Migne Reading Room

PG 21 · cols. 645–656 · Read from the page

Preparation for the Gospel, Book VIII

Preparation for the Gospel, Book VIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:645Read from the page
γονται δέ τινες παρ' αὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπὲρ τετρακισχιλίους (κατ' ἐμὴν δόξαν, οὐκ ἀκριβεῖ τύπῳ διαλέκτου Ἑλληνικῆς), παρώνυμοι ὁσιότητος· ἐπειδὴ κἂν τοῖς μάλιστα θεραπευταὶ Θεοῦ γεγόνασιν, οὐ ζῶα καταθύοντες, ἀλλ' ἱεροπρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες. Οὗτοι τὸ μὲν πρῶτον κωμηδὸν οἰκοῦσι, τὰς πόλεις ἐκτρεπόμενοι διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας· εἰδότες ἐκ τῶν συνόντων, ὡς ἀπὸ ἀέρος φθοροποιοῦ νόσον ἐγγινομένην προσβολὴν ψυχαῖς ἀνίατον. Ὧν οἱ μὲν γεηπονοῦντες, οἱ δὲ τέχνας μετιόντες, ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιάζοντας ὠφελοῦσιν· οὐκ ἄργυρον καὶ χρυσὸν θησαυροφυλακοῦντες, οὐδ' ἀποτομὰς γῆς μεγάλας κτώμενοι, δι' ἐπιθυμίαν προσόδων, ἀλλ' ὅσα πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ἐκπορίζονται. Μόνοι γὰρ ἐξ ἁπάντων σχεδὸν ἀνθρώπων ἀχρήματοι καὶ ἀκτήματοι αὐτοὶ γεγονότες (ἐπιτηδεύσει τὸ πλεῖον ἢ ἐνδείᾳ εὐτυχίας), πλουσιώτατοι νομίζονται, τὴν ὀλιγοδέειαν καὶ εὐκολίαν, ὅπερ ἐστὶν, κρίνοντες περιουσίαν. Βελῶν, ἢ ἀκόντων, ἢ ξιφιδίων, ἢ κράνους, ἢ θώρακος, ἢ ἀσπίδος, οὐδένα παρ' αὐτοῖς ἂν εὕροις δημιουργὸν, οὐδὲ συνόλως ὁπλοποιὸν, ἢ μηχανοποιὸν, ἤ τι τῶν κατὰ πόλεμον ἐπιτηδεύοντα. Ἀλλ' οὐδ' ὅσα κατ' εἰρήνην εὐόλισθα εἰς κακίαν· ἐμπορίας γὰρ, ἢ καπηλείας, ἢ ναυκληρίας, οὐδ' ὄναρ ἴσασι, τὰς εἰς πλεονεξίας ἀφορμὰς ἀποδιοπεμπούμενοι. Δοῦλός τε παρ' αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ' ἐλεύθεροι πάντες, ἀνθυπουργοῦντες ἀλλήλοις, καταγινώσκουσί τε τῶν δεσποτῶν, οὐ μόνον ὡς ἀδίκων, ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως ἀναιρούντων, ἣ, πάντας ὁμοίως γεννήσασα καὶ θρέψασα μητρὸς τρόπον, ἀδελφοὺς γνησίους, οὐ λεγομένους, ἀλλ' ὄντας ὄντως ἀπειργάσατο· ὧν τὴν συγγένειαν ἡ ἐπίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν, ἀντ' οἰκειότητος ἀλλοτριότητα, καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη. Φιλοσοφίας τε τὸ μὲν λογικὸν, ὡς οὐκ ἀναγκαῖον εἰς κτῆσιν ἀρετῆς· τὸ δὲ φυσικὸν, ὡς μειζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, μετεωρολέσχαις ἀπολιπόντες, πλὴν ὅσον αὐτοῦ περὶ ὑπάρξεως Θεοῦ, καὶ τῆς τοῦ παντὸς γενέσεως φιλοσοφεῖται· τὸ ἠθικὸν εὖ μάλα διαπονοῦσιν, ἀλείπταις χρώμενοι τοῖς πατρῴοις νόμοις, οὓς ἀμήχανον ἀνθρωπίνην ἐπινοῆσαι ψυχὴν ἄνευ κατοχῆς ἐνθέου. Τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. Ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ' ἣν
men among them are called Essenes by name, in multitude above four thousand (in my opinion, not by an exact form of Greek speech), named by derivation from holiness; since even among the foremost they have become worshippers of God, not sacrificing animals, but deeming it right to render their own minds reverent and holy. These men, in the first place, dwell by villages, shunning the cities because of the habitual lawlessnesses of the citizens; knowing that from associates, as from a pestilential air, an incurable assault of disease is engendered in souls. Of whom some, tilling the soil, and others pursuing arts, as many as are fellow-workers of peace, benefit both themselves and their neighbours; not hoarding up silver and gold as treasure, nor acquiring great tracts of land through desire of revenues, but procuring whatsoever things pertain to the necessary wants of life. For having alone out of almost all men become themselves without money and without possessions (more by deliberate practice than by lack of good fortune), they are accounted wealthiest, judging frugality and contentedness, as indeed it is, to be abundance. Of arrows, or javelins, or daggers, or helmet, or breastplate, or shield, you would find no craftsman among them, nor at all an armourer, or maker of engines, or anyone practising aught of the things pertaining to war. Nay, nor even whatsoever things in peace easily slip into wickedness; for of commerce, or retail trade, or ship-owning, they know not even in a dream, banishing afar the starting-points unto covetousness. And there is not a single slave among them, rather all are free, ministering to one another in turn; and they condemn masters, not only as unjust, marring equality, but also as ungodly, abolishing the ordinance of nature, which, having begotten and nourished all alike after the manner of a mother, wrought them into genuine brothers, not so called in name, but truly being such; whose kinship treacherous covetousness, having prevailed over it, shook apart, working estrangement instead of intimacy, and enmity instead of friendship. And of philosophy, leaving the logical part, as unnecessary unto the acquisition of virtue, and the physical part, as greater than accords with human nature, to praters about things aloft—save so much of it as philosophizes concerning the existence of God and the generation of the universe—they thoroughly labour upon the ethical part, employing as trainers their ancestral laws, which it is impossible for a human soul to have devised without divine inspiration. These they are taught indeed during the rest of the time also, but on the seventh days extraordinarily. For the seventh day has been accounted sacred, on which
Notes, col. 645

On the reading

Printed μειζον, for μεῖζον.

PG 21:648Read from the page
τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαὶ, καθ' ἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατικῶς. Εἷς μέν τις τὰς βίβλους ἀναγινώσκει λαβὼν, ἕτερος δὲ τῶν ἐμπειροτάτων ὅσα μὴ γνώριμα παρελθὼν ἀναδιδάσκει· τὰ γὰρ πλεῖστα διὰ συμβόλων ἀρχαιοτρόπῳ ζηλώσει παρ' αὐτοῖς φιλοσοφεῖται. Παιδεύονται δὲ εὐσέβειαν, ὁσιότητα, δικαιοσύνην, οἰκονομίαν, πολιτείαν, καὶ ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγαθῶν, καὶ κακῶν, καὶ ἀδιαφόρων· αἱρέσεις ὧν χρὴ, καὶ φυγὰς τῶν ἐναντίων· νόμοις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ τε φιλοθέῳ καὶ φιλαρέτῳ, καὶ φιλανθρώπῳ. Τοῦ μὲν οὖν φιλοθέου δείγματα μυρία παρέχει ἡ παρ' ὅλον τὸν βίον συνεχὴς καὶ ἐπάλληλος ἁγνεία, τὸ ἀνώμοτον, τὸ ἀψευδὲς, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ Θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατὲς, τὸ καρτερικὸν, ἔτι δὲ ὀλιγοδέειαν, ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθὲς, καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου δείγματα, εὔνοια, ἰσότης, ἡ παντὸς λόγου κρείττων κοινωνία, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν. Πρῶτον τοίνυν οὐδενὸς ἑνὸς οἰκία τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι κοινὸν συμβέβηκε. Πρὸς γὰρ τῷ κατὰ θιάσους συνοικεῖν, ἀναπέπταται καὶ τοῖς ἑτέρωθεν ἀφικνουμένοις τῶν ὁμοζήλων. Εἶτ' ἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι· καὶ κοιναὶ μὲν ἐσθῆτες, κοιναὶ δὲ τροφαὶ, συσσίτια πεποιημένων. Τὸ γὰρ ὁμωρόφιον, ἢ ὁμοδίαιτον, ἢ ὁμοτράπεζον, οὐκ ἄν τις εὕροι παρ' ἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον, καὶ μήτε εἰκότως. Ὅσα γὰρ ἂν μεθ' ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτ' οὐ διαφυλάττουσιν, ἀλλ' εἰς μέσον προτιθέντες, κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ' αὐτῶν παρασκευάζουσιν ὠφέλειαν. Οἵ τε νοσοῦντες, οὐχ, ὅτι πορίζειν ἀδυνατοῦσιν, ἀμελοῦνται, πρὸς τὰς νοσηλείας ἐκ τῶν κοινῶν ἔχοντες ἐν ἑτοίμῳ, ὡς μετὰ πάσης ἀδείας ἐξ ἀφθονωτέρων ἀναλίσκειν. Αἰδὼς δ' ἐστὶ πρεσβυτέρων καὶ φροντὶς, οἵα γονέων ὑπὸ γνησίων παίδων, χερσὶ καὶ διανοίαις μυρίαις ἐν ἀφθονίᾳ τῶν γηροτροφουμένων. Τοιούτους ἡ δίχα περιεργίας Ἑλληνικῶν ὀνομάτων ἀθλητὰς ἀρετῆς ἀπεργάζεται φιλοσοφία, γυμνάσματα προτιθεῖσα τὰς ἐπαινετὰς πράξεις, ἐξ ὧν ἡ ἀδούλωτος ἐλευθερία βεβαιοῦται. Σημεῖον δὲ, πολλῶν κατὰ καιροὺς ἐπαναστάντων τῇ χώρᾳ δυναστῶν, καὶ φύσεσι καὶ προαιρέσεσι χρησαμένων διαφερούσαις. Οἱ μὲν γὰρ, εἰς τὸ ἀτίθασσον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες, ἢ καὶ ζῶντας ἔτι, μαγείρων τρόπον, κατὰ μέρη καὶ μέλη
abstaining from other works, coming to sacred places which are called synagogues, according to their ages the young sit in ranks below the elders, holding themselves attentive to hear with befitting order. One man indeed takes the books and reads, and another from among the most experienced comes forward and expounds whatsoever things are not familiar; for most things are philosophized among them through symbols with a zeal after the ancient manner. And they are instructed in piety, holiness, righteousness, household management, civic life, and the knowledge of things truly good, and evil, and indifferent; choices of what one ought, and avoidances of their opposites; employing threefold laws and canons: love of God, love of virtue, and love of mankind. Of love of God, then, myriad proofs are furnished by their continual and uninterrupted purity throughout the whole of life, their refraining from oaths, their truthfulness, their accounting the Divine to be the cause of all good things and of no evil thing; of love of virtue, their freedom from love of money, from love of glory, and from love of pleasure, their continence, their endurance, and moreover frugality, simplicity, contentedness, freedom from pride, lawfulness, steadfastness, and whatsoever things are of like character with these; and proofs of love of mankind are goodwill, equality, and fellowship surpassing all speech, concerning which it is not unseasonable to say a few words. First, then, no single man has any private house which does not happen to belong in common to all. For besides their dwelling together by companies, it stands open also to those of like zeal arriving from elsewhere. Next, there is one treasury of all, and common expenditures; and garments are common, and nourishment is common, since they have instituted common messes. For sharing the same roof, or the same way of life, or the same table, one would not find among others more firmly established in deed—and perhaps reasonably so. For whatsoever things after working through the day they receive for wages, these they do not keep to themselves, but setting them forth into the midst, they provide the benefit from them in common for those who wish to use them. And the sick are not neglected because they are unable to earn, having ready at hand from the common funds what pertains to tending in sickness, so as to spend with all freedom from fear out of ampler resources. And there is reverence and care for elders, such as for parents by genuine children, the aged being cherished in old age in abundance by myriad hands and minds. Such athletes of virtue does philosophy, apart from pedantry of Greek names, produce, setting before them praiseworthy actions as exercises, whereby unenslaved freedom is established. And a proof is this: though many rulers rose up against the country from time to time, employing differing natures and policies. For some of them, eager to surpass the fierceness of wild beasts unto untamableness, omitting nothing of what makes for cruelty, slaughtering their subjects in droves like victims, or even while still living, after the manner of butchers, part by part and limb by limb
PG 21:649Read from the page
κρεουργοῦντες, ἄχρι τοῦ τὰς αυτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης, οὐκ ἐπαύσαντο· οἱ δὲ, τὸ παρακεκινημένον καὶ λελυττηκὸς εἰς ἑτέρας εἶδος κακίας μεθαρμοσάμενοι, πικρίαν ἄλεκτον ἐπιτηδεύσαντες, ἡσυχῆ διαλαλοῦντες, ἠρεμαιοτέρας φωνῆς ὑποκρίσει βαρύμηνον ἦθος ὑποκρινόμενοι, κυνῶν ἰοβόλων τρόπον προσήναντες, ἀνιάτων γενόμενοι κακῶν αἴτιοι, κατὰ πόλεις μνημεῖα τῆς ἑαυτῶν ἀσεβείας καὶ μισανθρωπίας ἀπέλιπον, τὰς τῶν πεπονθότων ἀλήστους συμφοράς· ἀλλὰ γὰρ οὐδεὶς οὔτε τῶν σφόδρα ὠμοθύμων, οὔτε τῶν πάλαι δολερῶν καὶ ὑπούλων, ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων ἢ Ὁσίων ὅμιλον αἰτιάσασθαι. Πάντες δ' ἀσθενέστεροι τῆς τῶν ἀνδρῶν καλοκἀγαθίας γενόμενοι, καθάπερ αὐτονόμοις καὶ ἐλευθέροις οὖσιν ἐκ φύσεως, προσηνέχθησαν, ᾄδοντες αὐτῶν τὰ συσσίτια, καὶ τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, ἣ βίου τελείου καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα. » Τὰ μὲν οὖν τῆς φιλοσόφου παρὰ Ἰουδαίοις ἀσκήσεώς τε καὶ πολιτείας διὰ τῶνδε προκείσθω· τὰ δὲ τοῦ λοιποῦ βίου, ὃν δὴ τῷ πλήθει τοῦ παντὸς ἔθνους οἱ θεῖοι διηγόρευον νόμοι, τέθειται προλαβὼν ὁ λόγος. Τί δῆτα λείπεται ἐπὶ τούτοις ἢ καὶ τὰ τῆς τῶν νέων θεολογίας σύμφωνα ταῖς τῶν προπατόρων εὐσεβείαις παραστήσασθαι, ὡς ἂν καὶ τῆσδε τῆς ὑποθέσεως ἐντελὴς ἡμῖν ὁ λόγος ἀποδεδομένος εἴη; Ἐπεὶ τοίνυν τὰ τῆς ἐνθέου Γραφῆς λόγια πρόκειται διὰ τοῦ πρὸ τούτου συγγράμματος, φέρ' οὖν ἐπὶ τοῦ παρόντος τὰ τῆς διανοίας τῶν παρὰ Ἰουδαίοις σοφῶν ἐπαθρήσωμεν, ὡς ἂν μάθοιμεν, ὁποῖοί τινες καὶ ἐν τῇ θεολογίᾳ, κἂν τῇ περὶ λόγους ἀρετῇ, παῖδες Ἑβραίων γεγόνασι. Πάλιν οὖν τὸν Φίλωνα παριτέον ἀπὸ τοῦ πρώτου τῶν εἰς τὸν νόμον.
hacking them up like meat, did not cease until they underwent the same calamities at the hands of the justice that watches over human affairs; while others, having adapted their frenzied and rabid temper to another form of wickedness, having practised unspeakable bitterness, conversing quietly, dissembling a wrathful character under the pretence of a gentler voice, fawning after the manner of venomous hounds, having become authors of incurable evils, left behind throughout cities monuments of their own ungodliness and hatred of mankind, the unforgettable calamities of the sufferers; yet indeed no one, either of the exceedingly fierce-hearted, or of those of old deceitful and treacherous, was able to bring an accusation against the aforesaid company of the Essenes or Holy Ones. Rather, all proving weaker than the nobility and goodness of the men, dealt with them as being self-governing and free by nature, singing the praises of their common messes, and their fellowship surpassing all speech, which is the clearest proof of a perfect and exceedingly happy life." Let the matters, then, of philosophical discipline and way of life among the Jews be set forth through these words; while the matters of the rest of the way of life, which the divine laws expressly enjoined upon the multitude of the whole nation, our discourse has already set down beforehand. What then remains after these things save also to present the theology of the later writers as harmonious with the pious beliefs of their forefathers, so that of this theme also the account rendered by us may be complete? Since, therefore, the oracles of the inspired Scripture lie set forth through the treatise preceding this one, come then, for the present let us examine the thoughts of the wise men among the Jews, so that we may learn what manner of men the sons of the Hebrews have proved to be both in theology and in excellence concerning discourse. Again, then, we must bring forward Philo, from the first of his books on the Law.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Φίλωνος περὶ Θεοῦ, καὶ περὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον.
Of Philo concerning God, and concerning the world's being generated.
« Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τον κοσμοποιὸν θαυμάσαντες, τὸν μὲν ἀγέννητον τε καὶ ἀΐδιον ἀπεφήναντο, τοῦ Θεοῦ πολ-
"For some, having marvelled at the world more than at the Maker of the world, pronounced the former ungenerated and everlasting, while against God much
Notes, col. 649

On the reading

Printed αυτὰς, for αὐτὰς.

Printed ΚΓʹ, for ΙΓʹ.

Printed τον, for τὸν.

Printed ἀγέννητον τε, for ἀγέννητόν τε.

PG 21:652Read from the page
λὴν ἀπραξίαν ἀνάγνως καταψευσάμενοι· δέον ἔμπαλιν, τούτου τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς καταπλαγῆναι· τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοῦ μετρίου. Μωσῆς δὲ, καὶ φιλοσοφίας ἐπ' αὐτὴν φθάσας ἀκρότητα, καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς, ἔγνω, διότι ἀναγκαιότατόν ἐστιν, ἐν τοῖς οὖσι, τὸ μὲν εἶναι δραστήριον, ὃ τῶν ὅλων νοῦς ἐστιν εἰλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἐπιστήμη, καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ αὐτὸ τὸ καλόν· τὸ δὲ παθητικὸν, ἄψυχον, καὶ ἀκίνητον ἐξ αὐτοῦ, κινηθὲν δὲ, καὶ μετασχηματισθὲν, καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ, μετέβαλεν εἰς τὸ τελειότατον ἔργον τόνδε τὸν κόσμον· ὃν οἱ φάσκοντες ἀγέννητον, λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑποτεμνόμενοι, τὴν Πρόνοιαν. Τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν, αἱρεῖ λόγος. Καὶ γὰρ πατὴρ ἐκγόνων, καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς, καὶ ὅσα μὲν ἐπὶ ζημίᾳ, μηχανῇ πάσῃ διωθεῖται, ὅσα δὲ ὠφέλιμα καὶ λυσιτελῆ, πάντα τρόπον ἐκπορίζειν ἐπιποθεῖ. Πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. Περιμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς, ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζειν, τῷδε τῷ κόσμῳ, τὴν φόβον, ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ' οὗ πάντα οἰκονομεῖσθαι καὶ πρυτανεύεσθαι θέμις. Ἀλλ' ὅ γε μέγας Μωσῆς, ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγέννητον (πᾶν γὰρ τὸ αἰσθητὸν, ἐν γενέσει καὶ μεταβολαῖς, οὐδέποτε κατὰ ταυτὸν ὂν), τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν, ὡς ἀδελφὸν καὶ συγγενῆ, ἀϊδιότητα, τῷ δ' αἰσθητῷ οἰκεῖον ὄνομα ἐπεφήμισεν. Ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γεννητός· ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ, μάλα σεμνῶς θεολογήσας.» Ταῦτα μὲν οὖν περὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον. Ὁ δὲ αὐτὸς ἀνὴρ καὶ περὶ τοῦ προνοίᾳ διοικεῖσθαι τὸ πᾶν, ἐν τῷ Περὶ προνοίας, νεανικώτατα διέξεισι, τὰς τῶν ἀθέων ἀντιθέσεις προτάξας, καὶ πρὸς αὐτὰς ἑξῆς ἀποκρινάμενος. Καὶ τούτων δὲ, εἰ καὶ μακρότερα δόξειεν, ἀλλ' ὡς ἀναγκαῖα, τὰ πλεῖστα συντεμὼν, ἐκθήσομαι. Κατασκευάζει δὲ τὸν λόγον τοῦτον τὸν τρόπον.
[great] inactivity, unholily making this false charge; whereas, on the contrary, they ought to have been struck with awe at His powers as Maker and Father, and not to have extolled the world beyond due measure. But Moses, both having attained to the very summit of philosophy, and having been taught by divine oracles the most numerous and most cohesive principles of the things of nature, recognized that it is most necessary that among existing things there be, on the one hand, an active cause, which is the Mind of the universe, purest and most unmixed, superior to knowledge, and superior to the good itself and the beautiful itself; while, on the other hand, the passive part, lifeless and motionless of itself, when moved, shaped, and endowed with soul by the Mind, changed into that most perfect work, this world; and those who assert that it is unbegotten fail to notice that they are cutting away the most beneficial and most indispensable of the incentives to piety, namely Providence. For reason proves that the Father and Maker cares for what has come into being. For indeed a father aims at the preservation of his offspring, and an artificer at that of the things he has wrought, and by every device wards off whatever tends towards harm, while whatever is beneficial and profitable he longs in every way to provide. But towards that which has not come into being there is no kinship on the part of him who has not made it. And it is a contentious and unprofitable doctrine to establish anarchy, as in a city, in this world, having neither fear, nor arbiter, nor judge, by whom it is right that all things should be administered and governed. Yet the great Moses, deeming the unbegotten to be utterly foreign to the visible (for everything perceptible by the senses, existing in generation and changes, never remains in the same state), assigned to the invisible and intelligible, as akin and cognate to it, eternity, while upon the perceptible he bestowed a fitting name. Since, therefore, this world is both visible and perceptible by the senses, it must necessarily also be begotten; whence not beside the mark did he also record its generation, discoursing of God with great solemnity." Thus much, then, concerning the world's being begotten. And the same man, in his treatise On Providence, sets forth most vigorously also that the universe is governed by providence, first marshalling the objections of the godless, and then replying to them in order. Of these passages too, even if they should seem somewhat long, yet because they are necessary, I shall abridge the greater part and set them forth. And he frames his argument in the following manner.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Τοῦ αὐτοῦ περὶ τοῦ προνοίᾳ Θεοῦ διοικεῖσθαι τὸν κόσμον.
Of the same, on the world's being governed by the providence of God.
« Πρόνοιαν εἶναι λέγεις ἐν τοσαύτῃ τῶν πραγμά-
"Do you say that providence exists in so great
Notes, col. 652

On the reading

Printed τὴν φόβον, for τὸν φόβον.

PG 21:653Read from the page
των ταραχῇ καὶ συγχυσει; Τί γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον διατέτακται; τί μὲν οὖν οὐκ ἀταξίας γέμει καὶ φθορᾶς; Ἢ μόνος ἀγνοεῖς, ὅτι τοῖς μὲν κακίστοις καὶ πονηροτάτοις ἄφθονα ἐπικωμάζει τὰ ἀγαθὰ, πλοῦτος, εὐδοξία, τιμαὶ παρὰ τοῖς πλήθεσιν· ἡγεμονία πάλιν, ὑγεία, εὐαισθησία, κάλλος, ἰσχὺς, ἀπόλαυσις ἡδονῶν ἀκώλυτος, διά τε παρασκευῶν περιουσίαν, καὶ διὰ τὴν εἰρηνικωτάτην σώματος εὐμοιρίαν; οἱ δὲ φρονήσεως καὶ ἀρετῆς ἁπάσης ἐρασταί τε καὶ ἀσκηταὶ πάντες εἰσὶν, ὀλίγου δέω φάναι, πένητες, ἀφανεῖς, ἄδοξοι, ταπεινοί; Ταῦτα εἰς ἀνασκευὴν καὶ μυρία ἄλλα πλείω τούτων εἰπὼν, ἑξῆς ἐπιλύεται τὰς ἀντιθέσεις διὰ τούτων· Οὐ τύραννος ὁ Θεὸς, ὠμότητα καὶ βίαν, καὶ ὅσα δεσπότης ἀνημέρου ἀρχῆς ἔργα ἐπιτετηδευκὼς, ἀλλὰ βασιλεὺς, ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν, μετὰ δικαιοσύνης τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον βραβεύει. Βασιλεῖ δὲ οὐκ ἔστι πρόσρησις οἰκειοτέρα πατρός. Ὅ γὰρ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν, πρὸς δὲ κόσμον ὁ Θεὸς, δύο κάλλιστα φύσεως θεσμοῖς ἀκινήτοις, ἀδιαλύτῳ ἑνώσει ἁρμοσάμενος, τὸ ἡγεμονικὸν μετὰ τοῦ κηδεμονικοῦ. Καθάπερ οὖν τῶν ἀσώτων υἱέων οὐ περιορῶσιν οἱ τοκέες, ἀλλὰ τῆς ἀτυχίας οἶκτον λαμβάνοντες περιέπουσι καὶ τημελοῦσι, νομίζοντες ἐχθρῶν ἀσπόνδων ἔργον εἶναι κακοπραγίαις ἐπεμβαίνειν, φίλων δὲ καὶ συγγενῶν ἐπελαφρίζειν τὰ πταίσματα. Πολλάκις δὲ καὶ τούτοις μᾶλλον ἢ τοῖς σώφροσιν ἐπιδαψιλευόμενοι χαρίζονται, σαφῶς εἰδότες, ὡς ἐκείνοις μὲν ἄφθονος εἰς εὐπορίαν ἀφορμὴ πάρεστιν ἡ σωφροσύνη, τοῖς δ' ἐλπὶς μία, οἱ γονεῖς, ἧς εἰ σφαλεῖεν, ἀπορήσουσι καὶ τῶν ἀναγκαίων· τὸν αὐτὸν τρόπον καὶ ὁ Θεὸς, λογικῆς συνέσεως πατὴρ ὢν, ἁπάντων μὲν τῶν λογικοῦ μεμοιραμένων κήδεται, προμηθεῖται δὲ καὶ τῶν ὑπαιτίως ζώντων, ἅμα μὲν καιρὸν εἰς ἐπανόρθωσιν αὐτοῖς διδοὺς, ἅμα δὲ καὶ τὴν ἵλεων φύσιν αὐτοῦ μὴ ὑπερβαίνων, ἧς ὀπαδὸς ἀρετὴ καὶ φιλανθρωπία γέγονεν ἐπαξία τὸν
turmoil and confusion of affairs? For what among the things of human life is set in order? Nay rather, what is not full of disorder and ruin? Or are you alone ignorant that upon the worst and most wicked men good things pour in revelry without stint—wealth, high repute, honours among the multitudes; sovereignty again, health, keenness of sense, beauty, strength, unhindered enjoyment of pleasures, both through abundance of resources and through a most peaceful happy state of body—whereas the lovers and practisers of wisdom and of every virtue are all, I might almost say, poor, obscure, inglorious, lowly?" Having said these things by way of refutation, and countless others besides these, he next resolves the objections in these words: "God is not a tyrant, having practised cruelty and violence and all the deeds that belong to a despot of savage rule, but as a King, invested with a gentle and lawful sovereignty, with justice He governs the whole heaven and world. And for a king there is no form of address more fitting than father. For what parents are to children in family relationships, that a king is to a city, and God is to the world, having joined together by immovable ordinances of nature, in an indissoluble union, two most noble things, authority to rule together with guardian care. Just as, therefore, parents do not neglect spendthrift sons, but taking pity on their misfortune cherish and tend them, deeming it the work of irreconcilable enemies to trample upon misfortunes, but of friends and kinsfolk to lighten stumbles—and oftentimes they bestow favours even more lavishly upon these than upon the temperate, knowing clearly that for the latter temperance is present as an abundant resource for prosperity, whereas for the former there is a single hope, their parents, and if they should fail of this, they will lack even necessities—in the very same way God also, being the Father of rational intelligence, cares for all those who have received a share of reason, and exercises forethought even for those who live blameworthily, at once granting them time for amendment, and at the same time not transgressing His merciful nature, whose attendant, goodness and love of mankind, is worthy to
Notes, col. 653

On the reading

Printed συγχυσει, for συγχύσει.

Printed Ὅ γὰρ, for Ὃ γὰρ.

PG 21:656Read from the page
θεῖον περιπολεῖν κόσμον. Ἕνα μὲν δὴ λόγον τοῦτον, ὦ ψυχὴ, δέξαι τέως αὐτοῦ παρακαταθήκην, ἕτερον δὲ συνῳδὸν καὶ ἐναρμόνιον αὐτῷ τοιόνδε. Μὴ τοσοῦτόν ποτε ψευσθείση τῆς ἀληθείας, ὡς εὐδαίμονά τινα τῶν φαύλων εἶναι νομίσαι, κἂν πλουσιώτερος μὲν ᾖ Κροίσου, Λυγκέως δ' ὀξυωπέστερος, ἀνδρειότερος δὲ τοῦ Κροτωνιάτου Μίλωνος, καλλίων δὲ Γανυμήδους,
traverse the divine world. Receive, then, O soul, this one argument for the present as a deposit concerning it, and another accordant and harmonious with it, as follows. Never stray so far from the truth as to suppose any of the base to be happy, even if he be richer than Croesus, sharper-sighted than Lynceus, braver than Milo of Croton, and fairer than Ganymede,
Ὃν καὶ ἀνηρείψαντο θεοὶ, Διὶ οἰνοχοεύειν,
Whom the gods also caught up, to pour wine for Zeus,
Κάλλεος εἵνεκα οἷο.
For the sake of his own beauty.
Τὸν γοῦν ἴδιον δαίμονα, λέγω δὲ τὸν ἑαυτοῦ νοῦν, μυρίων ὅσων δεσποτῶν δοῦλον ἀποφήνας, ἔρωτα, ἐπιθυμίας, ἡδονῆς, φόβου, λύπης, ἀφροσύνης, ἀκολασίας, δειλίας, ἀδικίας, οὐκ ἂν εἶναί ποτε δύναιτο εὐδαίμων, κἂν οἱ πολλοὶ, σφαλλόμενοι κρίσεως ἀληθοῦς, νομίζωσι, δεκασθέντες ὑπὸ κακοῦ διδύμου, τύφου καὶ κενῆς δόξης, δεῖν παρασαλεῦσαι καὶ παραγαγεῖν ἀνερματίστους ψυχὰς, περὶ ἃ κηραίνει γένος τὸ πλεῖστον ἀνθρώπων. Εἰ μέντοι, τὸ τῆς ψυχῆς ὄμμα τείνας, βουληθείης περιαθρῆσαι Θεοῦ πρόνοιαν, ὡς ἔνεστιν ἀνθρωπίνῳ λογισμῷ, τρανωτέραν τὴν τοῦ πρὸς ἀλήθειαν ἀγαθοῦ λαβὼν φαντασίαν, γελάσῃ τὰ παρ' ἡμῖν, ἃ τέως ἐθαύμαζες. Ἀεὶ γὰρ ἀπουσίᾳ τῶν κρειττόνων τιμᾶται τὰ χείρονα, τὴν ἐκείνων κληρονομοῦντα τάξιν· ἐπιφανέντα δὲ, ὑποστέλλει, δευτερείοις ἄθλων ἀρκούμενα. Καταπλαγεὶς οὖν τὸ θεοειδὲς ἐκεῖνο ἀγαθόν τε καὶ καλὸν, πάντως ἐννοήσεις, ὅτι παρὰ Θεῷ τῶν εἰρημένων πρότερον οὐδὲν καθ' ἑαυτὸ τῆς ἀγαθῆς μοίρας ἠξίωται. Διότι τὰ μὲν ἀργύρου μέταλλα καὶ χρυσοῦ γῆς ἐστιν ἡ φαυλοτάτη μοῖρα, τῆς πρὸς καρπῶν ἀνειμένης γένεσιν ὅλῳ καὶ τῷ παντὶ λειπομένη. Οὐ γὰρ ἔσθ' ὅμοιον τροφῆς, ἧς ἄνευ ζῆν ἀδύνατον, εὐπορία χρημάτων. Μία τούτων ἐστὶ βάσανος ἐναργεστάτη, λιμὸς, ᾧ τὸ πρὸς ἀλήθειαν ἀναγκαῖον καὶ χρήσιμον δοκιμάζεται. Θησαυροὺς γὰρ τοὺς πανταχοῦ πάντας ἀντικαταλλάξαιτ' ἄν τις βραχείας ποτὲ τροφῆς ἄσμενος. Ὅταν δὲ ἡ τῶν ἀναγκαίων ἀφθονία, μυρίῳ φθορᾶς ἀκατασχέτῳ πλήθει ῥυεῖσα, κατὰ πόλεις ἀναχέηται, τοῖς τῆς φύσεως ἀγαθοῖς ἐντρυφῶντες, ἐπ' αὐτῶν μόνων οὐκ ἀξιοῦμεν ἵστασθαι, κόρον ὑβριστὴν ἡγεμόνα τοῦ βίου ποιησάμενοι, ἀργύρου τε καὶ χρυσοῦ κτήσεσιν ἐπαποδύντες, ἅπασι, παρ' ὧν ἄν τι κερδανεῖν ἐπελπίσωμεν, κοινώμεθα, καθάπερ τυφλοὶ, μηκέτι τῇ διανοίᾳ βλέποντες ὑπὸ φιλαργυρίας, ὅτι γῆς εἰσιν ὄγκοι περὶ
Having rendered, at any rate, his own guardian spirit—I mean his own mind—a slave to countless masters, love, desire, pleasure, fear, grief, folly, licentiousness, cowardice, injustice, he could never be happy, even though the multitude, erring from true judgement and bribed by a twin evil, pride and empty opinion, suppose that one must unsettle and lead astray unballasted souls towards the things over which the greatest part of mankind pines away. Yet if, straining the eye of the soul, you should wish to survey the providence of God, so far as lies within human reasoning, once you have gained a clearer conception of that which is truly good, you will laugh at the things among us which hitherto you admired. For always in the absence of better things the worse are honoured, inheriting their rank; but when the better have appeared, they shrink back, content with second prizes. Struck with awe, therefore, at that godlike good and beauty, you will surely perceive that before God none of the things mentioned earlier is deemed worthy on its own account of the portion of the good. Because mines of silver and gold are the most worthless portion of earth, falling utterly and altogether short of that which is given over to the production of fruits. For abundance of riches is not like nourishment, without which it is impossible to live. Of these there is one clearest touchstone, famine, whereby what is truly necessary and useful is tested. For one would gladly at some time exchange all the treasures everywhere for a little food. But when the abundance of necessities, flowing in a vast, irrepressible flood of ruin, pours out through the cities, luxuriating in the goods of nature we do not deign to stop at them alone, but making insolent satiety the guide of life, and stripping for the acquisition of silver and gold, we make common cause with all from which we may hope to gain anything, like blind men no longer seeing with the understanding by reason of love of money that they are lumps of earth, over
Notes, col. 656

On the reading

Printed ψευσθείση, for ψευσθείης.

Printed ἔρωτα, for ἔρωτος.