Ἕλλησι. Θαλοῦ δὲ γίνεται ἀκουστὴς Ἀναξίμανδρος, Πραξιάδου μὲν παῖς, γένος δὲ καὶ αὐτὸς Μιλήσιος Οὗτος πρῶτος γνώμονας κατεσκεύασε πρὸς διάγνωσιν τροπῶν τε ἡλίου, καὶ χρόνων, καὶ ὡρῶν, καὶ ἰσημερίας. Ἀναξιμάνδρου δὲ γνώριμος ἐγένετο Ἀναξιμένης Εὐρυστράτου, Μιλήσιος· τούτου δὲ Ἀναξαγόρας ὁ Ἡγησιβούλου, Κλαζομένιος. Οὗτος δὴ πρῶτος διήρθρωσε τὸν περὶ ἀρχῶν λόγον. Οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. « Ἦν γὰρ τὴν ἀρχὴν, » φησὶ, « τὰ πράγματα ὁμοῦ πεφυρμένα· Νοῦς δ' εἰσελθὼν, αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγεν. » Ἀναξαγόρου δὲ ἐγένοντο γνώριμοι τρεῖς, Περικλῆς, Ἀρχέλαος, Εὐριπίδης. Περικλῆς μὲν οὖν Ἀθηναίων πρῶτος ἐγένετο, καὶ πλούτῳ καὶ γένει τῶν καθ' ἑαυτῶν περιήνεγκεν· Εὐριπίδης δὲ, ἐπὶ ποιητικὴν μεταβὰς, ὑπό τινων σκηνικὸς φιλόσοφος ἐκλήθη· ὁ δὲ Ἀρχέλαος ἐν Λαμψάκῳ διεδέξατο τὴν σχολὴν τοῦ Ἀναξαγόρου. Μεταβὰς δ' εἰς Ἀθήνας ἐκεῖ ἐσχόλασε, καὶ πολλοὺς ἔσχεν Ἀθηναίων γνωρίμους, ἐν οἷς καὶ Σωκράτην. Κατὰ δὲ τὸν αὐτὸν τῷ Ἀναξαγόρᾳ χρόνον ἤκμασαν ἄνδρες φυσικοὶ, Ξενοφάνης τε καὶ Πυθαγόρας. Τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανὼ ἡ γυνὴ, οἵ τε υἱοὶ αὐτοῦ, Τηλαυγὴς καὶ Μνήσαρχος. Τηλαυγοῦς δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γίνεται, καθ' ὃν Ἡράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. Τὸν δὲ Ξενοφάνην λέγεται ὁ Παρμενίδης διαδέξασθαι, Παρμενίδην δὲ Μέλισσος, Μέλισσον Ζήνων ὁ Ἐλεάτης· ὅν φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον ἁλῶναι, στρεβλούμενον δὲ ὑπὸ τοῦ τυράννου, ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπογράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμωρίας, διαμασησάμενον τὴν γλῶσσαν προσπτύσαι αὐτῷ, καὶ οὕτως ἐγκαρτερήσαντα ταῖς βασάνοις ἀποθανεῖν. Τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε, Λευκίππου δὲ Δημόκριτος, οὗ Πρωταγόρας, καθ' ὃν ἤκμασε Σωκράτης. Καὶ ἄλλους δὲ σποράδην ἔστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες, ἀπὸ Θαλοῦ ἀρξάμενοι, κατώτερον Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες. Ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αιχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονὼς, διαλελοιπότων ἤδη τῶν παρ' Ἑβραίοις προφητῶν, καὶ τῆς ἱερᾶς μητροπόλεως αὐτῶν πεπολιορκημένης· ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μωσέως καὶ τῶν μετ' αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας, καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς, ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους, κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας, τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ τε καὶ συνέσει, καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε. Γέγονε δ' ὁ Πλάτων ἀμφὶ τὰ ὕστατα τῆς Περσῶν βασιλείας, μικρῷ θᾶττον Ἀλεξάνδρου τοῦ Μακεδόνος, Αυγούστου δὲ τοῦ Σεβαστοῦ οὐ πρόσθεν ἔτη υʹ. Εἰ δή σοι τοιγαροῦν ὁ Πλάτων, οἵ τε μετ' αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Ἑβραίοις πεφιλοσοφηκότες, ὥρα σκοπεῖν τὸν χρόνον καθ' ὃν οὗτος γέγονε· τῶν δὲ παρ' Ἑβραίοις θεολόγων τε καὶ προφητῶν τὴν πα-
Greeks. And of Thales Anaximander becomes a hearer, the son of Praxiadas, and himself also a Milesian by race. This man first constructed gnomons for the discernment of the solstices of the sun, and of times, and of seasons, and of the equinox. And an acquaintance of Anaximander was Anaximenes the son of Eurystratus, a Milesian; and of him, Anaxagoras the son of Hegesiboulus, a Clazomenian. This man, indeed, first articulated distinctly the doctrine concerning first principles. For he declared his opinion not only concerning the substance of all things, like those before him, but also concerning the cause that moves it. "For in the beginning," he says, "things were confounded together; and Mind, entering in, brought them out of disorder into order." And of Anaxagoras there were three acquaintances: Pericles, Archelaus, Euripides. Pericles, then, became the first of the Athenians, and surpassed in both wealth and birth his contemporaries; and Euripides, having turned over to poetry, was called by some the philosopher of the stage; while Archelaus in Lampsacus succeeded to the school of Anaxagoras. And having removed to Athens he kept school there, and had many acquaintances among the Athenians, among whom was Socrates also. And at the same time with Anaxagoras flourished natural philosophers, both Xenophanes and Pythagoras. Pythagoras, then, was succeeded by Theano his wife and his sons, Telauges and Mnesarchus. And of Telauges Empedocles becomes a hearer, in whose time Heraclitus the obscure became known. And Parmenides is said to have succeeded Xenophanes, and Melissus Parmenides, and Zeno the Eleatic Melissus; who, they say, having organized a plot against the tyrant of that time, was caught, and while being racked by the tyrant so that he might register the men who had joined with him, making no account of the punishments of the tyrant, bit off his tongue thoroughly and spat it at him, and thus, enduring steadfastly in the tortures, died. And of this man Leucippus became a hearer, and of Leucippus Democritus, of whom Protagoras, in whose time Socrates flourished. And one may also find scattered natural philosophers here and there who lived before Socrates; yet all of them, beginning from Thales, manifestly flourished lower down than Cyrus the king of the Persians. And Cyrus manifestly lived very long after the captivity of the nation of the Jews to Babylon, when the prophets among the Hebrews had already ceased, and their sacred metropolis had been besieged; so that you must confess that the matters of the philosophy of the Greeks came into being much more recently than Moses and the prophets after him, and especially those of the philosophy according to Plato, who, having at first become a hearer of Socrates, and thereafter having associated with the Pythagoreans, outstripped all those before him in discourse and intelligence and in doctrines in philosophy. And Plato lived near the last times of the kingdom of the Persians, a little earlier than Alexander the Macedonian, and not more than four hundred years before Augustus Sebastos. If indeed, therefore, Plato and those after him should be shown to you to have philosophized in harmony with the Hebrews, it is time to consider the period in which this man lived; and of the theologians and prophets among the Hebrews, the an-