Migne Reading Room

PG 21 · cols. 944–948 · Read from the page

Preparation for the Gospel, Book XI

Preparation for the Gospel, Book XI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:944Read from the page
ξυνεχὲς, καὶ ποικίλον φαντάζεσθαι. Ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνάλογον τὰ τοιαῦτα φύεσθαι δένδρα τε καὶ ἄνθη, ἔχοντα τοὺς καρπούς· καὶ αὖ τὰ ὄρη ὡσαύτως, καὶ τοὺς βουνοὺς ἔχειν κατὰ τὸν αὐτὸν λόγον τὴν τελειότητα καὶ τὴν διαφάνειαν, καὶ τὰ χρώματα καλλίω. Ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας, καὶ σμαράγδους, καὶ πάντα τὰ τοιαῦτα. Ἐκεῖ δὲ οὐδὲν ὁτιοῦν τοιοῦτον οὐκ εἶναι, καὶ ἔτι τούτων καλλίω. Τὸ δ' αἴτιον τούτου εἶναι, ὅτι ἐκεῖνοι οἱ λίθοι καθαροί εἰσι, καὶ οὐ κατεδηδεσμένοι, οὐδὲ διεφθαρμένοι, ὥσπερ οἱ ἐνθάδε ὑπὸ σηπεδόνος καὶ ἅλμης, καὶ τῶν δεῦρο ξυνεῤῥυηκότων, ἃ καὶ λίθοις, καὶ γῇ, καὶ τοῖς ἄλλοις ζώοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει. Τὴν δὲ γῆν αὐτὴν κεκοσμῆσθαι τούτοις ἅπασι, καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. Ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὧν τὰ πολλὰ πλήθη καὶ μεγάλα, καὶ πολλαχοῦ τῆς γῆς ὥστε αὐτὴν δεῖν εἶναι θέαμα εὐδαιμόνων θεατῶν. »
appears continuous and variegated. And in this [earth], being such, there grow trees and flowers proportionate to it, bearing their fruits; and again the mountains likewise, and the hills, possess in the same proportion perfection and translucency, and fairer colours. Of which even the little stones here are portions—these much-prized ones, carnelians and jaspers, and emeralds, and all such things. Whereas there, there is nothing whatever that is not such, and even fairer than these. And the cause of this is that those stones are pure, and not eaten away, nor corrupted, like those here by rot and brine, and by the things that have flowed together hither, which cause deformities and diseases to stones, and earth, and the other living creatures and plants. And the earth itself is adorned with all these, and moreover with gold and silver and the other things again of that sort. For they grow openly to view, of which the multitudes are many and great, and in many places of the earth, so that to behold it is a sight for blessed spectators."
ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ.
Chapter XXXVIII.
Ὡς καὶ τὰ περὶ τῆς μετὰ τὸν θάνατον κρίσεως ὁμοίως Ἑβραίοις καὶ ὁ Πλάτων ἔσεσθαι πιστεύει.
How Plato also, similarly to the Hebrews, believes that the matters concerning the judgement after death will take place.
Τῆς παρ' Ἑβραίοις γραφῆς Θεοῦ δικαιωτήριον καὶ κρίσιν ψυχῶν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ἔσεσθαι προαγορευούσης, διά τε μυρίων ἄλλων, καὶ δι' ὧν φησι· « Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν, καὶ ὁ Παλαιὸς ἡμερῶν ἐκάθητο. Ποταμὼς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ· » ἐπάκουσον τοῦ Πλάτωνος τῆς θείας κρίσεως καὶ δὴ καὶ τοῦ ποταμοῦ ὀνομαστὶ μεμνημένου, πολλάς τε μονὰς τῶν εὐσεβῶν, διαφόρους τε τῶν δυσσεβῶν τιμωρίας, συμφώνως ταῖς Ἑβραίων ὑπογράφοντος λόγοις. Φησὶ δ' οὖν ἐν τῷ Περὶ ψυχῆς τάδε· « Τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν, πυρὶ πολλῷ καιόμενον, καὶ λίμνην ποιεῖ μείζω τῆς παρ' ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ. Ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δέ γε τῇ γῇ, ἄλλοσέ τε ἀφικνεῖται, καὶ παρ' ἔσχατα τῆς Ἀχερουσιάδος λίμνης, οὐ συμμιγνύμενος τῷ ὕδατι, περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς, ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου. Οὗτος δ' ἐστὶν, ὃν ἔτι ἐπονομάζουσι Πυριφλεγέθοντα, οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀνα-
Since the Scripture among the Hebrews foretells that there will be a tribunal of God and a judgement of souls after the departure from here, both through countless other passages and through those in which it says: "A court sat, and books were opened, and the Ancient of Days was seated. A river of fire drew on before Him; ten thousand myriads ministered to Him, and a thousand thousands stood beside before Him;" listen to Plato making mention of the divine judgement and indeed of the river by name, and sketching out both many abodes of the pious and diverse punishments of the impious, in harmony with the oracles of the Hebrews. He says accordingly in the On the Soul the following: "And a third river issues out midway between these, and near its outlet falls out into a great region burning with much fire, and makes a lake larger than the sea among us, boiling with water and mud. And from there it proceeds in a circle, turbid and muddy, and coiling round the earth it comes both elsewhere and alongside the borders of the Acherusian lake, without mingling with its water; and after coiling many times beneath the earth, it empties lower down into Tartarus. And this is the one which they still surname Pyriphlegethon, of which also the streams detached fragments up-
Notes, col. 944

On the reading

Printed Ποταμὼς, for Ποταμὸς.

Printed ταῖς, for τοῖς.

PG 21:945Read from the page
φυσῶσιν, ὅπῃ ἂν τύχωσι τῆς γῆς. Τούτου δὲ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα δὲ ἔχοντα ὅλον οἷον ὁ κυανὸς, ὃν δὴ ἐπονομάζουσι Στύγιον. Καὶ τὴν λίμνην ποιεῖ ὁ ποταμὸς ἐμβάλλων Στύγα· ὁ δ' ἐμπεσὼν ἐνταῦθα, καὶ δεινὰς δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς, καὶ περιελιττόμενος χωρεῖ ἐναντίος τῷ Πυριφλεγέθοντι, καὶ ἀπαντᾷ ἐν ⟨…⟩ῇ Ἀχερουσίᾳ λίμνῃ ἐξεναντίας. Καὶ οὐδὲ τὸ τούτου ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν, ἐκβάλλει εἰς τὸν Τάρταρον ἐναντίος τῷ Πυριφλεγέθοντι. Ὄνομα δὲ τούτῳ ἐστὶν, ὡς οἱ ποιηταὶ λέγουσι, Κωκυτός. Τούτων δὲ οὕτω πεφυκότων, ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον, οἷ ὁ Δαίμων ἕκαστον κομίζει, πρῶτον μὲν διεδικάσαντο οἵ τε καλῶς καὶ ὁσίως καὶ δικαίως βιώσαντες, καὶ οἱ μή Καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ καὶ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τοῦτον ἀφικνοῦνται εἰς τὴν λίμνην. Καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι, τῶν τε ἀδικημάτων διδόντες δίκας, ἀπολύονται, εἴ τίς τι ἠδίκηκε· τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται, κατὰ τὴν ἀξίαν ἕκαστος· οἳ δ' ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας, ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι, ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα· τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτε ἐκβαίνουσιν· οἳ δ' ἂν ἰάσιμα μὲν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ μητέρα ὑπ' ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι, ἢ τοιούτῳ τρόπῳ ἄλλῳ γένωνται· τούτους δ' ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς, καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους, κατὰ τὸν Κωκυτὸν, τοὺς δὲ πατραλῴας καὶ μητραλῴας κατὰ τὸν Πυριφλεγέθοντα· ἐπειδὰν δὲ φλεγόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓς ἀπέκτειναν, οἱ δὲ οὓς ὕβρισαν· καλέσαντες δὲ ἱκετεύουσι, καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην, καὶ δέξασθαι. Καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν· εἰ δὲ μὴ, φέρονται αὖθις εἰς τὸν Τάρταρον, κακεῖθεν πάλιν εἰς τοὺς ποταμούς· καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται, πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν· αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη. Οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι, ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι, καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τοπαράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι, οὔτε ὁ χρόνος
blow, wherever on the earth they may happen to be. And opposite this in turn the fourth falls out first into a dreadful and wild region, as is said, having its whole colour like lapis lazuli, which indeed they surname Stygian. And the river, emptying in, makes the lake Styx; and having fallen in there, and taken on fearful powers in its water, plunging beneath the earth and coiling round, it proceeds opposite to Pyriphlegethon, and meets it at the Acherusian lake from the opposite side. And neither does the water of this one mingle with anything, but this one too, going round in a circle, issues into Tartarus opposite to Pyriphlegethon. And the name of this one is, as the poets say, Cocytus. Such being the nature of these things, whenever the dead arrive at the place whither the Spirit conveys each one, first those who have lived nobly and piously and justly, and those who have not, submit to judgement. And those who are judged to have lived moderately, proceeding to Acheron and embarking upon such vehicles as they have, arrive upon it at the lake. And there they dwell, and being purified and paying penalties for their wrongdoings, they are absolved, if anyone has committed any wrong; and for their good deeds they win honours, each according to his desert; but those who are judged to be incurable on account of the magnitudes of their offences, having wrought either many great temple-robberies, or many unjust and lawless murders, or all other such things as happen to exist—these the fitting destiny hurls into Tartarus, whence they never come out; whereas those who are judged to have committed curable yet great offences, such as having done something violent in anger towards father or mother, and live the rest of their life repenting of it, or who have become manslayers, or in some other such way—these of necessity fall into Tartarus, yet after they have fallen in and been there a year, the wave casts them out, the manslayers down Cocytus, and the father-smiters and mother-smiters down Pyriphlegethon; and whenever, burning, they come abreast of the Acherusian lake, there they cry aloud and call upon, some those whom they slew, others those whom they outraged; and calling upon them they supplicate and beg them to suffer them to step out into the lake, and to receive them. And if they prevail upon them, they come out and cease from their ills; if not, they are borne back again into Tartarus, and from there again into the rivers; and suffering these things they do not cease before they prevail upon those whom they wronged; for this penalty was appointed for them by the judges. But those indeed who are judged to have excelled in living piously, these are they who are freed and delivered from these regions here within the earth as from prisons, and arrive up above at the pure dwelling, and are settled upon the earth. And of these very ones, those sufficiently purified by philosophy live altogether without toils for the time hereafter, and arrive at dwellings still fairer than these, which it is neither easy to set forth, nor is the time
Notes, col. 945

On the reading

Printed μή Καὶ, for μή. Καὶ.

Printed κακεῖθεν, for κἀκεῖθεν.

PG 21:948Read from the page
ἱκανὸς ἐν τῷ παρόντι. Ἀλλὰ τουτων δὴ ἕνεκα χρὴ, ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν, ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίω μετασχεῖν. Καλὸν γὰρ τὸ ἆθλον, καὶ ἡ ἐλπὶς μεγάλη. » Ταῦτα ὁ Πλάτων. Σὺ δέ γε παραθήσεις τῷ· « Καὶ εἰς οἰκήσεις καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι, οὔτε χρόνος ἱκανὸς ἐν τῷ παρόντι, » τὸ παρ' ἡμῖν οὕτως ἔχον· « Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· » ταῖς δὲ εἰρημέναις οἰκήσεσι τὸ, « Πολλὰς εἶναι παρὰ τῷ Πατρὶ τοῖς θεοφιλέσιν ἐπηγγελμένας· » καὶ τοῖς περὶ τοῦ Πυριφλεγέθοντος λεχθεῖσι τὸ τοῖς ἀσεβέσιν ἠπειλημένον πῦρ αἰώνιον, κατὰ τὸν πρὸς αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην· « Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; » καὶ πάλιν· « Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. » Τήρει δὲ, ὡς καὶ ὁ Πλάτων συνᾴδων τούτοις, τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν εἰς Τάρταρον, ἐπιλέγει, « Ὅθεν οὔποτε ἐκβαίνουσι. » Καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζήσεσθαι εἰπὼν ἐν μακαρίοις, προστίθησι λέγων, « Τοπαράπαν, καὶ εἰς τὸν ἔπειτα χρόνον » Ἀλλὰ καὶ τὸ, « Ἄνευ καμάτων » εἰρημένον ὑπ' αὐτοῦ, ὅμοιον ἂν εἴη τῷ, « Ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός. » Φάσκων δὲ τοὺς ἐπὶ τὸν Ἀχέροντα πορευομένους μὴ ἁπλῶς ἐπὶ τοῦτον ἀφικνεῖσθαι, ἀλλὰ ἀναβαίνοντας πρότερον ἃ δὴ αὐτοῖς ὀχήματά ἐστι, τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται σημαίνειν, ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἱ τῶν τετελευτηκότων ψυχαὶ, σὺν αὐτοῖς τιμωροῦνται, κατὰ τὰ παρ' Ἑβραίοις νενομισμένα;
sufficient at present. Yet for the sake of these things which we have gone through, O Simmias, one must do everything so as to partake of virtue and prudence in life. For noble is the prize, and the hope great." Thus Plato. And you for your part will set beside the saying: "And they arrive at fairer dwellings, which it is neither easy to set forth, nor is time sufficient at present," the passage among us which runs thus: "For eye did not see, and ear did not hear, and upon the heart of man there did not ascend, the things which God prepared for those who love Him;" and beside the aforesaid dwellings, that "Many have been promised with the Father to those dear to God;" and beside what was said concerning Pyriphlegethon, the eternal fire threatened against the ungodly, according to the prophet of the Hebrews who says to them: "Who will declare to you that a fire burns? Who will declare to you the eternal place?" and again: "Their worm shall not die, and the fire shall not be quenched, and they shall be for a spectacle to all flesh." And observe how Plato also, singing in accord with these, after saying that the ungodly will go to Tartarus, adds, "Whence they never come out." And once again, after saying that the pious will live among the blessed, he adds saying, "Altogether, and for the time hereafter." Moreover, the phrase "Without toils" spoken by him would also be like "Pain, and sorrow, and groaning fled away." And when he says that those proceeding to Acheron do not arrive at it simply, but after first mounting such vehicles as they have, what ever then does he mean the vehicles to signify, other than the bodies, having mounted into which the souls of the dead are punished together with them, according to the doctrines held among the Hebrews?
Ἀλλὰ γὰρ ἱκανὴν καὶ τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος, ἐπὶ τὸ δωδέκατον τῆς Εὐαγγελικῆς προπαρασκευῆς μεταβήσομαι σύγγραμμα.
However, since this book also has received a sufficient compass, I shall pass on to the twelfth treatise of the Preparation for the Gospel.
ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΔΩΔΕΚΑΤΟΝ ΒΙΒΛΙΟΝ.
The twelfth book contains the following.
αʹ. Ὅτι καὶ κατὰ Πλάτωνα τοῖς εἰσαγομένοις ὀρθῶς Ἑβραίων παῖδες ἀπερίεργον τὴν τῶν μαθημάτων πίστιν διὰ τὸ ἀτελὲς αὐτῶν παρεδίδοσαν.
1. That according to Plato also, the children of the Hebrews rightly handed down to beginners an uninquisitive faith in their teachings on account of their imperfection.
βʹ. Ὅτι μεγίστη τῶν ἀρετῶν καὶ κατὰ Πλάτωνα ἡ πίστις τυγχάνει.
2. That according to Plato also, faith happens to be the greatest of the virtues.
γʹ. Ὅτι πιστεύειν δεῖ τοῖς περὶ ψυχῆς λεγομένοις, καὶ τοῖς ἄλλοις τοῖς περὶ τῶν τοιούτων λόγοις, ἀπὸ τοῦ ἑνδεκάτου τῶν Νόμων.
3. That one must believe the things said concerning the soul, and the other discourses concerning such matters, from the eleventh [book] of the Laws.
Notes, col. 948

On the reading

Printed τουτων, for τούτων.

Printed βίω, for βίῳ.

Printed χρόνον », for χρόνον. ».