of cowardice, and remissness of idleness and luxury. — You speak most truly. — Through idleness, then, and remissness none of the gods neglects; for cowardice has no share in him, I suppose. — You speak most rightly. — Then as for the rest, if indeed they neglect the small and few things pertaining to the all, either they would do this knowing that one ought not to care for any such things at all, or what remains save knowing the opposite? — Nothing. — Shall we posit you as saying, then, O best and most excellent man, that they are ignorant and, though they ought to take care, neglect through ignorance, or that knowing that they ought (just as the basest of men are said to do, knowing that other things are better to do than what they actually do), through certain defeats by pleasures or pains they fail to do so? — How could that be? — Now surely human affairs partake at once of animate nature, and man himself is the most god-fearing of all living creatures. — So it seems, at least. — Yet we say that all mortal or rational living creatures are possessions of the gods, whose possession the whole heaven also is. —
Notes, col. 1049

On the reading

Printed ἐπιμελουμένω, for ἐπιμελουμένῳ.

Printed ῥαθυμία, for ῥᾳθυμία.

Printed ὥνπερ, for ὧνπερ.

PG 21:1052Read from the page
Πῶς γὰρ οὔ; — Ἤδη τοίνυν ἢ σμικρὰ ἢ μεγάλα τις φάτω ταῦτα εἶναι τοῖς θεοῖς· οὐδ' ἑτέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις γε οὖσι καὶ ἀρίστοις. Σκοπῶμεν δὲ δὴ καὶ τόδε ἔτι πρὸς τούτοις. — Τὸ ποῖον; — Περί τε αἰσθήσεως καὶ δυνάμεως· ἆρ' οὐκ ἐναντίως ἀλλήλοιν πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότε; — Πῶς λέγεις; — Ὁρᾷν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον ἢ τὰ μεγάλα· φέρειν δὲ αὖ, καὶ κρατεῖν, καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων, παντὶ ῥᾷον ἢ τῶν ἐναντίων. — Καὶ πολύ γε. — Ἰατρῷ δὴ προστεταγμένον ὅλον τι θεραπεύειν βουλομένῳ καὶ δυναμένῳ, τῶν μὲν μεγάλων ἐπιμελὲς ἔσται, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελές· εἶθ' ἕξει ποτὲ καλῶς αὐτὸ τὸ πᾶν; — Οὐδαμῶς. — Οὐ μὴν οὐδέ γε κυβερνήταις, οὐδὲ στρατηγοῖς, οὐδ' οἰκονόμοις, οὐδ' αὖ τισι πολιτικοῖς, οὐδ' ἄλλῳ τῶν τοιούτων οὐδενὶ χωρὶς τῶν ὀλίγων ἢ σμικρῶν, πολλὰ ἢ μεγάλα· οὐδὲ γὰρ ἄνευ τῶν σμικρῶν τοὺς μεγάλους φασὶν οἱ λιθολόγοι λίθους εὖ κεῖσθαι. — Πῶς γὰρ ἄν; — Μὴ τοίνυν τὸν Θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὐτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσι, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ Θεὸν ὄντα τε σοφώτατον, βουλόμενόν τε ἐπιμελεῖσθαι καὶ δυνάμενον, ὧν μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν ὄντων, μηδαμῆ ἐπιμελεῖσθαι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων. — Μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῆ γὰρ οὔτε ὅσιον, οὔτ' ἀληθὲς τὸ διανόημα διανοοίμεθ' ἄν. — Δοκοῦμεν δέ μοι νῦν ἤδη καὶ μεγάλα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν; — Ναί. — Τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς. Ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ μύθων ἔτι τινῶν. — Ποίων, ὦ ἀγαθέ; — Πείσωμεν τὸν νεανίαν τοῖς λόγοις, ὡς τῷ τοῦ παντὸς ἐπιμελουμένῳ πρὸς τὴν σωτηρίαν καὶ ἀρετὴν τοῦ ὅλου πάντ' ἐστὶ συντεταγμένα, ὧν καὶ τὸ μέρος εἰς δύναμιν ἕκαστον τὸ προσῆκον πάσχει καὶ ποιεῖ. Τούτοις δέ εἰσιν ἄρχοντες προστεταγμένοι ἑκάστοις ἐπὶ τὸ σμικρότατον ἀεὶ πάθης καὶ πράξεως, εἰς μερισμὸν τὸν ἔσχατον τέλος ἀπειργασμένοι· ὧν ἓν καὶ τὸ σὸν, ὦ σχέτλιε, μόριον, εἰς τὸ πᾶν ξυντείνει βλέπον ἀεὶ, καίπερ πάνσμικρον ὄν. Σὲ δὲ λέληθε περὶ τοῦτο αὐτὸ, ὡς γένεσις ἕνεκα ἐκείνου γίνεται πᾶσα, ὅπως ᾖ τῷ τοῦ παντὸς βίῳ ὑπάρχουσα εὐδαίμων οὐσία, οὐχ ἕνεκα σοῦ γινομένη, σὺ δ' ἕνεκα ἐκείνου. Πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται, πρὸς τὸ κοινῇ ξυντείνων βέλτιστον, μέρο, μὴν ἕνεκα ὅλου, καὶ οὐχὶ ὅλον μέρους ἕνεκα ἀπεργάζεται.
How could it be otherwise? — Now then let anyone declare these things to be either small or great to the gods; for in neither case would it be fitting for those who own us to neglect us, being as they are most careful and best. Let us consider this further point also in addition to these. — What point? — Concerning both perception and power: are not the two by nature opposite to each other with respect to ease and difficulty? — How do you mean? — To see and to hear small things is harder, I suppose, than great ones; whereas on the other hand to carry, and to control, and to care for small and few things is in every way easier than their opposites. — By far indeed. — Suppose a physician, then, appointed to heal some whole and willing and able to do so, takes care of the great parts, yet neglects the portions and small things: will the whole itself ever fare well thereafter? — Not at all. — Nor indeed for steersmen either, nor generals, nor household managers, nor again for certain statesmen, nor for any other such person do many or great things turn out well apart from the few or small; for not even without the small stones, say the stonemasons, do the large stones lie well. — For how could they? — Let us never deem God, then, inferior to mortal craftsmen, who, the better they are, the more accurately and more completely do they work out with one art the works belonging to them, small and great; nor suppose that God, being most wise, and both willing and able to take care, in no wise cares for those things which it is easier to care for, since they are small—like some idle or cowardly person growing remiss because of labours—while caring for the great. — Let us by no means accept such an opinion about the gods, O stranger; for in no wise would we be thinking a thought either pious or true. — Do we now seem to me already to have conversed even on great matters sufficiently with the fault-finder concerning the neglect of the gods? — Yes. — At least by compelling him through our arguments to admit that he does not speak rightly. Yet he seems to me to stand in need still of certain enchanting myths as well. — Of what sort, O good man? — Let us persuade the young man by our arguments that by Him Who cares for the all everything has been ordered together towards the preservation and virtue of the whole, whereof each part also according to its power suffers and does what befits it. Over each of these have been appointed rulers down to the smallest detail ever of suffering and action, having wrought completeness unto the uttermost division; one of which, O wretched man, is your own portion too, ever straining and looking towards the all, tiny though it is. Yet about this very matter it has escaped your notice that all generation comes to be for the sake of that, in order that blissful being may belong to the life of the all, not coming to be for your sake, whereas you come to be for the sake of that. For every physician and every skilful craftsman works all things for the sake of the whole, straining towards what is best in common; he fashions part for the sake of whole, and not whole for the sake of part.
Notes, col. 1052

On the reading

Printed μέρο,, for μέρος.

PG 21:1053Read from the page
Σὺ δὲ ἀγανακτεῖς, ἀγνοῶν ὅπη τὸ περὶ σὲ ἄριστον, τῷ παντὶ ξυμβαίνει καὶ σοὶ κατὰ δύναμιν τὴν τῆς κοινῆς γενέσεως. Ἐπεὶ δὲ ἀεὶ ψυχὴ συντεταγμένη σώματι τοτὲ μὲν ἄλλῳ, τοτὲ δ' ἄλλῳ, μεταβάλλει παντοίας μεταβολὰς δι' ἑαυτὴν ἢ δι' ἑτέραν ψυχὴν, οὐδὲν ἄλλο ἔργον τῷ πεττευτῇ λείπεται πλὴν μετατιθέναι, τὸ μὲν ἄμεινον γινόμενον ἦθος εἰς βελτίω τόπον, χεῖρον δὲ εἰς τὸν χείρονα, κατὰ τὸ πρέπον αὐτῶν ἕκαστον, ἵνα τῆς προσηκούσης μοίρας λαγχάνῃ. — Πῆ λέγεις; — ᾟπερ ἂν ἔχοι λόγον ῥᾳστώνη ἐπιμελείας θεοῦ τῶν πάντων, ταύτῃ μοι δοκῶ φράζειν. Εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις, μετασχηματίζων τὰ πάντα (οἷον ἐκ πυρὸς ὕδωρ ἐμψύχων), καὶ μὴ ξύμπολλα ἐξ ἑνὸς ἢ ἐκ πολλῶν ἓν, πρώτης ἢ δευτέρας, ἢ καὶ τρίτης γενέσεως μετειληφότα, πλήθεσιν ἄπειρ' ἂν εἴη, τῆς μετατιθεμένης κοσμήσεως· νῦν δ' ἔστι θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ. — Πῶς αὖ λέγεις; — Ὧδε. Ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας, καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν· ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλ' οὐκ αἰώνιον, ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί· (γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζώων, ἀπολομένου τούτοιν θατέρου·) καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκὸς ὂν, ἀγαθὸν ψυχῆς, διενοήθη, τὸ δὲ κακὸν βλάπτειν· ταῦτα πάντα ξυνιδὼν, ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετὴν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι μάλιστ' ἂν καὶ ῥᾷστα καὶ ἄριστα. Μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο, τὸ ποῖόν τι γιγνόμενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους· τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. Ὅπη γὰρ ἂν ἐπιθυμῇ, καὶ ὁποῖός τις ὢν τὴν ψυχὴν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν, ὡς τοπολύ. — Τὸ γοῦν εἰκός. — Μεταβάλλει μὲν τοίνυν πάνθ' ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν αὑτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβάλλοντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον· σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα, ἐλάττω, κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται· πλείω δὲ καὶ ἀδικώτερα, μεταπεσόντα εἰς βάθος, τά τε κάτω λεγόμενα τῶν τόπων, ὅσα ᾅδην τε, καὶ τὰ τούτων ἐχόμενα τῶν ὀνομάτων ἐπονομάζοντες, σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσι ζῶντες, διαλυθέντες τε τῶν σωμάτων. Μείζω δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταβάλλῃ, διὰ τὴν αὐτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυρὰν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τοιαῦτα διαφέροντα, καὶ μετέβαλε
Yet you are indignant, not knowing how what is best concerning you comes to pass both for the all and for you, according to the power of the common generation. And since soul, ever ordered together with a body, now one, now another, undergoes all manner of changes through herself or through another soul, no other task is left to the draughts-player save to shift the character that is becoming better to a better place, and the worse to the worse, each of them according to what is fitting, so that it may obtain its due portion. — How do you mean? — In the way in which ease of God's care for all things would make sense, in that way I think I am speaking. For if one were to fashion things while ever looking towards the whole, transforming all things (as for instance animating water from fire), rather than many things together from one or one from many, having partaken of a first or second or even third generation, they would be infinite in multitudes in the shifting ordering; whereas as it is, there is a wondrous ease for Him Who cares for the all. — How again do you mean? — Thus. Since our King perceived that all actions are animate, and that there is much virtue in them, and much vice; and that soul and body, having come into being, are indestructible, yet not eternal, just like the gods that exist according to law (for there would never be generation of living creatures if either of these two perished); and He considered that what is ever by nature fitted to benefit is a good of soul, and that the bad harms: viewing all these things together, He contrived where each of the parts, being placed, would most of all and most easily and best furnish virtue victorious and vice defeated in the all. He has contrived, then, with a view to all this, what sort of seat and what regions that which ever becomes of such and such a sort must take in exchange and inhabit; whereas the causes of the generation of such and such a quality He left to the wills of each of us. For whichever way one desires, and of whatever sort one is in soul, roughly that way each time and of such a sort does every one of us become, for the most part. — That at least is likely. — All things, then, that partake of soul change, possessing within themselves the cause of change; and as they change they are borne according to the order and law of destiny: changing in smaller matters of character, to a lesser degree, they move across the level surface of the region; whereas changing in more and more unjust matters, falling away into the depth and the so-called lower regions, which men, naming Hades and the names bordering on these, exceedingly fear and dream of both while living and when sundered from their bodies. Whenever, then, a soul changes in greater degrees of vice or of virtue, through her own will and intercourse having grown strong, when on the one hand having mingled with divine virtue she becomes eminently such in eminent things, she also changes
PG 21:1056Read from the page
τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία ἐπὶ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον. Αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, ὦ παῖ, καὶ νεανίσκε, ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν· κακίω μὲν γινόμενον, πρὸς τὰς κακίους ψυχὰς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον, ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις, πάσχειν τε ἃ προσῆκον δρᾷν ἐστι τοῖς προσφυέσι τοὺς προσφερεῖς, καὶ ποιεῖν. Ταύτης τῆς δίκης οὔτε σὺ μήποτε, οὔτ' ἄλλος ἀτυχής γενόμενος ἐπεύξεται περιγενέσθαι θεῶν· ἣν πασῶν δίκην δικῶν διαφερόντως ἔταξάν τε οἱ τάξαντες, χρεών τε ἐξευλαβεῖσθαι τὸ παράπαν. Οὐ γὰρ ἀμεληθήσῃ ποτὲ ὑπ' αὐτῆς· οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδ' ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ· τίσεις δὲ σαυτῷ τὴν προσήκουσαν τιμωρίαν εἴτ' ἐνθάδε μένων, εἴτε καὶ ἐν ᾅδου διαπορευθεὶς, εἴτε καὶ τούτων εἰς ἁγιώτερον ἔτι διακομισθεὶς τόπον. Ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη, τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας, ἀνοσιουργήσαντας, ἤ τι τοιοῦτον πράξαντας, ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, καὶ ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν, ὅπη ποτὲ τῷ παντὶ ξυμβάλλεται Γινώσκειν δὲ αὐτὴν, ὦ πάντων ἀνδρειότατε, πρὸς οὐδὲν δοκεῖς, ἥν τις μὴ γινώσκων, οὐδ' ἂν τύπον ἴδοι ποτὲ, οὐδὲ λόγον ξυμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο, εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην. Ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε, καὶ ξύμπασα ἡμῶν ἥδε ἡ γερουσία, περὶ θεῶν ὡς οὐκ οἶσθα ὅ τι λέγεις, καλῶς ἄν σοι Θεὸς αὐτός ξυλλαμβάνοι· εἰ δ' ἐπιδεὴς ἔτι λέγου ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπάκουε, εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις. » Τούτων ὁ νοῦς, εἰ καὶ μὴ τὰ ῥήματα, ἐν τοῖς Ἑβραίων λογίοις προκαταβέβληται, συντομώτατα, καὶ δι' ὀλίγων τῆς διανοίας περιεχομένης. Τό τε γὰρ, « Οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδ' ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ, » ὅμοιον ἂν εἴη τῷ παρὰ τῷ Δαυῖδ, τοῦτον ἔχοντι τὸν τρόπον· « Ποῦ πορευθῶ ἀπὸ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκει εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Εἰ ἀναλάβοιμι πτέρυγας, καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με· » ἀλλὰ καὶ τό· « Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. » Καὶ πάλιν ἐν τῷ Ἠσαῖᾳ τό· « Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε, τίς κατέδειξε ταῦτα πάντα· » καὶ τό· « Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ Γενεσιουργὸς θεωρεῖται· » καὶ τό· « Τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης· » ἀλλὰ καὶ τὸ, « Ἐζήλωσα
a place wholly holy, having been transported into some other better place; and when in the opposite way, onto the opposite things it resettled its own life. This indeed is the justice of the gods who hold Olympus, O boy and young man, who think that you are neglected by the gods: that one who becomes worse journeys towards the worse souls, and one who becomes better towards the better, both in life and in all deaths, both to suffer the things that it is fitting for those who are akin to do to their like, and to do them. Over this justice of the gods neither you nor anyone else who has proved unfortunate will ever boast that he has prevailed; a justice which above all judgements those who ordained it ordained, and which one ought utterly to stand in awe of. For you will never be neglected by it: neither will you be so small as to sink down into the depth of the earth, nor become so lofty as to fly up into heaven; you will pay to yourself the fitting punishment, whether abiding here, or having passed right through into Hades, or having been conveyed right across to a place still holier than these. And the same account would hold for you concerning those men also, whom, when you beheld them having become great from small, after committing impious deeds or doing some such thing, you supposed to have become happy out of wretchedness, and, as in mirrors, in their deeds you thought that you had beheld the neglect of all things by the gods, not knowing their consummation, how at last it contributes to the whole. Yet to know it, O bravest of all men, you seem to reckon as good for nothing; though if someone does not know it, he could never see even an outline, nor would he become able to contribute a word of reckoning concerning life, with regard both to happiness and to unhappy fortune. If Cleinias here and this whole council of elders of ours persuade you of these things, that concerning the gods you do not know what you are saying, God Himself would nobly aid you; but if you should still stand in need of an argument, listen closely to us as we speak to the third point, if you have sense in any way whatsoever. » The sense of these things, even if not the words, has been laid down beforehand in the oracles of the Hebrews, most concisely, the thought being comprised in few words. For both that saying, « Neither will you be so small as to sink down into the depth of the earth, nor become so lofty as to fly up into heaven, » would be like the one in David, which runs in this manner: « Whither shall I go from Thy Spirit, and from Thy face whither shall I flee? If I ascend into heaven, Thou art there; if I descend into Hades, Thou art present. If I should take up wings, and pitch my tent at the uttermost parts of the sea: even there indeed shall Thy hand guide me; » and also the saying: « The heavens declare the glory of God, and the firmament proclaims the making of His hands. » And again in Isaiah the saying: « Lift up your eyes on high, and see Who displayed all these things; » and the saying: « From the greatness and beauty of created things, by analogy their Author is contemplated; » and the saying: « For the invisible things of Him from the creation of the world are clearly seen, being understood by the things that are made, both His everlasting power and divinity; » and also the saying, « I was jealous
Notes, col. 1056

On the reading

Printed ἀτυχής, for ἀτυχὴς.

Printed ξυμβάλλεται Γινώσκειν, for ξυμβάλλεται. Γινώσκειν.

Printed αὐτός, for αὐτὸς.

Printed λέγου, for λόγου.

Printed ἐκει, for ἐκεῖ.

Printed Ἠσαῖᾳ, for Ἠσαΐᾳ.