Migne Reading Room

PG 21 · cols. 825–836 · Read from the page

Preparation for the Gospel, Book X

Preparation for the Gospel, Book X

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:825Read from the page
Ἐπιμενίδου τοῦ Κρητὸς, ὅστις εἰς τὴν Σπάρτην ἀφίκετο, Ἀρισταίου τοῦ Προκοννησίου, καὶ τοῦ τὰ Ἀριμάσπεια συγγράψαντος, Ἀσβόλου τε τοῦ Κενταύρου, καὶ Ἰσάτιδος, Δρύμωνός τε καὶ Εὔκλου τοῦ Κυπρίου, καὶ Ὤρου τοῦ Σαμίου, καὶ Προταινίδου τοῦ Ἀθηναίου. Λῖνος μὲν γὰρ Ἡρακλέους ἐστὶ διδάσκαλος· ὁ δὲ Ἡρακλῆς μιᾷ τῶν Τρωϊκῶν προγενέστερος πέφηνε γενεᾷ. Τοῦτο δέ ἐστι φανερὸν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Τληπολέμου, τοῦ στρατεύσαντος ἐπὶ Ἴλιον. Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν· ἄλλως τε καὶ τὰ εἰς αὐτὸ ἐπεισφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι, γενομένου κατὰ τὴν τῶν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα. Τοῦ δ' Ὀρφέως Μουσαῖος μαθητής. Ἀμφίων δὲ δυσὶ προάγων γενεαῖς τῶν Τρωϊκῶν, τοῦ πλείονα πρὸς τοὺς φιλομαθεῖς συντάττειν ἡμᾶς ἀπείργει. Δημόδοκός τε καὶ Φήμιος κατ' αὐτὸν τὸν Τρωϊκὸν πόλεμον γεγόνασι· διέτριβον γὰρ ὁ μὲν παρὰ τοῖς μνηστῆρσι, ὁ δὲ παρὰ τοῖς Φαίαξι. Καὶ ὁ Θάμυρις καὶ ὁ Φιλάμμων οὐ πολὺ τούτων εἰσὶν ἀρχαιότεροι. Περὶ μὲν οὖν τῆς καθ' ἕκαστον λόγον πραγματείας, χρόνων τε ἀναγραφῆς αὐτῶν, ὡς οἶμαι, σφόδρα μετὰ πάσης ὑμῖν ἀκριβείας ἀνεγράψαμεν. Ἵνα δὲ καὶ τὸ μέχρι νῦν ἐνδέον ἀποπληρώσωμεν, ἔτι καὶ περὶ τῶν νομιζομένων σοφῶν ποιήσωμεν τὴν ἀπόδειξιν. Μίνως μὲν γὰρ ὁ πάσης προὔχειν νομισθεὶς σοφίας, ἀγχινοίας τε καὶ νομοθεσίας, ἐπὶ Λυγκέως τοῦ μετὰ Δαναὸν βασιλεύσαντος γέγονεν, ἑνδεκάτῃ γενεᾷ μετὰ Ἴναχον· Λυκοῦργος δὲ, πολὺ μετὰ τὴν Ἰλίου γεννηθεὶς ἅλωσιν, πρὸ τῶν Ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ Λακεδαιμονίοις· Δράκων δὲ περὶ Ὀλυμπιάδα τριακοστὴν καὶ ἐννάτην εὑρίσκεται γεγονώς· Σόλων δὲ περὶ μϛʹ· Πυθαγόρας κατὰ τὴν ἑξηκοστὴν δευτέραν. Τὰς δὲ Ὀλυμπιάδας ὕστερον τῶν Ἰλιακῶν ἔτεσιν ἀπεδείξαμεν γεγονυίας τετρακοσίοις ἑπτά. Καὶ δὴ τούτων οὕτως ἀποδεδειγμένων, διὰ βραχέων ἔτι καὶ περὶ τῆς τῶν ἑπτὰ σοφῶν ἡλικίας ἀναγράψομεν. Τοῦ γὰρ πρεσβυτάτου τῶν προειρημένων Θάλητος, γενομένου περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα, καὶ τὰ περὶ τῶν κατ' αὐτὸν σχεδὸν ἡμῖν συντόμως εἴρηται. Ταῦθ' ὑμῖν, ἄνδρες Ἕλληνες, ὁ κατὰ βαρβάρους φιλοσοφῶν Τατιανὸς συνέταξα, γεννηθεὶς μὲν ἐν τῇ τῶν Ἀσσυρίων γῇ, παιδευθεὶς δὲ πρῶτον μὲν τὰ ὑμέτερα, δεύτερον δὲ ἅτινα νῦν κηρύττειν ἐπαγγέλλομαι. Γινώσκων δὲ λοιπὸν τίς ὁ Θεὸς, καὶ τίς ἡ κατ' αὐτὸν ποίησις, ἕτοιμον ἑαυτὸν ὑμῖν πρὸς τὴν ἀνάκρισιν τῶν δογμάτων παρίστημι, μενούσης μοι τῆς κατὰ Θεὸν πολιτείας ἀνεξαρνήτου.» Τοσαῦτα καὶ ὁ Τατιανός. Μετίωμεν δὲ καὶ ἐπὶ Κλήμεντα.
Epimenides the Cretan, who came to Sparta, Aristaeus of Proconnesus, who also composed the Arimaspea, and Asbolus the Centaur, and Isatis, and Drymon and Euclus the Cyprian, and Orus the Samian, and Protaenides the Athenian. For Linus is the teacher of Heracles; and Heracles has been shown to be one generation earlier than the Trojan events. And this is manifest from his child Tlepolemus, who campaigned against Ilium. And Orpheus lived at the same time as Heracles; besides, the things attributed to it they say were composed by Onomacritus the Athenian, who lived during the rule of the Pisistratids around the fiftieth Olympiad. And Musaeus was a disciple of Orpheus. And Amphion, preceding the Trojan events by two generations, debars us from compiling more things for lovers of learning. And Demodocus and Phemius lived at the time of the Trojan war itself; for the one spent his time among the suitors, and the other among the Phaeacians. And Thamyris and Philammon are not much more ancient than these. Concerning, then, the treatment of each branch of study, and the record of their times, as I think, we have recorded them for you exceedingly with all accuracy. And in order that we may also fill up what is lacking up to now, let us furthermore make our demonstration concerning those reputed wise. For Minos, who was reputed to excel in all wisdom, shrewdness, and lawgiving, lived under Lynceus who reigned after Danaus, in the eleventh generation after Inachus; and Lycurgus, born long after the capture of Ilium, gives laws to the Lacedaemonians one hundred years before the Olympiads; and Draco is found to have lived around the thirty-ninth Olympiad; and Solon around the 46th; Pythagoras during the sixty-second. And the Olympiads we demonstrated to have taken place four hundred and seven years later than the Trojan events. And now, these things having been thus demonstrated, we shall record briefly furthermore concerning the age of the seven sages as well. For since the oldest of the aforesaid men, Thales, lived around the fiftieth Olympiad, the matters concerning his contemporaries too have virtually been stated concisely by us. These things for you, men of Greece, have I, Tatian, who practise philosophy after the manner of the barbarians, compiled, having been born in the land of the Assyrians, and educated first in your doctrines, and second in those things which I now profess to proclaim. Knowing henceforth Who God is, and what is the creation according to Him, I present myself ready to you for the examination of my doctrines, while my way of life according to God abides undeniable for me." So much for Tatian as well. Let us pass on to Clement also.
Notes, col. 825

On the reading

Printed εἰς αὐτὸ, for εἰς αὐτὸν.

PG 21:828Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Ἀπὸ τοῦ πρώτου τῶν Κλήμεντος Στρωματέων, περὶ τοῦ αὐτοῦ.
From the first [book] of the Stromata of Clement, concerning the same.
«Εἴρηται μὲν οὖν περὶ τούτων ἀκριβῶς Τατιανῷ ἐν τῷ πρὸς τοὺς Ἕλληνας, εἴρηται δὲ καὶ Κασσιανῷ ἐν τῷ πρώτῳ τῶν Ἐξηγητικῶν. Ἀπαιτεῖ δ' ὅμως τὸ ὑπόμνημα καὶ ἡμᾶς ἐπιδραμεῖν τὰ κατὰ τὸν τόπον εἰρημένα. Ἀπίων τοίνυν ὁ γραμματικὸς, ὁ Πλειστονίκης ἐπικληθεὶς, ἐν τῇ δʹ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατ' αὐτὸν πράξεων, μάρτυρα παρατίθεται Πτολεμαῖον τὸν Μενδήσιον. Καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε ἔχει· Κατέσκαψε δὲ τὴν Ἀούαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος. Ὁ δὲ Πτολεμαῖος οὗτος ἱερεὺς μὲν ἦν, τὰς δὲ τῶν Αἰγυπτίων βασιλέων πράξεις ἐν τρισὶν ὅλαις ἐκθέμενος βίβλοις, κατὰ Ἄμωσίν φησι τὸν Αἰγύπτου βασιλέα, Μωσέως ἡγουμένου, γεγονέναι Ἰουδαίοις τὴν ἐξ Αἰγύπτου πορείαν, ἐξ ὧν συνῶπται κατὰ Ἴναχον ἠκμακέναι τὸν Μωσέα. Παλαίτερα δὲ τῶν Ἑλληνικῶν μνημονεύεσθαι τὰ Ἀργολικὰ, τὰ ἀπὸ Ἰνάχου λέγω, Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τοῖς Χρόνοις διδάσκει. Τούτων δὲ τεσσαράκοντα μὲν γενεαῖς νεώτερα τὰ Ἀττικὰ, τὰ ἀπὸ Κέκροπος τοῦ διφυοῦς δὴ καὶ αὐτόχθονος, ὥς φησι κατὰ λέξιν ὁ Τατιανός· ἐννέα δὲ τὰ Ἀρκαδικὰ τὰ ἀπὸ Πελασγοῦ· λέγεται δὲ καὶ οὗτος αὐτόχθων. Τούτων δὲ ἄλλων δυοῖν νεώτερα τὰ Φθιωτικὰ τὰ ἀπὸ Δευκαλίωνος. Εἰς δὲ τὸν χρόνον τῶν Τρωϊκῶν ἀπὸ Ἰνάχου γενεαὶ μὲν εἴκοσιν, ἢ μιᾷ πλείους διαριθμοῦνται· ἔτη δὲ, ὡς ἔπος εἰπεῖν, υʹ καὶ πρόσω. Εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα τῶν Ἑλληνικῶν Κτησίας λέγει φανήσεται. Τῷ δευτέρῳ καὶ τετρακοσιοστῷ ἔτει τῆς Ἀσσυρίων ἀρχῆς, τῆς δὲ Βηλούχου τοῦ ὀγδόου δυναστείας τῷ δευτέρῳ καὶ τριακοστῷ, ἡ Μωσέως κατὰ Ἄμωσιν τὸν Αἰγύπτιον καὶ κατὰ Ἴναχον τὸν Ἀργεῖον ἐξ Αἰγύπτου κίνησις. Ἦν δὲ κατὰ τὴν Ἑλλάδα κατὰ μὲν Φορωνέα, τὸν μετ' Ἴναχον, ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς, καὶ ἡ ἐν Σικυῶνι βασιλεία πρώτου μὲν Αἰγιαλέως, εἶτα δὲ Εὔρωπος, εἶτα Τελχῖνος, καὶ ἡ Κρητὸς ἐν Κρήτῃ. Ἀκουσίλαος γὰρ Φορωνέα πρῶτον ἀνθρώπων γενέσθαι λέγει· ὅθεν καὶ ὁ τῆς Φορωνίδος ποιητὴς εἶναι αὐτὸν ἔφη πατέρα θνητῶν ἀνθρώπων. Ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ, κατακολουθήσας Ἀκουσιλάῳ, γράφει· Καί ποτε προαγαγεῖν βουληθεὶς
"Concerning these things, then, it has been spoken accurately by Tatian in his [discourse] To the Greeks, and it has also been spoken by Cassianus in the first [book] of his Exegetica. Nevertheless, our treatise demands that we also run over the things spoken on this topic. Apion the grammarian, therefore, surnamed Pleistonices, in the 4th [book] of his Egyptian Histories, although disposed with hostile hatred towards the Hebrews, inasmuch as he was an Egyptian by race, so as even to have composed a book against the Jews, when making mention of Amosis the king of the Egyptians and of the deeds in his time, adduces Ptolemy of Mendes as a witness. And the words of his statement run thus: And Amosis razed Avaris, having lived in the time of the Argive Inachus, as Ptolemy of Mendes recorded in his Chronicles. Now this Ptolemy was a priest, and having set forth the deeds of the Egyptian kings in three whole books, he says that in the time of Amosis the king of Egypt, with Moses leading them, the journey of the Jews out of Egypt took place; from which things it has been seen together that Moses flourished in the time of Inachus. And that the Argolic matters, I mean those from Inachus, are recorded as more ancient than the [other] Greek matters, Dionysius of Halicarnassus teaches in his Chronicles. And younger than these by forty generations are the Attic matters, those from Cecrops the double-natured, forsooth, and earth-born, as Tatian says word for word; and by nine, the Arcadian matters, those from Pelasgus; and this man too is called earth-born. And younger than these by another two are the Phthiotic matters, those from Deucalion. And up to the time of the Trojan events from Inachus twenty generations, or more by one, are numbered through; and years, so to speak, 400 and upwards. And if Ctesias says that the matters of the Assyrians are by many years older than the Greek matters, it will appear. In the four hundred and second year of the empire of the Assyrians, and in the thirty-second of the sovereignty of Beluchus the eighth, took place Moses's movement out of Egypt in the time of Amosis the Egyptian and in the time of Inachus the Argive. And in Greece, in the time of Phoroneus who was after Inachus, there was the flood in the time of Ogygus, and the kingship in Sicyon, first of Aegialeus, then of Europs, then of Telchin, and that of Cres in Crete. For Acusilaus says that Phoroneus was the first of men; whence also the poet of the Phoronis said that he was the father of mortal men. Hence Plato in the Timaeus, having followed Acusilaus, writes: And once, wishing to lead on
PG 21:829Read from the page
αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τῇ πόλει τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος, καὶ Νιόβης, καὶ τὰ μετὰ τὸν κατακλυσμόν. Κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ' οὗ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς, καὶ Ἄτλας, καὶ Ἐπιμηθεὺς, καὶ ὁ διφυὴς Κέκροψ, καὶ Ἰώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις, καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε Ἀμφικτύονος βασιλεία, καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία, καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ὃν πρῶτον, φησὶν Ὅμηρος, τέκετο νεφεληγερέτα Ζεύς· ἥ τε ἐκ Κρήτης εἰς Φοινίκην ἀνακομιδή· κατὰ δὲ Λυγκέα, τῆς Κόρης ἡ ἁρπαγὴ, καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις, καὶ ἡ Τριπτολέμου γεωργία, καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία, Μίνωός τε βασιλεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις, καὶ Ἴωνος εἰς Ἀθήνας ἄφιξις, καὶ ὁ δεύτερος Κέκροψ, αἵ τε Περσέως καὶ Διονύσου πράξεις, Ὀρφεύς τε καὶ Μουσαῖος. Κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι, τῷ πρώτῳ ἔτει, Θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος· Ἄγις δὲ καὶ Κέρκυλος ἐν τῇ τρίτῃ, μηνὸς Πανέμου ὀγδόῃ φθίνοντος· Ἑλλάνικος δωδεκάτῃ Θαργηλιῶνος καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης· Νὺξ μὲν ἔην, φησὶν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκὼς,
them into discourse concerning ancient things, [he said that] he attempted to speak of the most ancient things belonging to this city here, concerning Phoroneus who was called the first, and Niobe, and the events after the flood. And in the time of Phorbas [lived] Actaeus, from whom Attica [was called] Actaea; and in the time of Triopas, Prometheus, and Atlas, and Epimetheus, and the double-natured Cecrops, and Io; and in the time of Crotopus, the conflagration in the time of Phaethon, and the deluge of rain in the time of Deucalion; and in the time of Sthenelaus, both the reign of Amphictyon, and the arrival of Danaus in the Peloponnese, and the founding of Dardania by Dardanus, whom first, says Homer, cloud-gathering Zeus begot; and the carrying over from Crete to Phoenicia; and in the time of Lynceus, the abduction of Kore, and the founding of the precinct at Eleusis, and the husbandry of Triptolemus, and the arrival of Cadmus at Thebes, and the reign of Minos; and in the time of Proetus, the war of Eumolpus against the Athenians; and in the time of Acrisius, the crossing of Pelops from Phrygia, and the arrival of Ion at Athens, and the second Cecrops, and the deeds of Perseus and Dionysus, and Orpheus and Musaeus. And in the eighteenth year of the reign of Agamemnon Ilium was captured, while Demophon the [son] of Theseus was reigning at Athens, in his first year, on the twelfth [day] of the month Thargelion, as Dionysius the Argive says; whereas Agis and Cercylus in their third [book say] on the eighth [day] from the end of the month Panemus; Hellanicus on the twelfth of Thargelion, and some of those who wrote the Attic histories on the eighth from the end, while Menestheus was reigning in his last year, when the moon was full: Night indeed it was, says he who composed the Little Iliad,
.. Μεσάτα, λαμπρὰ δ' ἐπέτελλε σελάνα·
At its middle, and bright rose the moon;
ἕτεροι δὲ Σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς δὲ, Ἡρακλέους ζηλωτὴς ὢν, πρεσβύτερός ἐστι τῶν Τρωϊκῶν μιᾷ γενεᾷ· τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς Ἡρακλέους, Ὅμηρος μέμνηται, ἐπὶ Ἴλιον στρατεύσαντος. Προτερεῖν ἄρα Μωσῆς ἐπιδείκνυται τῆς μὲν Διονύσου ἀποθεώσεως ἔτη χδʹ· εἴγε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἀποθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. Ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς, τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας, συνάγεται ἔτη ξγʹ. Ἀσκληπιός τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτι-
and others [say] on the same day of Scirophorion. And Theseus, being an emulator of Heracles, is older than the Trojan events by one generation; at any rate Homer makes mention of Tlepolemus, who was a son of Heracles, as having campaigned against Ilium. Moses, therefore, is shown to precede the deification of Dionysus by 604 years, if indeed he was deified in the thirty-second year of the reign of Perseus, as Apollodorus says in his Chronicles. And from Dionysus to Heracles and the chieftains around Jason who sailed in the Argo, 63 years are summed up. And Asclepius and the Dioscuri sailed together with them, as Apollonius of Rhodes bears witness in his Argonauti-
PG 21:832Read from the page
κοῖς. Ἀπὸ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται ληʹ, μετὰ τὸν χρονογράφον Ἀπολλόδωρον· ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη νγʹ· ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. Εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ·
ca. From the reign of Heracles in Argos to the deification of Heracles himself and of Asclepius 38 years are summed up, after the chronographer Apollodorus; and from there to the deification of Castor and Polydeuces, 53 years; somewhere here also was the capture of Ilium. And if one ought to believe Hesiod the poet as well, let us hear him:
Ζηνὶ δ' ἄρ' Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
And to Zeus, then, Atlantid Maia bore glorious Hermes,
Κήρυκ' ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
Herald of the immortals, having gone up into the sacred bed.
Καδμείη δ' ἄρα Σεμέλη τέκε φαίδιμον υἱὸν,
And Cadmean Semele, then, bore a shining son,
Μιχθεῖσ' ἐν φιλότητι, Διώνυσσον πολυγηθῆ.
Having mingled in love, much-gladdening Dionysus.
Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως ἐς Θήβας ἔρχεται, καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται. Τριόπας δὲ συγχρονεῖ Ἴσιδι, ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου. Εἰσὶ δὲ οἳ τὴν Ἰὼ φασι, διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην. Ταύτην δ' Ἴστρος ἐν τῷ Περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν, ἑβδόμῃ γενεᾷ μετὰ Μωσέα· ὥστε καὶ πρὸ τῆς καθ' Ἕλληνας ἀνθρωπογονίας ὁ Μωσῆς. Λέων δὲ ὁ τὰ Περὶ τῶν κατ' Αἴγυπτον θεῶν πραγματευσάμενος, τὴν Ἶσιν ὑπὸ Ἑλλήνων Δήμητραν καλεῖσθαί φησιν, ἣ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον γενεᾷ Μωσέως. Ἄπις τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῃ Ἀρκαδικῶν· τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν, καὶ τοῦτον εἶναι, ὃν Αἰγύπτιοι σέβουσι. Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας, τὸν Ἄπιν τὸν Ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν ὕστερον. Ἄπις δὲ τρίτος ἀπὸ Ἰνάχου. Ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται·
Cadmus the father of Semele comes to Thebes in the time of Lynceus, and becomes the inventor of Greek letters. And Triopas is contemporary with Isis, in the seventh generation from Inachus. And there are some who call her Io, from her going wandering through the whole earth. And Ister in his [work] On the Colony of the Egyptians calls her a daughter of Prometheus. Now Prometheus lived in the time of Triopas, in the seventh generation after Moses; so that Moses was even before the origin of mankind according to the Greeks. And Leon, who treated of the Matters concerning the Gods in Egypt, says that Isis is called Demeter by the Greeks, who lived in the time of Lynceus, in the eleventh generation later than Moses. And Apis the king of Argos founds Memphis, as Aristippus says in the first [book] of his Arcadica; and Aristeas the Argive says that this man was surnamed Sarapis, and that this is he whom the Egyptians worship. And Nymphodorus of Amphipolis, in the third [book] of the Customs of Asia, [says] that Apis the Bull, having died and been embalmed, was deposited in a coffin in the temple of the daemon held in honour, and from there was called Soroapis and afterwards Sarapis. Now Apis was third from Inachus. Yea indeed, Leto lived in the time of Tityus:
Λητὼ γὰρ ἥλκησε Διὸς κυδρὴν παράκοιτιν.
For he dragged Leto, the glorious consort of Zeus.
Τιτυὸς δὲ συνεχρόνισε Ταντάλῳ. Εἰκότως ἄρα ὁ Βοιώτιος Πίνδαρος γράφει·
And Tityus was contemporary with Tantalus. Reasonably, therefore, the Boeotian Pindar writes:
Ἐν χρόνῳ δὲ γένετ' Ἀπόλλων.
And in time Apollo was born.
Καὶ οὐδὲν θαυμαστὸν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ
And it is nothing marvellous, seeing that he is even found serving Admetus for hire together with Heracles as well
...... Μέγαν εἰς ἐνιαυτόν.
For a great year.
Ζῆθος δὲ καὶ Ἀμφίων οἱ μουσικῆς εὑρεταὶ περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. Κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ' ἴστω, ὅτι μετὰ Φημονόην, ἔτεσιν ὕστερον κζʹ, οἱ περὶ Ὀρφέα, καὶ Μουσαῖον, καὶ Λῖνον τὸν Ἡρακλέους διδάσκαλον· Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ' οὓς μακρῷ νεώτεροι οἱ παρ' Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ
And Zethus and Amphion, the inventors of music, lived around the age of Cadmus. And even if someone should tell us that Phemonoe was the first to chant oracles for Acrisius, yet let him know that after Phemonoe, 27 years later, were Orpheus, and Musaeus, and Linus the teacher of Heracles; and Homer and Hesiod were much younger than the Trojan events, and far younger after them were the lawgivers among the Greeks, Lycurgus and Solon, and
Notes, col. 832

On the reading

Printed Ἰὼ φασι, for Ἰώ φασι.

PG 21:833Read from the page
οἱ ἑπτὰ σοφοὶ, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην, Πυθαγόραν τὸν μέγαν, κάτω που περὶ τὰς Ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν. Καὶ θεῶν ἄρα τῶν πλείστων παρ' Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.» Ταῦτα καὶ ὁ Κλήμης. Ἀλλ' ἐπεὶ πρὸ τῶν ἡμετέρων ἐσπουδάσθη καὶ αὐτοῖς Ἑβραίων παισὶν ἡ προκειμένη πραγματεία, καλῶς ἂν ἔχοι καὶ τὰ τούτων συνιδεῖν. Χρήσομαι δὲ ἀντὶ πάντων ταῖς Φλαυΐου Ἰωσήπου φωναῖς.
the seven sages, and those around Pherecydes of Syros [and] Pythagoras the great, having lived somewhere low down around the Olympiads, as we established. And so older than most of the gods among the Greeks, not only than those called sages and poets, has Moses been demonstrated by us to be." So much for Clement as well. But since before our own people the present subject was earnestly pursued by the children of the Hebrews themselves also, it would be well to examine their statements too. And instead of all [the rest] I shall use the words of Flavius Josephus.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Ἀπὸ τοῦ πρώτου τῶν Φλαυΐου Ἰωσήπου περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος.
From the first [book] of Flavius Josephus, Concerning the Antiquity of the Jews.
«Ἄρξομαι δὲ πρῶτον ἀπὸ τῶν παρ' Αἰγυπτίοις γραμμάτων. Αὐτὰ μὲν οὖν οὐχ οἷόν τε παρατίθεσθαι τἀκείνων· Μάνεθως δὲ τὸ γένος Αἰγύπτιος, ἀνὴρ τῆς Ἑλληνικῆς μετεσχηκὼς παιδείας, ὡς δῆλός ἐστι, γέγραψε γὰρ Ἑλλάδι φωνῇ τὴν πάτριον ἱστορίαν, ἔκ τε τῶν ἱερῶν, ὥς φησιν αὐτὸς, μεταφράσας, ὃς καὶ πολλὰ τὸν Ἡρόδοτον ἐλέγχει τῶν Αἰγυπτιακῶν ὑπ' ἀγνοίας ἐψευσμένον· οὗτος δὴ τοίνυν ὁ Μάνεθως ἐν τῇ δευτέρᾳ τῶν Αἰγυπτιακῶν ταῦτα περὶ ἡμῶν γράφει· παραθήσομαι δὲ τὴν λέξιν αὐτοῦ, καθάπερ αὐτὸν ἐκεῖνον παραγαγὼν μάρτυρα. Τοῦ Τίμαιος ὀνόματος· ἐπὶ τούτου οὐκ οἶδ' ὅπως ὁ Θεὸς ἀντέπνευσε, καὶ παραδόξως ἐκ τῶν πρὸς ἀνατολὴν μερῶν ἄνθρωποι τὸ γένος ἄσημοι, καταθαρρήσαντες, ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ῥᾳδίως ἀμαχητὶ ταύτην κατὰ κράτος εἷλον. Καὶ ἐπιλέγει μετὰ βραχέα· Ἐκαλεῖτο δὲ τὸ σύμπαν αὐτῶν ἔθνος Ὑκουσσώς· τοῦτο δέ ἐστι βασιλεῖς ποιμένες. Τὸ γὰρ Ὕκ, καθ' ἱερὰν γλῶσσαν, βασιλέα σημαίνει· τὸ δὲ Οὐσσὼς, ποιμήν ἐστι, καὶ ποιμένες κατὰ τὴν κοινὴν διάλεκτον· καὶ οὕτω συντιθέμενον γίνεται Ὑκουσσώς. Τινὲς δὲ λέγουσι αὐτοὺς Ἄραβας εἶναι· ἐν δ' ἄλλῳ ἀντιγράφῳ οὐ βασιλεῖς σημαίνεσθαι διὰ τῆς Ὑκουσσὼς προσηγορίας, ἀλλὰ τοὐναντίον αἰχμαλώτους δηλοῦσθαι ποιμένας. Τὸ γὰρ Ὑκουσσὼς Αἰγυπτιστὶ, καὶ τὸ ἁκ δασυνόμενον, αἰχμαλώτους ῥητῶς μηνύει. Καὶ τοῦτο μᾶλλον πιθανώτερόν μοι φαίνεται, καὶ παλαιᾶς ἱστορίας ἐχόμενον. Τούτους δὲ τοὺς προκατωνομασμένους βασιλέας, καὶ τοὺς τῶν ποιμένων καλουμένων, καὶ τοὺς ἐξ αὐτῶν γενομένους κρατῆσαι τῆς Αἰγύπτου φησὶν ἔτη πρὸς τοῖς φʹ ιαʹ. Μετὰ ταῦτα δὲ τῶν ἐκ τῆς Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου βασιλέων γενέσθαι φησὶν ἐπὶ τοὺς ποιμένας ἐπανάστασιν, καὶ
"And I shall begin first from the writings among the Egyptians. Now it is not possible for me to set forth their own [records] directly; but Manetho, an Egyptian by race, a man who shared in Greek culture, as is clear (for he wrote his ancestral history in the Greek tongue, having translated it, as he himself says, from the sacred [tablets], who also convicts Herodotus of having falsified many of the Egyptian matters through ignorance); this Manetho, accordingly, in the second [book] of his Egyptian [Histories] writes these things about us; and I shall set down his exact wording, bringing forward the man himself, as it were, as a witness. Of the name Timaeus: in his time, I know not how, God blew adversely, and unexpectedly from the parts towards the east men of ignoble race, growing bold, campaigned against the country, and easily without a battle took it by storm. And he adds after a little: And the whole nation of them was called Hycoussos, that is, shepherd-kings. For Hyc, according to the sacred tongue, signifies king, and Oussos is shepherd and shepherds according to the common dialect; and being thus compounded it becomes Hycoussos. Now some say that they were Arabs; and in another copy [I found] that not kings are signified through the appellation Hycoussos, but on the contrary captive shepherds are indicated. For Hycoussos in Egyptian, and hac aspirated, expressly denotes captives. And this seems to me rather more plausible, and clinging to ancient history. And these aforementioned kings, and those of the so-called shepherds, and those descended from them, he says ruled over Egypt for 11 years in addition to 500. And after these things, he says, there arose an uprising of the kings from the Thebaid and the rest of Egypt against the shepherds, and
PG 21:836Read from the page
πόλεμον συῤῥαγῆναι μέγαν καὶ πολυχρόνιον. Ἐπὶ δὲ βασιλέως, ᾧ ὄνομα εἶναι Μισφραγούθωσις, ἡττωμένους φησὶ τοὺς ποιμένας, καὶ ἐκ μὲν τῆς ἄλλης Αἰγύπτου ἐκπεσεῖν, κατακλεισθῆναι δὲ εἰς τόπον ἀρουρῶν ἔχοντα μυρίων τὴν περίμετρον. Αὔαρις ὄνομα τῷ τόπῳ· τοῦτόν φησιν ὁ Μάνεθως ἅπαντα τείχει τε μεγάλῳ καὶ ἰσχυρῷ περιβαλεῖν τοὺς ποιμένας, ὅπως τήν τε κτίσιν ἅπασαν ἔχωσιν ἐν ἐχυρῷ, καὶ τὴν λείαν τὴν ἑαυτῶν. Τὸν δὲ Μισφραγουθώσεως υἱὸν Θμούθωσιν, ἐπιχειρῆσαι μὲν αὐτοὺς διὰ πολιορκίαν ἑλεῖν κατὰ κράτος, ὀκτὼ καὶ τεσσαράκοντα μυριάσι στρατοῦ προσεδρεύσαντα τοῖς τείχεσιν· ἐπεὶ δὲ τὴν πολιορκίαν ἀπέγνω, ποιήσασθαι συμβάσεις, ἵνα τὴν Αἴγυπτον ἐκλιπόντες, ὅποι βούλονται, πάντες ἀβλαβεῖς ἀπέλθωσι. Τοὺς δὲ ἐπὶ ταῖς ὁμολογίαις πανοικεσίᾳ μετὰ τῶν κτήσεων, οὐκ ἐλάσσους μυριάδων ὄντας εἴκοσι τεσσάρων, ἀπὸ τῆς Αἰγύπτου τὴν ἔρημον εἰς Συρίαν διοδοιπορῆσαι. Φοβουμένους δὲ τὴν Ἀσσυρίων δυναστείαν (τότε γὰρ ἐκείνους τῆς Ἀσίας κρατεῖν), ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν οἰκοδομησαμένους, τοσαύταις μυριάσιν ἀνθρώπων ἀρκέσουσαν, Ἱεροσόλυμα ταύτην ὀνομάσαι. » Τούτοις ἑξῆς τὴν διαδοχὴν τῶν κατ' Αἴγυπτον βασιλέων μετὰ τοῦ χρόνου τῆς ἀρχῆς αὐτῶν ἀπαριθμησάμενος, ἐπιλέγει· « Ταῦτα μὲν ὁ Μάνεθως. Δῆλον δ' ἐστὶν, ἐκ τῶν εἰρημένων ἐτῶν τοῦ χρόνου συλλογισθέντος, ὅτι οἱ καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ καὶ ἐννενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν, ἐκ τῆς Αἰγύπτου ἀπαλλαγέντες, τὴν χώραν ταύτην ἀπῴκησαν, ἢ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι· καίτοι τοῦτον ἀρχαιότατον Ἀργεῖοι νομίζουσι. Δύο τοίνυν ὁ Μάνεθως ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν παρὰ τοῖς Αἰγυπτίοις γραμμάτων· πρῶτον μὲν τὴν ἑτέρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν, οὕτως ἀρχαίαν τοῖς χρόνοις ὡς ἐγγύς που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι χιλίοις. » Ἀλλὰ τὰ μὲν ἀπὸ τῆς Αἰγυπτιακῆς ἱστορίας ταύτῃ πη τῷ Ἰωσήπῳ κατὰ πλάτος ἀνιστόρηται· ἀπὸ δὲ τῆς Φοινίκων μάρτυσι χρησάμενος τοῖς τὰ Φοινικικὰ συγγραψαμένοις, παρίστησι τὸν ἐν Ἱεροσολύμοις νεὼν ὑπὸ Σολομῶνος τοῦ βασιλέως ᾠκοδομῆσθαι ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα καὶ τρισὶ, καὶ μησὶν ὀκτὼ, τοῦ κτίσαι Τυρίους Καρχηδόνα. Εἶτα μεταβὰς, καὶ ἀπὸ τῆς περὶ Χαλδαίων ἱστορίας τὰς περὶ τῆς Ἑβραίων ἀρχαιότητος παρατίθεται μαρτυρίας.
that a great and protracted war broke out. And in the time of a king whose name was Misphragouthosis, he says that the shepherds, being defeated, were driven out of the rest of Egypt, and were shut up in a place having a perimeter of ten thousand arourae. Avaris was the name of the place; all this, Manetho says, the shepherds surrounded with a great and strong wall, so that they might hold both their whole settlement in security and their own booty. And Thmouthosis the son of Misphragouthosis attempted to take them by storm on account of a siege, sitting down before the walls with four hundred and eighty thousand of an army; but when he despaired of the siege, he made terms, so that, leaving Egypt, they might all depart unharmed wherever they wished. And they, upon the agreements, with all their households and their possessions, being not fewer than two hundred and forty thousand, journeyed from Egypt across the desert into Syria. And fearing the dominion of the Assyrians (for at that time they ruled over Asia), having built a city in what is now called Judaea that would suffice for so many tens of thousands of men, they named it Jerusalem." Next after these things, having enumerated the succession of the kings in Egypt together with the time of their reign, he adds: "Thus far Manetho. And it is clear, when the time is reckoned up from the years mentioned, that those called shepherds, our ancestors, having departed out of Egypt, settled away in this country three hundred and ninety-three years before Danaus came to Argos; and yet the Argives account this man most ancient. Manetho, therefore, has borne witness for us to two very great things out of the writings among the Egyptians: first, the arrival into Egypt from elsewhere, and next, the departure from there, so ancient in its times as to precede the Trojan events by nearly a thousand years." Now the matters from Egyptian history have been recounted at length by Josephus in somewhat this way; and from that of the Phoenicians, making use as witnesses of those who compiled the Phoenician records, he shows that the temple in Jerusalem was built by Solomon the king one hundred and forty-three years and eight months earlier than the Tyrians founded Carthage. Then, passing on, from the history concerning the Chaldaeans also he adduces the testimonies concerning the antiquity of the Hebrews.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Ὡς ἁπάσης τῆς παρ' Ἑβραίοις ἱστοριας νεώτεροι τυγχάνουσι τῶν παρ' Ἕλλησι φιλοσόφων οἱ χρόνοι.
How the times of the philosophers among the Greeks happen to be more recent than all the history among the Hebrews.
Ἀλλὰ τί δεῖ πλῆθος ταῖς ἀποδείξεσιν ἐπισωρεύειν, τοῦ φιλαλήθους, ἀλλὰ μὴ φιλαπεχθήμονος καὶ τοῖς εἰρημένοις ἀρκουμένου, ποικίλην περιέχουσι τὴν περὶ
But what need is there to heap up a multitude upon the demonstrations, when the lover of truth, and not the lover of quarrel, is satisfied even with the things already said, containing as they do in varied form what concerns
Notes, col. 836

On the reading

Printed ἱστοριας, for ἱστορίας.