Migne Reading Room

PG 21 · cols. 529–540 · Read from the page

Preparation for the Gospel, Book VII

Preparation for the Gospel, Book VII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:529Read from the page
ταῖς τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ. Ὅτι δὴ καὶ τοῦτο Μωϋσέως ἦν αὐτοῦ καὶ τῶν μετέπειτα προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωϋσέως νόμιμά τε καὶ διατάγματα, ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς Καινῆς δηλαδὴ Διαθήκης, τῆς διὰ τοῦ Σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέλους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται. Ἀλλ' ἐπειδὴ τὴν τῶν πρὸ Μωϋσέως Ἑβραίων βίον ἐν ὀλίγῳ διεληλύθαμεν, καὶ τόν γε τῆς κατ' αὐτοὺς εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ τὸν δογματικὸν αὐτῶν τρόπον, ἀπό τε τῆς Μωϋσέως γραφῆς καὶ τῶν μετ' αὐτὸν προφητῶν ἐπισκέψασθαι.
endures in accordance with the voices of their own prophets. For indeed this too was an oracle of Moses himself and of the prophets after him, that the customs and ordinances of Moses should not fail before the things of Christ should appear, namely those of the New Covenant, which has been proclaimed through our Saviour to all the nations; which things also reached their fulfilment here, just as has also been proclaimed. But since we have briefly gone through the life of the Hebrews before Moses, and have set forth the character of the piety among them, it is time also to examine their dogmatic manner, both from the writing of Moses and from the prophets after him.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Περὶ τῶν παρ' Ἑβραίοις δογματικῶν θεωρημάτων.
On the dogmatic teachings among the Hebrews.
Πρῶτος δ' οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος θεολόγος τε καὶ νομοθέτης, πολιτείαν εὐσεβείᾳ προσήκουσαν διὰ τῆς οἰκείας γραφῆς τῷ Ἰουδαίων ἔθνει προκαταβαλλόμενος, οὐ τοῖς κοινοῖς καὶ πεπατημένοις ᾠήθη δεῖν χρήσασθαι προοιμίοις τῶν λόγων· προλαβὼν δὲ πάντα νόμον πρακτικὸν τῶν ποιητέων, καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν, τάς τε δημοτελεῖς καὶ πολιτικὰς περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων διατάξεις, ἀπὸ τῆς πατρίου θεολογίας δεῖν ᾤετο τῆς θεολογίας ἄρξασθαι, καὶ τὴν καταρχὴν ποιήσασθαι τῆς διδασκαλίας, οὐδὲ ἑτέραν μάθησιν οἰκείαν νόμοις
First of all, therefore, that wondrous theologian and lawgiver himself, laying down beforehand through his own writing a polity befitting piety for the nation of the Jews, did not think it right to use the common and trodden prefaces of discourses; but anticipating every practical law of things to be done, and prohibitory of things not to be done, and the public and civil ordinances concerning contracts with one another, he thought it right to begin his theology from the ancestral theology, and to make the beginning of his teaching, nor any other learning proper to laws
Notes, col. 529

On the reading

Printed τὴν, for τὸν.

PG 21:532Read from the page
εὐσεβείᾳ προσήκουσαν ἡγησάμενος ἢ τὴν ἄνωθεν ἐκ προπατόρων εἰς αὐτὸν ἥκουσαν θεολογίαν. Ἄρχεται τοίνυν ἀπὸ Θεοῦ κατὰ τὰ πάτρια τῆς τῶν προγόνων Ἑβραίων θεολογίας· οὐχὶ φίλον Αἰγυπτίοις καὶ Φοίνιξιν ἦν, ἢ τοῖς λοιποῖς ἔθνεσιν εἰς πλῆθος καταβάλλουσι τὴν σεβάσμιον προσηγορίαν, θεούς τε ὁρωμένους μὲν τοὺς κατ' οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους τοὺς ἐξ ἀνθρώπων κατοιχομένους, ἢ καὶ τοὺς χθονίους καὶ ἀερίους δαίμονας, κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα. Ἀλλὰ γὰρ ἀπὸ τοῦ πάντων αἰτίου, ἀοράτων τε καὶ ὁρατῶν δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος, νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινος μεγαλοπόλεως τοῦ κόσμου βασιλέα καταστήσας. Παιδεύει τοιγαροῦν ἀρχόμενος, τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοὺς μικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων. Βασιλέα γὰρ αὐτὸν καὶ νομοθέτην τοῦ σύμπαντος κόσμου παριστᾷ.
deeming befitting to piety than the theology that had come down to him from above from his forefathers. He begins accordingly from God, in accordance with the ancestral traditions of the theology of his Hebrew progenitors: not [as] was dear to the Egyptians and Phoenicians, or to the rest of the nations who cast the venerable appellation down into a multitude, and account the luminaries in heaven to be visible gods, and those departed from among men, or else the earthly and aerial demons, to be unseen and invisible ones, in accordance with what has previously been refuted by us. On the contrary, having made the beginning of his whole discourse from the Cause of all things, the Creator of things both invisible and visible, he teaches that This One is lawgiver of the constitution of the universe, having established Him as king of the cosmos as of some single great city. He teaches therefore at the outset to regard This One as being author and Lord not only of the laws that were a little later to be ordained towards them for men, but also of those in the nature of the whole. For he presents Him as King and Lawgiver of the entire cosmos.
ΚΕΦΑΛΛΙΟΝ Ιʹ.
Chapter X.
Περὶ τῆς καθόλου προνοίας, καὶ περὶ τῆς συστάσεως, καὶ δημιουργίας τοῦ κόσμου.
Concerning universal providence, and concerning the constitution and creation of the cosmos.
Νεύματι μὲν γὰρ αὐτοῦ καὶ δυνάμει, τὴν τῶν ἁπάντων οὐσίωσιν γεγονέναι, νόμοις δὲ καὶ ὅροις πάλιν αὐτοῦ, ὁδῷ καὶ τάξει τὸν σύμπαντα διακυβερνᾶσθαι αἰῶνα. Λόγῳ μὲν γὰρ καὶ νόμῳ Θεοῦ πρῶτον ἁπάντων οὐρανὸν ἐστερεῶσθαι, καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν φύσιν λεπτομερεστέροις τῶν στοιχείων παρὰ φύσιν ἐπαιωρεῖσθαι. Λόγῳ δὲ καὶ νόμῳ θείῳ νυκτὸς καὶ ἡμέρας τὸν ἀμοιβαῖον ἀνακυκλεῖσθαι δρόμον· λόγῳ Θεοῦ καὶ νόμῳ καὶ αὐτὸν ἥλιον καὶ σελήνην, καὶ τὴν τῶν λοιπῶν ἀστέρων χορείαν, ἐν πρέποντι κόσμῳ τὴν προσήκουσαν ἐξανύειν πορείαν· νόμῳ δὲ τοῦ παμβασιλέως τροπῶν ἀλλαγὰς, καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ τε κύκλους, καὶ τὰς ἐτησίους ὥρας τῇ παναρμονίῳ τοῦ παντὸς ἀποπληροῦσθαι συμφωνίᾳ· νόμῳ Θεοῦ χειμῶνα μὲν ὑποχωρεῖν ἔαρι, τοῦτο δὲ ταῖς ἄγχιστα τῶν ὡρῶν τροπαῖς· καὶ θαλάττης δὲ βυθοὺς, ταῖς χειμαδίοις πλημμυρίσιν ἐπικυματίζοντας, νόμῳ θείῳ τοῖς οἰκείοις ἐναποκεκλεῖσθαι πελάγεσι, ὡς μηδὲ τοὺς ὅρους τῶν ἱερῶν νόμων ὑπερβαίνειν τολμᾷν· καὶ τὴν ξηρὰν οὐσίαν ὀμβρίοις νάμασι καὶ νιφετοῖς νόμῳ θείῳ πάλιν συμμέτρως ἐπιχορηγουμένοις, ἀρδομένην τὴν γῆν, μυρία γένη φυτῶν τε καὶ ζώων ἀναδιδόναι· ἑνί τε λόγῳ, τὴν παμμήτορα τῶν ὅλων φύσιν, προστάγματι Θεοῦ δεδουλωμένην, νόμοις θείοις ὑπείκειν καὶ τῇ τοῦ πανηγεμόνος Θεοῦ βουλῇ. Μὴ γὰρ εἰκῆ, μηδ' ὡς ἔτυχε, μηδ' αὐτομάτῳ καὶ ἀλόγῳ φορᾷ συνεστάναι τὸν τηλικοῦτον διάκοσμον, μηδ' ἀναιτίου φύσεως ἔργον τυγχάνειν τὸ μέγα τοῦτο καὶ περικαλλὲς τεχνούργημα·
For [he teaches] that by His nod and power the bringing into essence of all things came to be, and again by His laws and bounds the entire age is steered in due course and order: for by the word and law of God heaven first of all was made firm, and the heavy and solid mass of earth, contrary to its own nature, is suspended contrary to nature upon the finer of the elements; and by the divine word and law the alternate course of night and day revolves in a circle; by the word and law of God both the sun itself and the moon, and the choir of the remaining stars, accomplish in fitting order their appointed journey; and by the law of the All-King the alternations of solstices, and changes of seasons, and cycles of the year, and the annual times are fulfilled in the all-harmonious concord of the universe; by the law of God winter gives way to spring, and this to the nearest turns of the seasons; and the depths of the sea also, surging with wintry floods, are shut up by divine law within their own expanses, so as not even to dare to transgress the bounds of the sacred laws; and the dry substance, the earth watered by rainy streams and snowfalls supplied again in due measure by divine law, sends up countless kinds both of plants and of living creatures; and in a single word, nature, the all-mother of the whole, enslaved to the ordinance of God, yields to the divine laws and to the counsel of God the Ruler of all. For not at random, nor as it chanced, nor by a spontaneous and irrational motion has so great an ordered world been constituted, nor does this great and all-beauteous work of art happen to be the work of an uncaused nature;
Notes, col. 532

On the reading

Printed ΚΕΦΑΛΛΙΟΝ, for ΚΕΦΑΛΑΙΟΝ.

PG 21:533Read from the page
ὀλλ' εἶναι μὲν ποίημα τοῦ πανσόφου τῶν ὅλων ἀρχιτέκτονος, τοῦ δὲ αὐτοῦ λόγοις καὶ νόμοις ἱεροῖς διακυβερνᾶσθαι. Ἔνθεν ἀρξάμενος ὁ προφήτης, καὶ πρὸ τῆς ἀνθρώπων νομοθεσίας τοὺς περὶ τῆς τῶν ὅλων φύσεως προστάξας νόμους, πρώτιστα πάντων προσέχειν τῷ παμβασιλεῖ Θεῷ καὶ ἀποῤῥαθυμεῖν αὐτοῦ τῶν νόμων παρεκελεύσατο· ὅτι δὴ καὶ αὐτὸς ἥλιος, οὐρανός τε καὶ κόσμος, γῆ τε καὶ τὰ ἐπὶ γῆς ἅπαντα, ὅσα τε ἔργα φύσεως εἶναι νενόμισται, ἐντολαῖς αὐτοῦ καὶ διατάξεσιν, ἱεροῖς τε νόμοις καὶ λόγοις δουλεύει. Διὸ καὶ μᾶλλον χρῆναι τὸ ἀνθρώπειον γένος, οὐ σμικρὸν μέρος τυγχάνον τοῦ παντὸς, κατὰ τὸ ἀκόλουθον τοῖς θείοις προσανέχειν διατάγμασι, μηδ' ἐλαττοῦσθαι τῶν κατὰ μέρος στοιχείων. Γῇ μὲν γὰρ ἐν ἀρχῇ νομοθετῆσαι τὸν φήσαντα· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν·» τὴν δὲ, ἅμα λόγῳ τὸ εὐπειθὲς ἐπιδεικνυμένην τῷ νόμῳ, οὔ πω καὶ εἰς δεῦρο τῆς θείας παραμελῆσαι διατάξεως. Οὕτω δὲ καὶ τὴν ὑγρὰν οὐσίαν, φήσαντος τοῦ Θεοῦ· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ,» ἅμα λόγῳ τοὔργον ἀποδοῦναι, ὁρᾶσθαί τε εἰσέτι δεῦρο τῷ νόμῳ παρέχουσαν τὸ πειθήνιον. Εἰ δὲ δὴ καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρες, τοῦ θείου νόμου καὶ αὐτοῖς διωρισμένου, τοὺς οἰκείους ἀποδιδόναι δρόμους, εἶναί τε καὶ εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτοὺς, οὐ παραμελοῦσι τῆς νομοθεσίας· τίς ἂν ἔτι σοι λείποιτο συγγνώμης ἀποφυγὴ, τῶν θείων κατολιγωροῦντι νόμων; Ταῦτα προπαιδεύσας ὁ θαυμάσιος, ἡμᾶς τε εἷλε, καὶ τῆς οἰκείας θεογνωσίας τε καὶ εὐσεβείας εἰκότως ζηλωτὰς κατεστήσατο, ὅτι μηδὲν τούτοις ὅμοιον παρὰ τοῖς τῶν προδηλωθέντων ἐθνῶν θεολόγοις εὑρεῖν δεδυνήμεθα. Μετὰ δὲ τὴν πρώτην θεολογίαν μέτεισιν ἐπὶ τὸ δεύτερον δόγμα φυσικὸν ὁμοῦ καὶ φιλόσοφον. Μετὰ γοῦν τὴν περὶ Θεοῦ γνῶσιν, τήν τε περὶ ὅλων διακόσμησιν, τάξει πρόεισιν ἐπὶ τὸ καὶ τῇ φύσει δεύτερον. Τοῦτο δ' ἦν τὸ περὶ φύσεως ἀνθρώπου, ὅτι δὴ μετὰ Θεοῦ γνῶσιν ἀναγκαῖον γνῶναί τινα ἑαυτόν. Διόπερ ἑξῆς παιδεύει, τί ἄνθρωπος, καὶ τί τὸ προάγον αὐτὸν εἰς γνῶσιν καὶ εὐσέβειαν Θεοῦ, τίς τε ἡ κατὰ τὸ προηγούμενον ἀνθρώπου ζωή. Διελόμενος δῆτα τὸν περὶ ψυχῆς καὶ σώματος λόγον, ἐν ψυχῇ μὲν ὁρίζεται τὸν ἀληθῆ ἄνθρωπον, νοερᾶς οὐσίας, καὶ ἀσωμάτου, καὶ λογικῆς μέτοχον, ὡς ἂν κατ' εἰκόνα Θεοῦ δεδημιουργημένον· σῶμα δὲ γεῶδες εἶναι περίβλημα ψυχῆς· τρίτον δὲ τούτοις προστίθησι, πνοὴν ζωῆς ἑνωτικήν τινα, καὶ τοῦ ἀπὸ γῆς ληφθέντος τῷ κατ' εἰκόνα Θεοῦ πεποιημένῳ, συναπτικὴν δύναμιν. Καὶ τὴν πρώτην γε τοῦ δηλουμένου ἀνδρὸς διατριβὴν ἐν τρισμακαρίῳ Θεοῦ παραδείσῳ ἀθανάτων καὶ αἰωνίων ἀγαθῶν ἔμπλεῳ γεγονέναι ἱστορεῖ. Νόμῳ δὲ Θεοῦ καὶ τοῦτον ὁμοίως τοῖς ἄλλοις ἐν ἀρχαῖς τοῦ παντὸς ὑποβληθέντα, δι' ἀπροσεξίαν, καὶ τῆς θείας ἐντολῆς παράβασιν τῆς τριποθήτου στερηθῆναι ζωῆς. Ταῦτά τοι ὁ Μωϋσῆς ἐν προοιμίοις τῶν ἱερῶν νόμων φιλοσοφεῖ, μονονουχὶ
rather, it is on the one hand a work of the all-wise Architect of the whole, and on the other hand is steered by His words and sacred laws. Having begun from this point, the prophet, having set forth in advance of the legislation for men the laws concerning the nature of the whole, exhorted first of all to give heed to God the All-King and [not] to grow remiss concerning His laws: seeing that the sun itself, and heaven and cosmos, earth and all things upon earth, and whatsoever things have been accounted works of nature, serve His commandments and ordinances, and His sacred laws and words. Wherefore all the more ought the human race, being no small part of the universe, in due consequence to devote itself to the divine ordinances, and not fall short of the particular elements. For to the earth in the beginning He Who spoke gave law: "Let the earth put forth herb of grass, sowing seed according to kind, and fruit-bearing tree making fruit;" and she, concurrently with the word displaying obedience to the law, has never yet even to this day neglected the divine ordinance. And so too the moist substance, when God spoke: "Let the waters bring forth creeping creatures of living souls, and winged creatures flying along the firmament of heaven," concurrently with the word rendered the deed, and is seen still to this day rendering obedience to the law. Now if indeed sun, and moon, and stars, the divine law having been appointed for them also to render their proper courses, and to be for signs, and for seasons, and for days, and for years, do not neglect the legislation, what refuge of pardon could still be left for you, when you slight the divine laws? Having given this preliminary instruction, the marvellous man both won us over and reasonably rendered us zealous followers of his own knowledge of God and piety, because nothing like these things have we been able to find among the theologians of the aforesaid nations. And after the first theology he passes on to the second doctrine, at once physical and philosophical. After the knowledge concerning God, then, and the ordering of the whole, he proceeds in order to what is second by nature as well. And this was that concerning the nature of man, seeing that after the knowledge of God it is necessary that one know oneself. Wherefore next he instructs what man is, and what leads him forward to the knowledge and piety of God, and what is man's primary life. Distinguishing accordingly the account concerning soul and body, in the soul on the one hand he defines the true man, partaking of an intellectual, and incorporeal, and rational essence, inasmuch as created according to the image of God; and that the earthly body is a vesture of the soul; and third to these he adds a breath of life as a certain unifying and connecting power of that taken from earth with that made according to the image of God. And he relates that the first abode of the man indicated was in the thrice-blessed paradise of God, full of immortal and eternal goods; and that he too, having been subjected to the law of God in the beginnings of the universe in like manner to the rest, through heedlessness and transgression of the divine commandment was deprived of that thrice-desired life. These things indeed Moses philosophizes in the prefaces of the sacred laws, all but
Notes, col. 533

On the reading

Printed ὀλλ', for ἀλλ'.

PG 21:536Read from the page
προκηρύττων μὴ παραμελεῖν τῆς οἰκείας ἀξίας, καὶ ἧς ἐτύχομεν πρὸς τὸ Θεῖον ἀφομοιώσεως, ἐξ ἧς ἡμῖν καὶ τὸ ἀθάνατον τῆς ψυχῆς προσκεκληρῶσθαι. Μὴ γὰρ δὴ θεμιτὸν εἶναι βασιλέως ἀφανίζεσθαι εἰκόνα· εἶναι δὲ ἀρχέτυπον καὶ ἀληθῆ τοῦ Θεοῦ τῶν ὅλων εἰκόνα, τὸν αὐτοῦ Λόγον, αὐτοσοφίαν τυγχάνοντα, καὶ αὐτοζωὴν, καὶ φῶς, καὶ ἀλήθειαν, καὶ εἴ τι καλὸν καὶ ἀγαθόν τις ἐπινοήσειεν· εἰκόνα δὲ εἰκόνος, τὸν ἀνθρώπειον νοῦν, παρ' ὃ καὶ κατ' εἰκόνα Θεοῦ γεγονέναι ἀνωμολόγηται. Ἀναγκαῖα δὲ ταῦτα εἶναι ᾤετο προπαιδεύεσθαι τοὺς μέλλοντας ἱεροῖς προσανέχειν νόμοις, μνημονεύειν τε, τί τὸ ἀπὸ γῆς ληφθὲν αὐτοῖς, καὶ εἰς γῆν αὖθις ἀναλυθησόμενον, καὶ τί τὸ ἐν ἡμῖν κρεῖττον καὶ Θεῷ ἐμφερὲς, ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων προσφέρεσθαι, μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν εἰς τὸν κατ' εἰκόνα τοῦ Θεοῦ ἄνθρωπον, μηδέ γε αὐτὸν ῥυπαίνειν αἰσχραῖς καὶ παρανόμοις πράξεσι, φέρειν δὲ διαπαντὸς τῆς πρώτης καὶ τρισμακαρίας ἐκείνης διατριβῆς τε καὶ ζωῆς τὸν πόθον, καὶ σπεύδειν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν, ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις, καὶ μὴ κεκαθαρμένοις, τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ πρῶτος δι' ἀπροσεξίαν, θείας καταφρονήσας ἐντολῆς, ἀποπέπτωκεν. Ἐπὶ τούτοις ὁ ἱεροφάντης προστίθησιν ἄλλο συνεκτικώτατον δόγμα, μὴ ἀμφιγνοεῖν διδάσκων, ὅτι δὴ πάρεστί τις ἑκάστῳ πονηρὸς δαίμων ἔφεδρος, βάσκανος καὶ μισόκαλος, καὶ τῆς ἀνθρώπων ἀρχῆθεν ἐπίβουλος σωτηρίας. Δράκοντα δὲ τοῦτον καὶ ὄφιν ὀνομάζει, μέλανά τε καὶ σκότους οἰκεῖον, ἰοῦ τε καὶ κακίας πλήρη· ὃν καί φησι φθόνῳ τῆς ἡμετέρας ἐνθέου ζωῆς ὑποσκελίζειν εἰσέτι καὶ νῦν, καὶ ὑποσύρειν ἕκαστον τῶν τῷ Θεῷ προσανεχόντων πειρᾶσθαι· τούτου δ' ἀπάτῃ καὶ τοὺς προπάτορας ἡμῶν τοῦ γένους τῆς θειοτέρας λήξεως ἐκπεσεῖν. Διὸ καὶ χρῆναι διαπαντὸς ἐγρηγορέναι πρὸς τὰς τοῦ δηλωθέντος κακοτέχνους ῥᾳδιουργίας. Καὶ τί χρὴ ταῦτα προσλαμβάνειν, δέον ἤδη ποτὲ καὶ ἐξ αὐτῶν τῶν ἐγγράφων ἕκαστα διελθεῖν τῶν διηγορευμένων; Ἀρξώμεθα δὴ πρῶτον ἀπὸ Θεοῦ, βοηθὸν αὐτὸν ἐν πρώτοις διὰ τοῦ Σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι.
proclaiming beforehand not to neglect our own dignity, and the likeness to the Divine which we obtained, from which immortality of the soul also has been allotted to us. For indeed it is not lawful that a king's image be effaced; and the archetypal and true image of the God of the whole is His Word, Who is very wisdom, and very life, and light, and truth, and whatsoever fair and good thing anyone might conceive; while an image of the Image is the human mind, on account of which it is also acknowledged to have come into being according to the image of God. And he thought it necessary that those about to devote themselves to sacred laws should be instructed beforehand in these things, and should remember what it is in them that was taken from earth and will be resolved again into earth, and what is the better part in us and like unto God, and how one ought to comport oneself towards each of the two things mentioned, and neither insult nor act impiously against the man who is according to the image of God, nor yet defile him with shameful and lawless deeds, but ever bear a longing for that first and thrice-blessed abode and life, and hasten to run back again, making it their prayer to attain to that first and thrice-blessed life and dignity; nay more, to prepare themselves already from here for the departure thither, since neither is it otherwise possible for the profane and unpurified to set foot upon those sacred precincts from which even the first man, through heedlessness having despised the divine commandment, fell away. Unto these the hierophant adds another most comprehensive doctrine, teaching not to doubt that there is present beside each person a certain evil demon lying in wait, envious and hating what is good, and from the beginning a plotter against the salvation of men. And he names him dragon and serpent, dark and akin to darkness, full of venom and wickedness; who, he also says, out of envy of our godly life still even now trips up and endeavours to drag away each of those who devote themselves to God; and by his deceit the forefathers also of our race fell from the more divine portion. Wherefore also one must ever keep watch against the evil-contrived knaveries of the one indicated. Yet why should we take up these things, when we ought now at last to go through each of the things set forth from the written records themselves? Let us begin then first from God, having first of all invoked Him as helper through our Saviour.
PG 21:537Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Ἑβραίων δόξα περὶ Θεοῦ, τοῦ πρώτου τῶν ὅλων αἰτίου.
The opinion of the Hebrews concerning God, the First Cause of all things.
Τὴν μὲν δὴ τῆς θεολογίας ἀρχὴν, ἀπὸ τῆς τῶν ὅλων ποιητικῆς τε καὶ δημιουργικῆς δυνάμεως ἀρχόμενος ὁ κατ' αὐτοὺς λόγος, παρίστησιν οὐ συλλογισμοῖς, οὐδὲ πιθανολογίαις, δογματικώτερον δὲ καὶ διδασκαλικώτερον, ἐπιθεάζων τῷ ἁγίῳ Πνεύματι· ὑφ' οὗ θεοφορούμενος, ὧδέ πως ὁ Μωϋσῆς ἀπήρξατο τῆς θεολογίας· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Εἶτά φησιν· «Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Καὶ πάλιν· «Εἶπεν ὁ Θεὸς, Γενηθήτω στερέωμα, καὶ ἐγένετο.» Καὶ πάλιν· «Εἶπεν ὁ Θεὸς, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο.» Καὶ αὖθις· «Εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτοὺς, καὶ ἐγένετο.» Καὶ πάλιν· «Εἶπεν ὁ Θεὸς, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγένετο.» Καὶ πάλιν· «Ἐξαγαγέτω ἡ γῆ τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς κατὰ γένος, καὶ ἐγένετο.» Ἐν δὴ τούτοις φάσκουσα ἡ Γραφὴ, «Εἶπεν ὁ Θεὸς,» τὸ θεῖον νεῦμα καὶ τὸ ὡδί πως γενέσθαι τὰ ὄντα βουληθῆναι τὸν Θεὸν παρίστησιν, οὐ μὴν δὲ φωνῇ καὶ συλλαβαῖς φάναι αὐτὸν ἐπινοεῖν ἀναγκαῖον. Ἀλλὰ τὸν πάντα λόγον ἀνακεφαλαιούμενος, «Αὕτη,» φησὶ, «ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς.» Τοιαύτη μὲν ἡ καθ' Ἑβραίους θεολογία, λόγῳ Θεοῦ δημιουργικῷ τὰ πάντα συνεστάναι παιδεύουσα. Ἔπειτα δὲ οὐχ ὧδε ἔρημον ὡς ὀρφανὸν ὑπὸ πατρὸς καταλειφθέντα τὸν σύμπαντα κόσμον ὑπὸ τοῦ συστησαμένου διδάσκει, ἀλλ' εἰς τὸ ἀεὶ ὑπὸ τῆς τοῦ Θεοῦ προνοίας αὐτὸν διοικεῖσθαι, ὡς μὴ μόνον δημιουργὸν εἶναι τῶν ὅλων καὶ ποιητὴν τὸν Θεὸν, ἀλλὰ καὶ σωτῆρα, καὶ διοικητὴν, καὶ βασιλέα, καὶ ἡγεμόνα, ἡλίῳ αὐτῷ, καὶ σελήνῃ, καὶ ἄστροις, καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ δι' αἰῶνος ἐπιστατοῦντα, μεγάλῳ τε ὀφθαλμῷ καὶ ἐνθέῳ δυνάμει πάντ' ἐφορῶντα, καὶ τοῖς πᾶσιν οὐρανίοις τε καὶ ἐπιγείοις ἐπιπαρόντα, καὶ τὰ πάντα ἐν κόσμῳ διατάττοντά τε καὶ διοικοῦντα. Ὥσπερ οὖν ἀμέλει καὶ οἱ μετὰ ταῦτα προφῆται, ἀκόλουθα καὶ αὐτοὶ θειάζοντες, τοτὲ μὲν ἀνεφώνουν ἐξ αὐτοῦ τοῦ θείου λέγοντες προσώπου· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐ γνώσομαι αὐτό; Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.» Τοτὲ δὲ ὧδέ πη θεολογοῦντες· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δραχί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Καὶ πάλιν· «Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ δια-
The beginning of theology, then, the teaching among them — starting from the productive and creative power of the whole — sets forth not by syllogisms, nor by plausible arguments, but in a more doctrinal and didactic manner, speaking under inspiration by the Holy Spirit; borne by Whom as by God, Moses began his theology somewhat thus: "In the beginning God made the heaven and the earth." Then he says: "God said, Let there be light, and there was light." And again: "God said, Let there be a firmament, and it was so." And again: "God said, Let the earth put forth herb of grass, sowing seed according to kind and according to likeness, and fruit-bearing tree making fruit, whose seed is in it, according to kind upon the earth, and it was so." And again: "God said, Let there be luminaries in the firmament of heaven, so as to shine upon the earth, and let them be for signs, and for days, and for years, and it was so." And again: "God said, Let the waters bring forth creeping creatures of living souls according to kind, and all the winged creatures of heaven according to kind, and it was so." And again: "Let the earth bring forth four-footed creatures, and creeping things, and wild beasts of the earth according to kind, and it was so." Now in these words, when Scripture says, "God said," it sets forth the divine nod and that God willed things that exist to come to be in such wise, and yet it is not necessary to suppose that He spoke by voice and syllables. Rather, summing up the whole account, "This," he says, "is the book of the generation of heaven and earth, in the day in which God made the heaven and the earth, and all the things in them." Such indeed is the theology among the Hebrews, instructing that all things have been constituted by the creative word of God. Next it teaches that the entire cosmos was not thus left desolate by Him Who constituted it, like an orphan left behind by a father, but that forevermore it is governed by the providence of God, so that God is not only Creator and Maker of the whole, but also Saviour, and Governor, and King, and Ruler, presiding forever over the sun itself, and moon, and stars, and the entire heaven and cosmos, and overseeing all things with great eye and divine power, and being present unto all things both heavenly and earthly, and ordering and governing all things in due order. Just as doubtless the prophets after these things also, themselves likewise uttering inspired truths in accord herewith, at one time proclaimed aloud speaking from the Divine Person itself: "I am a God drawing near, says the Lord, and not a God from afar off. If a man shall do anything in secret places, shall I also not know it? Do not I fill the heaven and the earth? says the Lord." And at another time theologizing somewhat thus: "Who measured the water with His hand, and the heaven with a span and all the earth with a handful? Who set the mountains by weight, and the glens in a balance? Who knew the mind of the Lord, and who became His counsellor?" And again: "He Who set the heaven as a vault, and stretched
PG 21:540Read from the page
τείνας ὡς σκηνὴν κατοικεῖν.» Καὶ αὖθις· «Ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε, τίς κατέδειξε ταῦτα πάντα.» Καὶ ἑξῆς· «Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν, ἐγὼ Κύριος ὁ Θεός.» Καὶ ἑξῆς· «Ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν· ἐγὼ Κύριος ὁ Θεός· οὐχ ἔστι πλὴν ἐμοῦ.» Καὶ πάλιν· «Οὕτως ἐρεῖτε αὐτοῖς· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς, καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ· ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.» Καὶ πάλιν· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ κρυβῶ; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει· εἰ ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με.» Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια τῶν μετὰ Μωϋσέα θεολόγων, τῶν δὴ καὶ αὐτῶν Ἑβραίων, τυγχάνει, συνῳδὰ τοῖς παλαιτάτοις προπάτορσι θεολογούντων· τῶν δέ γε πρὸ Μωϋσέως θεοφιλῶν καὶ τρισμακαρίων ἀνδρῶν, τῶν δὴ καὶ πρώτων Ἑβραίων, αὐτοῦ τε πρώτου πάντων Ἀβραὰμ, ὃς καὶ προπάτωρ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀνείρηται, ἄκουε. «Εἶπε δὲ Ἀβραὰμ πρὸς βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ πρό γε τοῦ Ἀβραὰμ εἰσάγεται ὁ Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, τὸν Ἀβραὰμ εὐλογῶν τούτοις τοῖς ῥήμασιν· «Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ εὐλογητὸς ὁ Θεὸς, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἔτι πρὸς τούτοις ὁ λόγος τὸν Ἀβραὰμ εἰσάγει τῷ οἰκείῳ τοιάδε προσδιαλεγόμενον· «Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ, καὶ τὸν Θεὸν τῆς γῆς.» Καὶ ἐπιλέγει· «Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην.» Ἐπὶ πᾶσι τούτοις ἐν τῇ πρὸς αὐτὸν Μωϋσέα θεοφανείᾳ, πυθομένῳ τῷ Μωϋσῇ, τίνα χρὴ τὸν Θεὸν ἡγεῖσθαι, φησὶν ὁ χρησμός· «Ἐγώ εἰμι ὁ ὤν· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.» Ταῦτα μὲν οὖν ἀπὸ μυρίων ὅσων τῆς Ἑβραίων θεολογίας ἐκκείσθω. Ἆρ' οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν αὐτοὺς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας, τῶν μὲν μηδ' ὅλως εἶναι Θεὸν ἀποφηναμένων, τῶν δὲ τοὺς ἀστέρας εἶναι φασκόντων, οὓς καὶ μύδρους τυγχάνειν διαπύρους, ἥλων καὶ πετάλων δίκην ἐμπεπηγότας τῷ οὐρανῷ· τῶν δὲ πῦρ εἶναι τεχνικὸν ὁδῷ βαδίζον· καὶ τῶν μὲν μὴ προνοίᾳ Θεοῦ διοικεῖσθαι τὸν κόσμον, φύσει δέ τινι ἀλόγῳ· τῶν δὲ,
out as a tent to dwell in." And again: "Lift up your eyes on high, and see Who displayed all these things." And next: "The Lord God Who made the heaven, and fixed it, Who made firm the earth and the things in it, and gives breath to the people upon it, and spirit to those who tread it, I am the Lord God." And next: "I stretched out the heaven alone, and made firm the earth; I am the Lord God; there is none beside Me." And again: "Thus you shall say to them: Let the gods who did not make the heaven and the earth perish from the face of the earth, and from underneath the heaven. The Lord Who made the earth in His strength; He set upright the inhabited world in His wisdom, and in His understanding He stretched out the heaven, and brought up clouds from the extremity of the earth; He made lightnings into rain, and brought forth winds out of His treasuries. Every man has been made foolish from knowledge." And again: "Whither shall I go from Thy Spirit, and from Thy face whither shall I hide? If I ascend into heaven, Thou art there; if I make my bed in Hades, Thou art present; if I should take up my wings at dawn, and encamp at the uttermost parts of the sea, even there in truth Thy hand shall guide me." Now these sayings and those like them belong to the theologians after Moses, themselves also Hebrews, theologizing in harmony with their most ancient forefathers; but listen also to the God-beloved and thrice-blessed men before Moses, who were indeed the first Hebrews, and first of all to Abraham himself, who has also been proclaimed forefather of the entire nation of the Jews: "And Abraham said to the king of Sodom: I will stretch out my hand unto God the Most High, Who created the heaven and the earth." And even before Abraham, Melchizedek is introduced as priest of God the Most High, blessing Abraham in these words: "Blessed be Abraham by God the Most High, Who delivered your enemies subject into your hands; and blessed be God, Who created the heaven and the earth." Still further besides these, the account introduces Abraham conversing thus with his household servant: "Put your hand under my thigh, and I will adjure you by the Lord, the God of heaven, and the God of the earth." And he adds: "The Lord, the God of heaven, and the God of the earth, Who took me out of the house of my father, and out of the land in which I was born." On top of all these, in the theophany to Moses himself, when Moses inquired Whom one ought to deem God to be, the oracle says: "I am He Who is; thus you shall say to the sons of Israel: He Who is has sent me to you." Let these things, then, out of countless multitudes from the theology of the Hebrews be set forth. Is it worthy, then, in comparison to set beside them the theologies of the wise Greeks, some of whom declared that God does not exist at all, while others assert that the stars are [gods], which they also say are red-hot masses of metal, fixed fast in heaven after the manner of nails and plates; and others that He is a designing fire proceeding by a regular path; and some that the cosmos is governed not by the providence of God, but by a certain irrational nature; while others,
Notes, col. 540

On the reading

Printed οὐχ ἔστι, for οὐκ ἔστι.

Printed αὐτοὺς, for αὐτοῖς.