Εἶναι γὰρ πανταχοῦ περὶ τὴν γῆν πολλὰ κοῖλα, καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ ξυνερῥυηκέναι τό τε ὕδωρ, καὶ τὴν ὁμίχλην, καὶ τὸν ἀέρα. Αὐτὴν δὲ τὴν γῆν καθαράν τε ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ, ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα εἰωθότων λέγειν· οὗ δὴ ὑποστάθμην εἶναι ταῦτα, καὶ ξυῤῥεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς. Ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι, καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν· ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν, οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν, καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα, τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι· διὰ δὲ βραδυτῆτά τε καὶ ἀσθένειαν μηδὲ πώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης εἴη ἀφιγμένος, μηδὲ ἑωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τυγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦτο ἑωρακότος. Ταυτὸ δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι. Οἰκοῦντας γὰρ ἐν τινι κοίλῳ τῆς γῆς, οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν, καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα. Τὸ δὲ εἶναι τοῦτον ὑπ' ἀσθενείας καὶ βραδυτῆτος, οὐχ οἵους εἶναι ἡμᾶς διεξελθεῖν ἐπ' ἔσχατον ἀέρα· ἐπεὶ εἴ τις αὐτοῦ ἐπ' ἄκρα ἔλθοι, ἢ πτηνὸς γενόμενος ἀνάπτοιτο, κατιδεῖν δὴ ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν. Καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνέχεσθαι θεωροῦσα, γνῶναι ἂν, ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθὴς οὐρανὸς, καὶ τὸ ἀληθινὸν φῶς, καὶ ἡ ὡς ἀληθῶς γῆ. Ἥδε μὲν γὰρ ἡ γῆ, καὶ οἱ λίθοι, καὶ πᾶς ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶ καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆς ἅλμης· καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ, οὔτε τέλειον, ὡς ἔπος εἰπεῖν, οὐδέν ἐστι σήραγγες δὲ καὶ ἄμμος, καὶ πηλὸς ἀμήχανος, καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ ἡ γῆ ᾖ, καὶ πρὸς τὰ παρ' ἡμῖν καλὰ κρίνεσθαι οὐδ' ὁπωστιοῦν ἄξια· ἐκεῖνα δὲ αὖ τῶν παρ' ἡμῖν πολὺ ἂν ἔτι πλεῖον φανείη διαφέρειν. Εἰ γὰρ δὴ καὶ μυθολογεῖν καλὸν, ἄξιον ἀκοῦσαι, ὦ Σιμμία, οἷα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. Ἀλλὰ μὴν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν. Λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν αὐτὴν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασι διειλημμένη· ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφεῖς καταχρῶνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι, καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθαρωτέρων ἢ τούτων. Τὴν μὲν γὰρ ἁλουργῆ εἶναι, καὶ θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ, γύψου καὶ χιόνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἔτι πλειόνων καὶ καλλιόνων, ἢ ὅσα ἡμεῖς ἑωράκαμεν. Καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔμπλεα ὄντα, χρώματός τι εἶδος παρέχεσθαι, στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ· ὥστε ἕν τι αὐτῆς εἶδος
For everywhere around the earth there are many hollows, of all sorts both in their forms and in their sizes, into which have flowed together the water, and the mist, and the air. But the earth itself lies pure in the pure heaven, wherein are the stars, which most of those accustomed to speak of such things name aether; of which indeed these things are the sediment, and flow together continually into the hollows of the earth. We therefore, dwelling in its hollows, are unaware of it, and suppose that we dwell up above on the surface of the earth; just as if someone dwelling in the midst of the bottom of the deep should both suppose that he dwelt on the surface of the sea, and, seeing the sun and the other stars through the water, should deem the sea to be heaven; yet through slowness and weakness had never yet reached the surface of the sea, nor had seen, by emerging and lifting his head up out of the sea into the place here, how much purer and fairer it happens to be than the one among his own kind, nor had heard it from another who had seen this. This very same thing, indeed, we also have experienced. For dwelling in a certain hollow of the earth, we suppose that we dwell upon its surface, and call the air heaven, as though through this, it being heaven, the stars move. Whereas the fact is this, through weakness and slowness we are not able to pass right through to the outermost air; since if someone were to come to its summit, or becoming winged were to fly up, on lifting his head above he would look down and see—just as here the fishes lifting their heads out of the sea see the things here, so too would someone look down upon and see the things there. And if his nature were sufficient to endure gazing, he would know that yonder is the true heaven, and the genuine light, and the earth that truly is. For this earth here, and the stones, and the whole region here are corrupted and eaten away, just like the things in the sea by the brine; and neither does anything worth mention grow in the sea, nor is there anything perfect, so to speak; but there are caverns and sand, and inconceivable mud and mire, wherever earth also may be, and in no way whatever worthy to be judged beside the beauties among us; whereas those things yonder, in turn, would appear to surpass the things among us still much more. For if indeed it is noble also to tell a tale, it is worth hearing, O Simmias, what the things upon the earth beneath the heaven happen to be like. Assuredly, said Simmias, O Socrates, we for our part would gladly listen to this tale. It is said then, said he, O comrade, first that the earth itself is such to look upon, if one were to view it from above, as the balls of twelve leather patches, variegated, marked out with colours; of which even the colours here are as it were samples, which painters employ; whereas there the whole earth consists of such, and of ones still much brighter and purer than these. For one part is purple, and marvellous in beauty, another golden in appearance, and another, all of it that is white, whiter than chalk and snow, and composed likewise of the other colours, and of still more and fairer ones than all that we have seen. For even these very hollows of hers, being full of water and air, present a certain kind of colour, gleaming amid the variety of the other colours; so that one single aspect of hers