καιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω. Καὶ χρὴ τὸν νουνεχῆ συνιέναι μετὰ πάσης ἀκριβείας, ὅτι κατὰ τὴν τῶν Ἑλλήνων παράδοσιν οὐδ' ἱστορίας τις ἦν παρ' αὐτοῖς ἀναγραφή. Κάδμος γὰρ, ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδοὺς, μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη. Μετὰ δὲ Ἴναχον ὑπὸ Φορωνέως μόλις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέγονε, μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. Διόπερ εἰ κατὰ Ἴναχον πέφηνεν ὁ Μωσῆς γεγονὼς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις. Ἀποδείκνυται δὲ τοῦθ' οὕτως ἔχον ἀπό τε τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς, Μακεδονικῶν τε καὶ Πτολεμαϊκῶν, ἔτι δὲ καὶ Ἀντιοχικῶν. Ὅθεν εἰ κατὰ τὸν Ἴναχον αἱ διαφανέστατοι πράξεις παρ' Ἕλλησιν ἐγράφησάν τε καὶ γινώσκονται, δῆλον, ὡς καὶ μετὰ Μωσέα. Κατὰ μὲν γὰρ Φορωνέα τὸν μετ' Ἴναχον μνημονεύεται παρ' Ἀθηναίοις Ὤγυγος, ἐφ' οὗ κατακλυσμὸς ὁ πρῶτος· κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ' οὗ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἐπιμηθεὺς, καὶ Ἄτλας, καὶ ὁ διφυὴς Κέκροψ, καὶ ἡ Ἰώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις, καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε τοῦ Ἀμφικτύονος βασιλεία, καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία, καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ἥ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ, καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις, καὶ ἡ Τριπτολέμου γεωργία, καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία, Μίνωός τε βασιλεία· κατὰ δὲ Προῖτον, ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον, Πέλοπος ἀπὸ Φρυγίας διάβασις, καὶ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις, καὶ ὁ δεύτερος Κέκροψ, αἵ τε Περσέως πράξεις· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν Ἴλιον ἑάλω. Οὐκοῦν πέφηνεν ὁ Μωσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτατος ἡρώων, πόλεων, δαιμόνων. Καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν μᾶλλον ἤπερ τοῖς ἀπὸ πηγῆς ἀρυσαμένοις Ἕλλησιν, οὐ κατ' ἐπίγνωσιν, τἀκείνου δόγματα. Πολλοὶ γὰρ οἱ κατ' αὐτοὺς σοφισταὶ κεχρημένοι περιεργίᾳ, οἳ ὅσα παρὰ τῶν κατὰ Μωσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσοφούντων ἔγνωσαν, παραχαράττειν ἐπειράθησαν· πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δ' ὅπως τὰ ὅσα μὴ συνίεσαν, διά τινος ἐπιπλάστου ῥητολογίας παρακαλύπτοντες, ὡς μυθολογίαν τὴν ἀλήθειαν παραβραβεύσωσι. Περὶ μὲν οὖν τῆς καθ' ἡμᾶς πολιτείας, ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νόμους, ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι λόγιοι, καὶ πόσοι, καὶ τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ Θεοῦ δειχθήσεται· τὸ δὲ νῦν ἔχον, σπευστέον μετὰ πάσης ἀκριβείας σαφηνίζειν, ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ Μωσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων, Λίνου, Φιλάμμωνος, Θαμύριδος, Ἀμφίονος, Ὀρφέως, Μουσαίου, Δημοδόχου, Φημίου, Σιβύλλης,
teenth year of whose reign Ilium was captured. And the sensible man ought to understand with all accuracy that according to the tradition of the Greeks there was not even any record of history among them. For Cadmus, who handed down letters to the aforesaid people, arrived in Boeotia after many generations. And after Inachus, under Phoroneus, barely did a termination of their beastlike and nomadic life come about, and men were brought into order. Wherefore, if Moses has been shown to have lived in the time of Inachus, he is four hundred years older than the Trojan events. And that this is so is demonstrated from the succession of the Attic kings, and of the Macedonian and Ptolemaic, and furthermore of the Antiochene. Whence, if in the time of Inachus the most illustrious deeds among the Greeks were both written down and are known, it is clear that [they were so] also after Moses. For in the time of Phoroneus, who was after Inachus, Ogygus is mentioned among the Athenians, in whose time was the first flood; and in the time of Phorbas, Actaeus, from whom Attica [was called] Actaea; and in the time of Triopas, Prometheus and Epimetheus, and Atlas, and the double-natured Cecrops, and Io; and in the time of Crotopus, the conflagration in the time of Phaethon, and the deluge of rain in the time of Deucalion; and in the time of Sthenelaus, both the reign of Amphictyon, and the arrival of Danaus in the Peloponnese, and the founding of Dardania by Dardanus, and the carrying over of Europa from Phoenicia to Crete; and in the time of Lynceus, the abduction of Kore, and the founding of the precinct at Eleusis, and the husbandry of Triptolemus, and the arrival of Cadmus at Thebes, and the reign of Minos; and in the time of Proetus, the war of Eumolpus against the Athenians; and in the time of Acrisius, the crossing of Pelops from Phrygia, and the arrival of Ion at Athens, and the second Cecrops, and the deeds of Perseus; and in the reign of Agamemnon Ilium was captured. Therefore Moses has been shown from the aforesaid things at least to be the oldest of heroes, cities, daemons. And one ought to believe him who takes precedence in age rather than the Greeks, who drew his doctrines from the fountainhead without full knowledge. For many were the sophists among them who indulged in meddlesome curiosity, who attempted to counterfeit whatever things they came to know from those of Moses's school and from those who philosophized in like manner with him: first in order that they might be thought to say something of their own, and second so that, covering over through a certain fabricated rhetoric whatever things they did not understand, they might pervert the truth in judgement as mythology. Concerning, then, the polity among us, and the history according to our laws, and how many things the learned men among the Greeks have said, and how many and who those are who have made mention [of them], will be shown in the [discourse] against those who have pronounced concerning God; but for the present, we must hasten with all accuracy to make clear that Moses is older not only than Homer, but furthermore even than the writers before him: Linus, Philammon, Thamyris, Amphion, Orpheus, Musaeus, Demodocus, Phemius, the Sibyl,