Migne Reading Room

PG 21 · cols. 908–917 · Read from the page

Preparation for the Gospel, Book XI

Preparation for the Gospel, Book XI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:908Read from the page
μιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπών· « Ἀγαθὸς ἦν· » ἐν δὲ τῇ Πολιτείᾳ τὸ Ἀγαθὸν εἶπεν « Ἀγαθοῦ ἰδέαν· » ὡς δὴ τοῦ Δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθὸν, ὅστις πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ πρώτου τε καὶ μόνου. Ὅπως γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέντες ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δ' ὑπὸ τῆς [βοὸς, καὶ ἵπποι ὑπὸ τῆς] ἵππου ἰδέας· οὕτω καὶ εἰκότως, ὁ Δημιουργὸς εἴπερ ἐστὶ μετουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθὸς, ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοαγαθόν. »
Demiurge he wrote in the Timaeus, saying: "He was good;" while in the Republic he called the Good "the idea of the Good;" inasmuch as the good is indeed the idea of the Demiurge, who has appeared good to us by participation in the First and Only. For just as men are said to have been moulded by the idea of man, and oxen by that [of ox, and horses by that] of the idea of horse; so also reasonably, if indeed the Demiurge is good by participation in the First Good, the First Mind would be an idea, being Essential Good."
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Περὶ τῶν παρὰ Πλάτωνι ἰδεῶν.
On the ideas in Plato.
« Οὕτω δὲ γεγενημένος (δηλονότι ὁ κόσμος,) πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν, καὶ κατὰ τὰ αὐτὰ ἔχον δεδημιούργηται. Τούτων δὲ ὑπαρχόντων, αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι. Τὰ γὰρ δὴ νοητὰ ζῶα πάντα ἐκεῖνο περιλαβὸν ἔχει ἐν ἑαυτῷ, καθάπερ ὅδ' ὁ κόσμος ἡμᾶς. » Ταῦτα μὲν ὁ Πλάτων ἐν Τιμαίῳ. Τὴν δὲ τῶν εἰρημένων διάνοιαν ἐκ τῶν Διδύμῳ περὶ τῶν ἀρεσκόντων Πλάτωνι συντεταγμένων ἐκθήσομαι. Γράφει δὲ οὕτως· « Τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ὧν τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους. Παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι· καὶ παρὰ πάντας ἵππους ἵππον· καὶ κοινῶς παρὰ τὰ ζῶα ζῶον ἀγένητον καὶ ἄφθαρτον. Ὃν τρόπον δὲ σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ, καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρός· οὕτως ἐκ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν. Εἶναι δὲ τὴν ἰδέαν, ἀΐδιον οὐσίαν αἰτίαν καὶ ἀρχὴν τοῦ ἕκαστον εἶναι τοιοῦτον, οἵα ἐστὶν αὕτη. Καθάπερ οὖν τὰς κατὰ μέρος ὥσπερ ἀρχέτυπον τῶν αἰσθητῶν προηγεῖσθαι σωμάτων, οὕτως τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν, καλλίστην καὶ τελειοτάτην οὖσαν, ὑπάρχειν τοῦδε παράδειγμα τοῦ κόσμου. Πρὸς γὰρ ταύτην ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργήσαντος αὐτὸν ἀπειργάσθαι Θεοῦ, κατὰ πρόνοιαν, ἐκ τῆς πάσης οὐσίας. » Ταῦτα καὶ ἀπὸ τοῦ δεδηλωμένου ἀνδρός. Φθάνει γε μὴν καὶ ταῦτα Μωϋσῆς ὁ πάνσοφος, πρὸ τοῦ φαινομένου ἡλίου καὶ ἄστρων, καὶ πρὸ τοῦ ὁρωμένου οὐρανοῦ, ὃ δὴ
"And having thus come into being (namely, the world), it has been fashioned towards that which is comprehensible by reason and intelligence and remains in the same state. And since these things are so, again there is every necessity that this world be an image of something. For that indeed embraces and holds within itself all the intelligible living beings, just as this world holds us." Thus far Plato in the Timaeus. And I shall set forth the meaning of what has been said from the writings compiled by Didymus concerning the doctrines of Plato. He writes thus: "Saying that the ideas are certain determinate patterns, genus by genus, of the things perceptible by nature, of which sciences and definitions come to be. For beside all men a certain man is conceived; and beside all horses, a horse; and in common beside the living beings, a living being unbegotten and imperishable. And in the manner in which many impressions come to be of a single seal, and numerous images of one man; so out of each single idea come multitudinous natures of perceptible bodies—out of that of men, all men, and by the same principle in the case of the rest of the things according to nature. And that the idea is an eternal essence, cause and principle of each thing's being such as it itself is. Just as, therefore, the particular ideas go before perceptible bodies as an archetype, so that which encompasses them all within itself, being most beautiful and most perfect, exists as the pattern of this world. For having been assimilated towards this, it was wrought by God Who fashioned it, according to providence, out of the whole essence." These things also are from the man indicated. Yet the all-wise Moses anticipates these things too, before the visible sun and stars, and before the visible heaven, which indeed
PG 21:909Read from the page
στερέωμα καλεῖ, πρό τε τῆς καθ' ἡμᾶς ξηρᾶς γῆς, καὶ πρὸ τῆς παρ' ἡμῖν ἡμέρας, καὶ νυκτὸς, φῶς ἕτερον παρὰ τὸ τοῦ ἡλίου, ἡμέραν τε καὶ νύκτα, καὶ τὰ λοιπὰ πρὸς τοῦ πανηγεμόνος καὶ αἰτίου τῶν ὅλων Θεοῦ πεποιῆσθαι διδάσκων. Ἀλλὰ καὶ οἱ μετὰ Μωϋσέα παῖδες Ἑβραίων ἥλιόν τινα εἶναι ἀσώματον οὐ πᾶσιν ὁρατὸν, οὐδὲ θνητοῖς ὀφθαλμοῖς ὑπαγόμενον ὁρίζονται, ὡς ὁ προφήτης ἐκ προσώπου Θεοῦ λέγων· « Τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης. » Καὶ αὐτὴν δὲ δικαιοσύνην, οὐχὶ τὴν ποιὰν ἐν ἀνθρώποις, ἀλλὰ τὴν ταύτης ἰδέαν οἶδεν ἄλλος Ἑβραίωι προφήτης, ὁ φήσας περὶ τοῦ Θεοῦ· « Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ἐκάλεσεν αὐτὴν κατὰ πρόσωπον αὐτοῦ, καὶ πορεύσεται δ' ὡσεὶ ἐνώπιον ἐθνῶν. » Καὶ Λόγον δὲ θεῖον, ἀσώματον, καὶ οὐσιώδη ἀρτίως ἡμῖν ὁ κοινὸς ἡμῶν λόγος, ἐν τοῖς πρόσθεν ἀπὸ τῆς Ἑβραίων παρίστησι Γραφῆς. Οὗ περὶ λόγου καὶ τάδε παρ' αὐτοῖς εἴρηται· « Ὃς ἐγεννήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. » Λέγεται καὶ ζωὴ, λέγεται καὶ σοφία, λέγεται καὶ ἀλήθεια· καὶ πάντα τὰ κατ' οὐσίαν ὄντα τε καὶ ὑφεστῶτα οἱ Ἑβραίων λόγοι διδάσκουσιν· (εἰ δὴ Ἑβραῖοι καὶ οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοί τε καὶ μαθηταὶ), ναὶ μὴν καὶ μυρίας ἄλλας ἀσωμάτους δυνάμεις, οὐρανοῦ τε ἐπέκεινα, καὶ πάσης τῆς ὑλικῆς καὶ ῥοώδους οὐσίας· ὧν τὰς εἰκόνας ἐν τοῖς αἰσθητοῖς φασι κατατυπῶσαι. Ἐφ' ὧν ἤδη καὶ τοὔνομα τῆς εἰκόνος παρειλήφασι· τὸν γοῦν ἄνθρωπον εἰκόνα διαρρήδην νοητοῦ παραδείγματος εἶναι, καὶ πάντα τὸν τῶν ἀνθρώπων βίον « ἐν εἰκόνι διαπορεύεσθαι » εἰρήκασι. Λέγει δ' οὖν ὁ Μωσῆς· « Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. » Καὶ πάλιν ἄλλος Ἑβραῖος τὰ πάτρια φιλοσοφῶν, « Μέντοιγε, φησὶν, ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. » Ἤδη δὲ καὶ οἱ τῶν ἱερῶν νόμων ἐξηγηταὶ, ἐπάκουσον, ὅπως τὴν ἐν τοῖς Μωϋσέως γράμμασι διάνοιαν σαφηνίζουσι. Λέγει δ' οὖν ὁ Ἑβραῖος Φίλων, τὰ πάτρια ἑρμηνεύων, αὐτοῖς ῥήμασιν.
he calls firmament, and before our dry land, and before day and night among us, teaching that another light beside that of the sun, and day and night, and the rest have been made by God, the all-ruler and cause of all things. Moreover, the children of the Hebrews after Moses also define that there is a certain incorporeal sun, not visible to all, nor subject to mortal eyes, as the prophet speaking in the person of God: "But unto those who fear Me shall a sun of righteousness arise." And righteousness itself, not the particular sort among men, but the idea of it, another prophet of the Hebrews knows, who said concerning God: "Who raised up righteousness from the east? He called it before His face, and it shall go as it were before nations." And a divine Word also, incorporeal and substantial, our common discourse just now in what precedes presents to us from the Scripture of the Hebrews. Concerning Whom as Word these things also have been spoken among them: "Who was begotten for us wisdom from God, both righteousness, and sanctification, and redemption." He is called also life, He is called also wisdom, He is called also truth; and all the things that are and subsist substantially the oracles of the Hebrews teach (if indeed the apostles and disciples of our Saviour also are Hebrews), yea, and countless other incorporeal powers as well, beyond heaven and all material and fleeting essence; whose images they say were stamped in perceptible things. In the case of which they have already adopted even the name of image; man at any rate they have expressly said to be an image of an intelligible pattern, and all the life of men "to pass along in an image." Moses accordingly says: "And God made man, according to the image of God He made him." And again another Hebrew, philosophizing in his ancestral manner, says: "Surely in an image does man pass along." And now listen also to how the expounders of the sacred laws make clear the meaning in the writings of Moses. Philo the Hebrew, accordingly, interpreting his ancestral traditions, speaks in these very words.
Notes, col. 909

On the reading

Printed Ἑβραίωι, for Ἑβραίων.

PG 21:912Read from the page
ΚΕΦΑΛΙΑΟΝ ΚΔʹ.
Chapter XXIV.
Φίλωνος περὶ τῶν παρὰ Μωϋσεῖ ἰδεῶν.
Of Philo, on the ideas in Moses.
« Εἰ δέ τις ἐθελήσει γυμνότερον χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον ἢ Θεοῦ Λόγον ἤθη κοσμοποιοῦντος. Οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τι ἐστὶν, ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὴς, ἤδη τὴν νοητὴν πόλιν κτίζειν διανοουμένου. Τὸ δὲ δόγμα τοῦτο Μωσέως ἐστὶν, οὐχ ἐμόν. Τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων, ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ' εἰκόνα Θεοῦ διετυπώθη. Εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος, δηλονότι καὶ τὸ ὅλον εἶδος, σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης ἐστὶ μίμημα θείας εἰκόνος δηλονότι· καὶ ἡ ἀρχέτυπος σφραγὶς ὃν φαμεν νοητὸν εἶναι κόσμον, αὐτὸς ἂν εἴη, τὸ παράδειγμα, ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν, ὁ Θεοῦ Λόγος. Φησὶ δ' ὡς ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· τὴν ἀρχὴν παραλαμβάνων, οὐχ, ὡς οἴονταί τινες, τὴν κατὰ χρόνον· χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου, ἀλλ' ἢ σὺν αὐτῷ γέγονεν, ἢ μετ' αὐτόν· ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεώς ἐστιν ὁ χρόνος, πρότερον δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ' ἢ ἀναγκαῖον αὐτὴν ὕστερον, ἢ ἅμα συνίστασθαι· ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι, ἢ νεώτερον ἐκείνου· πρεσβύτερον δὲ ἀποφαίνεσθαι τολμᾷν ἀφιλόσοφον. Εἰ δ' ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ κατὰ χρόνον, εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ' ἀριθμὸν, ὡς τὸ « Ἐν ἀρχῇ ἐποίησεν » ἴσον εἶναι τῷ, Πρῶτον ἐποίησε τὸν οὐρανόν. Εἶθ' ἑξῆς λέγει· Πρῶτον οὖν ὁ ποιῶν ἐποίει οὐρανὸν ἀσώματον, καὶ « γῆν ἀόρατον, » καὶ ἀέρος ἰδέαν καὶ κενοῦ· ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει· τὴν δὲ ἄβυσσον· πολύβυθον γὰρ τό γε καινὸν καὶ ἀχανές· εἶθ' ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος· καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτὸς, ὃ πάλιν ἀσώματον ἦν, καὶ νοητὸν ἡλίου παράδειγμα, καὶ πάντα, ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι. Προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε Θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα, ζωῆς δὲ Θεὸς αἴτιος· τὸ δὲ φῶς, ὅτι ὑπερβάλλον καλόν. Τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον, ὅσῳπερ ἥλιος, οἶμαι, σκότους, καὶ ἡμέρα νυκτὸς, καὶ τὰ κριτήρια νοῦς ὁ τῆς ὅλης ψυχῆς ἡγεμὼν, ὀφθαλμῶν σώματος. Τὸ δὲ ἀόρατον καὶ νοη-
"And if someone shall wish to use names more plainly, he would say that the intelligible world is nothing else than the Word of God already making the world. For neither is the intelligible city anything else than the reasoning of the architect, as he is already planning in mind to found the intelligible city. And this doctrine is Moses's, not mine. At any rate, in recording the genesis of man, in what follows he expressly acknowledges that he was moulded according to the image of God. Now if the part is an image of an image, clearly so also is the whole form, this entire perceptible world, if it is an imitation of a divine image greater than the human, clearly; and the archetypal seal, which we affirm to be the intelligible world, would itself be the pattern, the archetypal idea of ideas, the Word of God. And he says that in the beginning God made the heaven and the earth: taking the beginning not, as some suppose, as that according to time; for time was not before the world, rather it has come into being either with it or after it; for since time is the interval of the motion of the world, and motion could not come to be prior to that which is moved, rather it must of necessity be constituted either afterwards or simultaneously; of necessity, then, time also has come to be either coeval with the world or younger than it; whereas to dare to pronounce it older is unphilosophical. Now if the beginning according to time is not now being taken, it would be reasonable that the beginning according to number is indicated, so that 'In the beginning He made' is equivalent to: First He made the heaven. Then next he says: First, then, He Who made was making an incorporeal heaven, and 'an invisible earth,' and an idea of air and of void; of which the one He called darkness, since the air is black by nature, and the other abyss, for fathomless indeed is that which is new and yawning; then an incorporeal essence of water and of spirit; and last of all, in the seventh place, of light, which again was incorporeal, and an intelligible pattern of the sun, and all as many light-bearing stars as were about to be constituted throughout the heaven. And special privilege was accorded both to the spirit and to the light: for the one He named of God, because the spirit is most life-giving, and God is the cause of life; and the other He named light, because it is surpassingly beautiful. For by so much is the intelligible brighter and more radiant than the visible, as the sun, methinks, is than darkness, and day than night, and mind, the ruler of the whole soul, than the criteria, the eyes of the body. And that invisible and
Notes, col. 912

On the reading

Printed ΚΕΦΑΛΙΑΟΝ, for ΚΕΦΑΛΑΙΟΝ.

Printed ἤθη, for ἤδη.

Printed λογισμὴς, for λογισμὸς.

Printed οὐχ ἐμόν, for οὐκ ἐμόν.

PG 21:913Read from the page
τὸν φῶς ἐκεῖνο θείου Λόγου γέγονεν εἰκὼν, τοῦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστὴρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλέσειεν ἄν τις παναύγειαν, ἀφ' ἧς ἥλιος καὶ σελήνη, καὶ οἱ ἄλλοι πλανῆται, καὶ ἀπλανεῖς ἀρύονται, καθ' ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη· τῆς ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, οὗ ἂν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ τοῦ νοητοῦ πρὸς αἰσθητὸν μεταβολήν. Εἰλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει. » Καὶ μετὰ βραχέα ἐπιλέγει· « Ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ' ὑπεξέστη καὶ ἀνεχώρησεν, ὅροι δ' ἐν τοῖς μεταξὺ διαστήμασιν ἐπάγησαν, ἑσπέρα τε καὶ πρωῗα κατ' ἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθὺς, ὃ καὶ ἡμέραν καλῶς ποιῶν ἐκάλεσε· καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν, μοναδικὴν ἔχοντος τὴν φύσιν. Ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν, ἱδρυθεὶς ἐν τῷ θείῳ Λόγῳ· ὁ δ' αἰσθητὸς πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο. Καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ Δημιουργὸς, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν, ἅτε σωματικὸν ὄντα. Τὸ γὰρ σῶμα φύσει στερεὸν, ὅ τί περ καὶ τριχῆ διαστατόν. Στεροῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντη διεστηκός; Εἰκότως οὖν, ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ, τοῦτον στερεὸν ἐκάλεσε. » Ταῦτα ὁ Φίλων. Συνάδει δὲ αὐτῷ καὶ ὁ Κλήμης, ἐν τῷ ἕκτῳ Στρωματεῖ λέγων ὧδε.
intelligible light has become an image of the divine Word, Who interpreted its genesis; and it is a supercelestial star, the fountain of the perceptible stars, which one would not off the mark call all-brightness, from which the sun and moon, and the other planets and fixed stars draw, according to the capacity that each has, their fitting gleams; that unmixed and pure radiance becoming dimmed wherever it begins to turn in the change from the intelligible towards the perceptible. For nothing of the things in sense-perception is unalloyed." And after a little he adds: "And when light came into being, and darkness withdrew and retreated, and boundaries were fixed in the intervals between, evening and morning, straightway in accordance with the necessary measure of time there was brought to completion that which He, doing well, also called day; and day not 'first,' but 'one,' which has been spoken on account of the uniqueness of the intelligible world, possessing a monadic nature. Now the incorporeal world already had its completion, having been established in the divine Word; while the perceptible world was being brought to perfect birth after the pattern of this one. And as the first of its parts, which is also the best of all, the Demiurge made the heaven, which He truly addressed as firmament, inasmuch as it is bodily. For body is by nature solid, seeing that it is also extended in three dimensions. And what other conception is there of a solid and of a body save that which is extended every way? Reasonably, then, contrasting the perceptible and bodily heaven with the intelligible and incorporeal, He called this one solid." Thus far Philo. And Clement also harmonizes with him, speaking thus in the sixth Stromateus.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Κλήμεντος περὶ τοῦ αὐτοῦ.
Of Clement, on the same.
« Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. Καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι. Γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται. Καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον, καὶ γῆν ἁγίαν, καὶ φῶς νοητόν. « Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος. » Εἶτ' ἐπιφέρει· « Καὶ εἶπεν ὁ Θεός· Γενέσθω φῶς, καὶ ἐγένετο φῶς. » Ἐν δὲ τῇ κοσμογενείᾳ τῇ αἰσθητῇ, στερεὸν οὐρανὸν δημιουργεῖ· τὸ δὲ στερεὸν αἰσθητὸν, γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. Ἆρ' οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζώων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ, καὶ τὰ εἴδη τὰ αἰσθητὰ, κατὰ τὰ γένη
"Moreover, barbarian philosophy again knows the one world as intelligible, and the other as perceptible—the one as archetype, and the other as image of the beautiful pattern. And the one it assigns to the monad, as being intelligible, and the perceptible one to the hexad. For among the Pythagoreans the hexad, as being a generative number, is called marriage. And in the monad He constitutes an invisible heaven, and a holy earth, and an intelligible light. 'For in the beginning,' it says, 'God made the heaven and the earth; and the earth was invisible.' Then it adds: 'And God said: Let there be light, and there was light.' And in the perceptible cosmogony, He fashions a solid heaven—and what is solid is perceptible—and a visible earth and a light that is seen. Does it not seem to you that from hence Plato leaves ideas of living beings in the intelligible world, and that perceptible forms, according to the genera
PG 21:916Read from the page
δημιουργεῖν τὰ νοητά; Εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μωσῆς, ὃ γήϊνόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ Θεοῦ εἰς πρόσωπον. Ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες· διὸ καὶ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. Εἰκὼν μὲν γὰρ Θεοῦ Λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος ἀπαθής· εἰκὼν δὲ εἰκόνος ἀνθρώπινος νοῦς. » Ἀκούσωμεν δὲ καὶ τῶν ῥηθησαμένων.
of the intelligible things, fashion? Reasonably, therefore, Moses says that the body, which Plato calls an earthly tabernacle, is moulded out of earth, whereas the rational soul was breathed in from above by God into the face. For there they say the ruling faculty has been established, interpreting the adventitious entrance of the soul through the sense-organs in the case of the first-formed man; wherefore also man has come into being according to the image and according to the likeness. For the image of God is the divine and royal Word, the impassible man; and an image of the image is the human mind." Now let us hear also the things to be spoken next.
ΚΕΦΑΛΑΙΟΝ ΚϚ.
Chapter XXVI.
Ἑβραίων καὶ Πλάτωνος, περὶ τῶν ἐναντίων δυνάμεων.
Of the Hebrews and Plato, on the opposing powers.
Ἔτι πρὸς τούτοις ὁ Πλάτων τοῖς Ἑβραίων ἐπακολουθήσας λόγοις, οὐ μόνον ἀσωμάτους καὶ ἀγαθὰς δυνάμεις, ἀλλὰ καὶ ἐναντίας φησὶν εἶναι, ὧδέ πη γράφων ἐν τῷ δεκάτῳ τῶν Νόμων· « Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις πῶς οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; μίαν, ἢ πλείους; Πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. Δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι. » Εἶθ' ὑποβάς φησιν· « Ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μὴ μάχη δὴ, φαμέν· ἀθάνατός ἐσθ' ἡ τοιαύτη, καὶ φυλακῆς θαυμαστῆς δεομένη. Ξύμμαχοι δὲ ἡμῖν θεοί τε καὶ δαίμονες, ἡμεῖς δ' αὖ κτήματα θεῶν καὶ δαιμόνων. » Πόθεν καὶ ταῦτα τῷ Πλάτωνι, ἐγὼ μὲν οὐκ ἂν ἔχοιμι φράζειν· ὃ δ' ἔχω φάναι ἀληθὲς, μυρίοις πρόσθεν ἢ Πλάτωνα χρόνοις γενέσθαι, καὶ τοῦθ' Ἑβραίοις ἀνωμολογῆσθαι τὸ δόγμα. Λέγει δ' οὖν ἡ παρ' αὐτοῖς Γραφή· « Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Θεοῦ. Καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν· » διάβολον μὲν τὴν ἐναντίαν δύναμιν, ἀγγέλους δὲ Θεοῦ τὰς ἀγαθὰς προσειποῦσα. Ταύτας δὲ τὰς ἀγαθὰς δυνάμεις καὶ πνεύματα θεῖα, καὶ λειτουργοὺς Θεοῦ προσαγορεύει ἐν οἷς φησιν· « Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. » Ἀλλὰ καὶ τὴν διαμάχην τῶν ἐναντίων ὧδε παρίστησιν ὁ φήσας· « Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονη-
Still further besides these things, Plato, having followed the words of the Hebrews, says that there are not only incorporeal and good powers, but also opposing ones, writing somewhat thus in the tenth book of the Laws: "A soul governing and indwelling in all things that are moved every way—how must we not affirm that it governs heaven as well? What then? One, or several? Several, I shall answer on your behalf. Let us posit at least no fewer than two, both the beneficent one and the one capable of working the opposite things." Then lower down he says: "For since we agreed among ourselves that heaven is full of many good things, and that there are also things of the opposite sort, and more of those that are not, there is indeed a battle, we affirm: immortal is such a battle, and needing marvellous watchfulness. Allies to us are gods and daemons, and we in turn are possessions of gods and daemons." Whence these things also came to Plato, I for my part could not tell; but what I can affirm as true is that countless ages before Plato was born, this doctrine too had been acknowledged among the Hebrews. The Scripture among them accordingly says: "And it came to pass as this day, and the angels of God came to stand before God. And the devil came in their midst, having gone round the earth and walked about in it;" calling the opposing power devil, and the good powers angels of God. And these good powers it also addresses as divine spirits and ministers of God wherein it says: "Who makes His angels spirits, and His ministers a flame of fire." Moreover, he too presents the conflict of the opposing powers thus, who said: "Our wrestling is not against blood and flesh, but against the authorities, against the world-rulers of the darkness of this age, against the spiritual things of
Notes, col. 916

On the reading

Printed ῥηθησαμένων, for ῥηθησομένων.

PG 21:917Read from the page
ρίας ἐν τοῖς επουρανίοις. » Ἄντικρυς δ' ἔοικεν ὁ Πλάτων τὸ Μωσέως λόγιον μεταφράζειν, τὸ φῆσαν· « Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, » δι' ὧν κτήματα θεῶν καὶ δαιμόνων τὸ πᾶν γένος ἀνθρώπων εἶναι ὡρίσατο.
wickedness in the heavenly places." And Plato seems outright to be paraphrasing the oracle of Moses which said: "When the Most High divided nations, as He scattered the sons of Adam, He set bounds of nations according to the number of the angels of God," through which he defined the whole race of men to be possessions of gods and daemons.
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.
Chapter XXVII.
Περὶ ψυχῆς ἀθανασίας, Ἑβραίων καὶ Πλάτωνος.
On the immortality of the soul, of the Hebrews and Plato.
Καὶ ἐν τοις περὶ ψυχῆς ἀθανασίας οὐδὲν Μωσέως ὁ Πλάτων διέστηκε τῇ δόξῃ. Ὁ μέν γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν Θεοῦ, μᾶλλον δὲ κατ' εἰκόνα Θεοῦ γεγενῆσθαι. « Εἶπε γὰρ, φησὶν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησέν αὐτόν. » Καὶ ἑξῆς τὸν σύνθετον τῷ λόγῳ διαιρῶν, εἴς τε τὸ φαινόμενον σῶμα καὶ εἰς τὸν κατὰ ψυχὴν νοούμενον, ἐπιλέγει· « Καὶ ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. » Ἀλλὰ καὶ ἀρχικόν φησιν αὐτὸν καὶ βασιλικὸν γενέσθαι τῶν ἐπὶ γῆς πάντων. Λέγει δ' οὖν· « Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν πάσης τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. » Πῶς δ' ἂν ἄλλως εἰκὼν ἐπινοοῖτο Θεοῦ καὶ ὁμοίωμα ἢ κατὰ τὰς ἐν τῷ Θεῷ δυνάμεις, καὶ τὴν τῆς ἀρετῆς ὁμοιότητα; Μωσεῖ δὲ καὶ ἐν τούτοις ὥσπερ μεμαθητευμένος ὁ Πλάτων, τοιάδ' ἐν τῷ Ἀλκιβιάδῃ φησίν· « Ἔχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότερον ἢ τοῦτο, περὶ ὃ τὸ εἰδέναι τε καὶ φρονεῖν ἐστιν; Οὐκ ἔχομεν. Τῷ θείῳ ἄρα τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων, καὶ πᾶν τὸ θεῖον γνοὺς, Θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα. Φαίνεται γὰρ οὖν, ὅθ' ὥσπερ κάτοπτρά ἐστι σαφέστατα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου, καὶ καθαρώτερα, καὶ λαμπρότερα· οὕτω καὶ ὁ Θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὄν. Ἔοικέ γε, ὦ Σώκρατες. Εἰς τὸν Θεὸν ἄρα βλέποντες, ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρώμεθ' ἂν, καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετήν· καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γινώσκοιμεν ἡμᾶς αὐτούς. Ναί. » Ταῦτα μὲν ἐν
And in the matters concerning the immortality of the soul Plato differed in nothing from Moses in opinion. For the latter first defined the soul in man to be an immortal essence, saying that it is an image of God, or rather has come into being according to the image of God. "For God said," says he, "Let Us make man according to Our image and likeness. And God made man; according to the image of God He made him." And next, dividing in discourse the composite man both into the visible body and into the man conceived according to the soul, he adds: "And God took dust from the earth, and God fashioned man, and breathed into his face a breath of life, and man became a living soul." Moreover, he says that he also became ruler and king of all the things upon earth. He says accordingly: "And let them rule over the fishes of the sea, and the birds of the heaven, and the cattle of all the earth. And God made man; according to the image of God He made him." Now how else could an image and likeness of God be conceived than in respect of the powers in God, and the likeness of virtue? And Plato, as though having been instructed by Moses in these matters too, speaks after this manner in the Alcibiades: "Can we then say anything of the soul that is more divine than this, about which knowing and understanding are? We cannot. To the divine, then, this part of it is like; and should someone look unto this, and know all that is divine, both God and wisdom, thus he would also know himself most of all. For indeed it appears that just as mirrors are clearer than the mirror in the eye, and purer, and brighter; so also God happens to be something purer and brighter than the best part in our soul. It does seem so, O Socrates. Looking unto God, then, we would use that fairest mirror, and among human things looking unto the virtue of the soul; and thus we would most of all see and know ourselves. Yes." These things in
Notes, col. 917

On the reading

Printed επουρανίοις, for ἐπουρανίοις.

Printed τοις, for τοῖς.

Printed ἐποίησέν, for ἐποίησεν.