ρείου τοῦ Περσῶν βασιλέως, καὶ τῆς κατ' αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεὼ, ἣ γέγονε μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ἰουδαίων ἔθνους· εὕροι ἂν ἀπὸ Τιβερίου ἐπὶ τὸ δεύτερον ἔτος Δαρείου ἔτη φμηʹ. Δαρείου μὲν γὰρ τὸ δεύτερον κατὰ τὸ πρῶτον ἔτος τῆς ξεʹ Ὀλυμπιάδος καταντᾷ· Τιβερίου δὲ τὸ πεντεκαιδέκατον τῆς Ῥωμαίων βασιλείας κατὰ τὸ δʹ τῆς σγʹ Ὀλυμπιάδος συμπίπτει. Γίνονται τοίνυν αἱ μεταξὺ Δαρείου τοῦ Πέρσου, καὶ Τιβερίου τοῦ Ῥωμαίων βασιλέως Ὀλυμπιάδες ρλζʹ, αἳ συνάγουσι χρόνον ἐτῶν φμηʹ, τετραετίας τῇ Ὀλυμπιάδι λογιζομένης. Ἐπεὶ δὲ κατὰ τὸ δεύτερον ἔτος Δαρείου τὸ ἑβδομηκοστὸν ὑπῆρχε τῆς ἐρημίας τοῦ ἐν Ἱεροσολύμοις νεὼ, καθὼς τὰ τῆς Ἑβραίων ἱστορίας παρίστησι, κἀντεῦθεν πάλιν ἀνατρεχόντων, ἀπὸ μὲν τοῦ δευτέρου ἔτους Δαρείου ἐπὶ τὴν πρώτην Ὀλυμπιάδα ἔτη συνάγοιτ' ἂν σνϛʹ, Ὀλυμπιάδες ξδʹ· τοσαῦτα δ' ἂν εὕροις τὰ ἀπὸ τοῦ ὑστάτου ἔτους τῆς ἐρημίας τοῦ δηλωθέντος ἱεροῦ ἐπὶ τὸ νʹ ἔτος Ὀζίου τοῦ τῶν Ἰουδαίων βασιλέως ἀνιὼν, καθ' ὃν προεφήτευον Ἠσαῖας καὶ Ὡσηὲ, ὅσοι τε τούτοις γεγόνασι σύγχρονοι· ὥστ' εἶναι τὴν πρώτην καθ' Ἕλληνας Ὀλυμπιάδα σύνδρομον τῷ προφήτῃ Ἠσαΐᾳ καὶ τοῖς τούτου συγχρόνοις. Πάλιν δὲ ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος, ἐπὶ τοὺς ἔμπροσθεν ἀνιὼν χρόνους, μέχρι τῆς Ἰλίου ἁλώσεως εὑρήσεις ἔτη συγκεφαλαιούμενα υηʹ, ὡς αἱ παρ' Ἕλλησι τῶν χρόνων ἀναγραφαὶ περιέχουσι. Καὶ καθ' Ἑβραίους, ἀπὸ πεντηκοστοῦ ἔτους Ὀζίου τοῦ Ἰουδαίων βασιλέως ἀνιὼν ἐπὶ τὸ τρίτον ἔτος Λαβδὼν παρ' Ἑβραίοις γενομένου κριτοῦ, τὸν ἴσον συνάξεις ἀριθμὸν ἐτῶν υηʹ· ὥστ' εἶναι τὴν Ἰλίου ἅλωσιν κατὰ τοὺς Λαβδὼν τοῦ κριτοῦ χρόνους, ἑπτὰ ἔτεσι πρότερον ἢ Σαμψὼν ἄρξαι Ἑβραίων, ὃν κατὰ τὴν τοῦ σώματος ἀλκὴν ἀνυπόστατον γενέσθαι φασὶν, ἐοικότα τῷ βοωμένῳ παρ' Ἕλλησιν Ἡρακλεῖ. Καὶ ἐντεῦθεν δὲ ἐπὶ τοὺς ἀνωτέρω βαδίζων, ἐν ταὐτῷ τε συναγαγὼν ἀριθμὸν ἐτῶν υʹ, εὕροις ἂν κατὰ μὲν Ἑβραίους Μωϋσέα, κατὰ δὲ Ἕλληνας Κέκροπα τὸν γηγενῆ. Κατώτερα δὲ τῶν Κέκροπος ἱστορεῖται χρόνων τὰ παρ' Ἕλλησι θαυμαζόμενα. Γίνεται γὰρ μετὰ Κέκροπα ὁ κατὰ Δευκαλίωνα κατακλυσμὸς, καὶ ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις, Ἐριχθονίου τε γένεσις, Κόρης τε ἁρπαγὴ, καὶ Δήμητρος μυστήρια, Ἐλευσινίων ἵδρυσις, Τριπτολέμου γεωργία, Εὐρώπης ὑπὸ Διὸς ἁρπαγὴ, Ἀπόλλωνος γένεσις, Κάδμου ἐπὶ Θήβας παρουσία, καὶ ἔτι τούτων νεώτεροι Διόνυσος, Μίνως, Περσεὺς, Ἀσκληπιὸς, Διόσκουροι, Ἡρακλῆς. Τούτων δ' ἁπάντων πρεσβύτερος γεγονὼς συνίσταται Μωϋσῆς, ὡς ἂν κατὰ Κέκροπα τὴν ἡλικίαν ἀκμάσας. Ἀπὸ δὲ Μωϋσέως πάλιν ἀνιὼν ἐπὶ τὸ πρῶτον ἔτος ζωῆς Ἀβραὰμ, εὑρήσεις ἔτη φεʹ· τοσαῦτα δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασιλείας, τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος, ἐπὶ Νῖνον ἥξεις τὸν Ασσύριον, ὃν πρῶτόν φασιν ἁπάσης τῆς Ἀσίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νῖνος ἐπώνυμος πόλις, ἣ Νινευῗ παρ' Ἑβραίοις ὠνόμασται, καθ' ὃν Ζωροάστρης ὁ Μάγος Βακτρίων ἐβασίλευσε. Νίνου δὲ
rius king of the Persians, and the restoration in his time of the temple in Jerusalem, which took place after the return of the nation of the Jews from Babylon, he would find from Tiberius to the second year of Darius 548 years. For the second [year] of Darius arrives at the first year of the 65th Olympiad; while the fifteenth [year] of Tiberius's reign over the Romans falls upon the 4th [year] of the 203rd Olympiad. There are, therefore, between Darius the Persian and Tiberius the king of the Romans, 137 Olympiads, which make up a period of 548 years, a four-year period being reckoned to the Olympiad. And since in the second year of Darius it was the seventieth [year] of the desolation of the temple in Jerusalem, just as the [records] of the history of the Hebrews set forth, as we again run back from that point too, from the second year of Darius to the first Olympiad there would be gathered 256 years, 64 Olympiads; and just so many you would find the [years] on ascending from the last year of the desolation of the aforesaid sanctuary to the 50th year of Ozias the king of the Jews, in whose time Isaiah and Hosea prophesied, and all those who were contemporaries with these; so that the first Olympiad among the Greeks is synchronous with the prophet Isaiah and his contemporaries. And again, ascending from the first Olympiad to the times before [it], as far as the capture of Ilium you will find the years summed up as 408, as the records of chronology among the Greeks contain. And according to the Hebrews, ascending from the fiftieth year of Ozias the king of the Jews to the third year of Labdon, who was a judge among the Hebrews, you will gather the equal number of 408 years; so that the capture of Ilium was in the times of Labdon the judge, seven years before Samson ruled over the Hebrews, whom they say to have been irresistible in strength of body, resembling Heracles who is celebrated among the Greeks. And proceeding from there too to the earlier [times], and gathering at the same point a number of 400 years, you would find among the Hebrews Moses, and among the Greeks Cecrops the earthborn. And the things marvelled at among the Greeks are recorded as later than the times of Cecrops. For after Cecrops occur the flood in the time of Deucalion, and the conflagration in the time of Phaethon, and the birth of Erichthonius, and the carrying off of Kore, and the mysteries of Demeter, the founding of the Eleusinian [rites], Triptolemus's husbandry, the carrying off of Europa by Zeus, the birth of Apollo, the arrival of Cadmus at Thebes, and still younger than these Dionysus, Minos, Perseus, Asclepius, the Dioscuri, Heracles. And Moses is shown to have existed elder than all these, inasmuch as he flourished in age in the time of Cecrops. And again, ascending from Moses to the first year of the life of Abraham, you will find 505 years; and counting off just so many in earlier time from the aforesaid year of the reign of Cecrops, you will come to Ninus the Assyrian, whom they say first held sway over all Asia except the Indians; after whom is named the city Ninus, which among the Hebrews has been named Nineveh, in whose time Zoroaster the Magian reigned over the Bactrians. And of Ninus