Migne Reading Room

PG 21 · cols. 517–528 · Read from the page

Preparation for the Gospel, Book VII

Preparation for the Gospel, Book VII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:517Read from the page
επήκοοι ὄντες, ἐλεύθερον καὶ ἀνειμένον εὐσεβείας κατώρθουν τρόπον, βίῳ μὲν τῷ κατὰ τὴν φύσιν κεκοσμημένοι, ὡς μηδὲν νόμων δεῖσθαι τῶν ἀρξάντων αὐτῶν δι' ἄκραν ψυχῆς ἀπάθειαν, γνῶσιν δὲ ἀληθῆ τῶν περὶ Θεοῦ δογμάτων ἀνειληφέναι. Ἀλλὰ γὰρ τῶνδε τοῦτον εἰρημένων τὸν τρόπον, ὥρα καὶ διὰ τῶν ἐγγράφων ἐλθεῖν.
hearing as they were, rightly achieved a free and unrestrained manner of piety, adorned on the one hand with the life according to nature, so as to have no need of laws to rule over them because of supreme passionlessness of soul, and having received on the other hand true knowledge of the doctrines concerning God. But now that these matters have been spoken in this manner, it is time also to go through the written records.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ὡς αὐτὸς ὁ Μωσῆς Ἑβραίων τῶν πρὸ τῆς ἡλικίας αὐτοῦ τῇ οἰκείᾳ καταβέβληται γραφῇ τοὺς βίους.
How Moses himself in his own scripture has set down the lives of the Hebrews before his own age.
Ὁ τοίνυν μέγας θεολόγος Μωσῆς, Ἑβραῖος ὢν ἐξ Ἑβραίων, εἴ καί τις ἄλλος, εὖ τε τὰ πάτρια ἐξεπιστάμενος, ὡς ἐν προοιμίοις τῶν ἱερῶν νόμων τοὺς τῶν προπατόρων Ἑβραίων βίους μνήμαις ἀνεξαλείπτοις παραδέδωκεν, ὧν τε ἀγαθῶν οὗτοι παρὰ Θεοῦ ἠξιοῦντο, καὶ αὖ πάλιν ἄλλων ἀθέων τε καὶ ἀσεβῶν τρόπους τε καὶ τιμωρίας, ἀναγκαῖον ἡγησάμενος ὑπάρξειν τοῦτο τοῖς μέλλουσιν τοὺς αὐτοῦ νόμους παιδεύεσθαι μάθημα, εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων ὁμοιοτροπίας, καὶ εἰς προτροπὴν τοῦ τῶν εὐσεβῶν βίου. Χρῆν δὲ καὶ ἄλλως μὴ ἀγνοεῖν, ὅτι δὴ φθάσαντες, καὶ πρὸ τῶν ἐγγράφων αὐτοῦ νόμων, πλείους ἤδη τῶν προπατόρων ὀρθοῖς λογισμοῖς θεοσεβείας ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι Θεοῦ, καὶ προφῆται χρηματίσαντες, αἰωνίας ἔτυχον παρ' αὐτῷ μνήμης, ὧν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι τούτους, οἷς τοὺς νόμους διετάττετο. Διὸ καὶ μᾶλλον χρῆναι αὐτοὺς, ἀπογόνους θεοφιλῶν καὶ δικαίων ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσεβείας ζηλωτὰς ἀναδειχθῆναι, σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι παρὰ Θεοῦ τυχεῖν· ἀλλὰ μὴ ἀποναρκῆσαι, μηδ' ἀποκνῆσαι ὡς ἐπ' ἀδυνάτοις, τῆς τῶν ἀγαθῶν ἐλπίδος ἑαυτοὺς ἀπογνόντας· δυνατὰ γὰρ εἶναι, καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα· ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν, καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν, ὥσπερ ἐν εἰκόσι γραφῆς διατυπούμενος.
The great theologian Moses, then, being a Hebrew of Hebrews, and knowing well the ancestral traditions if anyone else did, as in the preambles of the sacred laws handed down to indelible remembrances the lives of the forefather Hebrews, both what good things these men were counted worthy of from God, and again in turn the manners and punishments of other godless and impious men, having deemed that this would be a necessary lesson for those about to be instructed in his laws, both towards shunning likeness of manner with the base, and towards exhortation to the life of the pious. And besides, it was needful not to be ignorant that already beforehand, even prior to his written laws, very many of the forefathers by right reasonings were adorned with the virtue of godliness; who, having been styled both friends of God and prophets, obtained eternal remembrance with Him, from whom neither were those men alien in race for whom he was ordaining the laws. Wherefore all the more ought they, having been born descendants of God-beloved and righteous men, to show themselves zealous emulators of the piety of their forefathers, and to hasten to obtain from God the same things as those who begot them; and not to grow numb, nor shrink back as before things impossible, despairing for themselves of the hope of good things; for they were possible, and had been completely achieved by their own forefathers; whose images also he handed down to those being instructed in divine things, recounting the lives of the ancients, and delineating, as though in painted likenesses, the peculiar virtue of each single one.
PG 21:520Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Ὡς εὐλόγῳ κρίσει καὶ σώφρονι λογισμῷ τὴν περὶ τῶνδε ἱστορίαν παρεδεξάμεθα· καὶ ἐπιδρομὴ τῶν κατὰ τοὺς δηλουμένους βίων, τῶν τε πρὸ τοῦ κατακλυσμοῦ θεοφιλῶν ἀνδρῶν καὶ τῶν μετὰ ταῦτα μέχρι τῆς Μωσέως γενεᾶς διαρκεσάντων.
That with reasonable judgement and sober reckoning we have accepted the history concerning these men; and a brief survey of the lives of the men aforesaid, both of the God-beloved men before the flood and of those after these things who endured down to the generation of Moses.
Καὶ τούτων δὲ οὐδὲν ἐμποδὼν μὴ οὐχὶ διὰ βραχέων ἐπιδραμεῖν τὴν ἱστορίαν. Πρὸ μὲν οὖν τοῦ κατακλυσμοῦ, ὥσπερ ἡ αὐτοῦ Μωσέως περιέχει γραφή· δεῖ δέ που, ὡς οἶμαι, μὴ ἄλλοθεν ἢ πάλιν οἴκοθεν τὰ Ἑβραίων πάτρια διασκοπῆσαι, ἐπεὶ καὶ τὰ Αἰγύπτια παρ' Αἰγυπτίων, καὶ τὰ Φοινίκων παρὰ τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἑλλήνων παρὰ τῶν ἐν τούτοις διαφανῶν, τά τε φιλοσόφων παρὰ τῶν φιλοσόφων, ἀλλ' οὐ παρὰ τῶν ἀπείρων φιλοσοφίας. Πόθεν δὲ ἄλλοθεν προσήκοι ἂν καὶ τὰ ἰατρικῆς ἢ παρὰ τῶν ἐπιστημόνων πυνθάνεσθαι; Οὕτω δὴ κατὰ τὸ ἀκόλουθον ἡγοῦμαι δεῖν καὶ τὰ Ἑβραίων ἐκ τῶν παρ' Ἑβραίοις λογίων, ἀλλὰ μὴ ἄλλοθέν ποθεν ἀποδέχεσθαι. Ὥσπερ οὖν ὁ παρὰ τούτοις κατέχει λόγος, ἄνωθεν πρὸ τοῦ κατακλυσμοῦ, ἐκ πρώτης ἀνθρώπων γενέσεως, καὶ εἰς τὰς ἑξῆς διαδοχὰς, θεοφιλεῖς τινες ἄνδρες γεγόνασι, καὶ δίκαιοι πλείους, ὧν ὁ μὲν «ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.» Τοῦτο δὲ δηλοῖ τὸ μηδένα πλὴν τῶν ἁπάντων τὸν δημιουργὸν δεσπότην ὁμοῦ καὶ Θεὸν τῶν ὅλων ἐπιγράψασθαι. Πεπεῖσθαι γὰρ αὐτὸν οὐ μόνον ποιητικῇ δυνάμει εὖ καὶ ἐν κόσμῳ τὸ πᾶν διατεθεικέναι, ἀλλὰ καὶ δεσπότου δίκην, ὡς ἂν μεγάλης πόλεως, τοῦ σύμπαντος κυριεύειν, οἰκονομεῖν τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ Κύριον ὄντα καὶ βασιλέα, καὶ Θεόν· οὗ τὴν ὡς Κυρίου καὶ Θεοῦ ἔννοιάν τε καὶ προσηγορίαν πρῶτος ὁ δηλούμενος θεοφιλὴς ἐν νῷ βαλλόμενος, ἀντὶ πάσης ὑπάρξεως, καὶ προσηγορίας, καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ «ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ,» τοῦτον ἑαυτῷ θησαυρὸν ἀγαθῶν ψυχῆς τε ὁμοῦ καὶ σώματος πεπορισμένος. Παρὸ καὶ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ' Ἑβραίοις ἀναγέγραπται. Κέκληται δ' οὖν Ἐνὼς, ὅπερ ἐστὶν ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. Οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἢ τὸν Θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ. Ὅτι δὴ τοὺς μὴ τοιούτους, θρεμμάτων κατ' οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους, θῆρας μᾶλλον ἢ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφὴ, κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας. Παρὸ τοὺς τοιούσδε τοτὲ μὲν λύκους καὶ κύνας, τοτὲ δὲ σύας φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ, καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι, προσαγορεύειν εἴωθεν. Ει δὲ καὶ
And nothing hinders running briefly over the history of these men also. Before the flood, then, just as the scripture of Moses himself contains—and surely one ought, as I think, to examine the ancestral traditions of the Hebrews from nowhere else than again from their own home, since we learned Egyptian matters also from Egyptians, and those of the Phoenicians from their own people, just as again those of the Greeks from the illustrious among them, and the doctrines of philosophers from philosophers, and not from those unacquainted with philosophy. And whence else would it be fitting to inquire into matters of medicine too than from those skilled in them? So indeed, in accordance with consequence, I deem that one ought to accept the matters of the Hebrews also out of the oracles among the Hebrews, and not from anywhere else. Just as, therefore, the account that obtains among them holds, from of old before the flood, from the first generation of men, and unto the succeeding generations, there arose certain God-beloved men, and many righteous, of whom one "hoped to call upon the name of the Lord God." Now this signifies inscribing none save the Creator of all things as at once Master and God of the universe. For [it signifies] that he was persuaded that He not only by creative power had disposed the universe well and in order, but also after the manner of a master rules over the whole as over a great city, and administers and governs it as householder, being at once Lord and King and God; Whose conception and appellation as Lord and God the aforesaid God-beloved man first laying to heart, instead of all substance, and appellation, and abundance, or rather instead of every good thing, "hoped to call upon the name of the Lord God," having procured this for himself as a treasure of good things both of soul at once and of body. Wherefore also he is recorded among the Hebrews to have been styled the first true man. Accordingly he has been called Enos, which is true man, by a well-aimed title. For they say that it is fitting to deem and name none other a true man than him who has attained knowledge of God and piety, him who is at once truly possessed of knowledge and pious. Because those who are not such, differing in nothing from irrational beasts, as being cast down prone upon belly and pleasure, the scripture of the Hebrews teaches to call wild beasts rather than men, being accustomed to use appellations in their proper sense. Wherefore it is wont to address such men sometimes as wolves and dogs, sometimes as swine wallowing and delighting in refuse, and again as creeping things, and serpents, conformably to the manifold forms of wickedness. And if also
Notes, col. 520

On the reading

Printed Ει, for Εἰ.

PG 21:521Read from the page
ποτε τὸν κοινὸν καὶ πολὺν ἄνθρωπον, καὶ τὸ γένος αὐτὸ χρεὼν διασημῆναι, πάλιν οἰκείᾳ καὶ προσφυεῖ χρωμένη προσηγορίᾳ, τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ σημαίνειν· ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων ἀνθρώπων προπάτορι, κύριον εἶναι καὶ προσφυὲς ὄνομα, τὸν γηγενῆ δηλοῦν, κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν μετάληψιν, ὑποφαίνει. Ὅ γέ τοι Ἐνὼς πρῶτος θεοφιλῶν παρ' Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος «Ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ,» τὸ κατὰ ψυχὴν παριστὰς λογικὸν ὄντως γνωστικὸν, καὶ τῆς περὶ τὸ Θεῖον εὐσεβείας ἐπιστημονικόν· ὧν τὸ μὲν πρῶτον θεογνωσίας ἀληθοῦς, τὸ δὲ δεύτερον τῆς εἰς τὸν ἐπιγνωσθέντα Θεὸν ἐλπίδος γένοιτ' ἂν ἀποδεικτικόν. Τὸ γὰρ μὴ παραμένειν, μηδ' ἐν δευτέρῳ τίθεσθαι τὰ τῆς θείας ἐπιγνώσεως, ἀεὶ δὲ καὶ διὰ παντὸς ἐλπίζειν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, τὸ μὲν ὡς οἰκετῶν δεσπότου, τὸ δ' ὡς ἵλεω καὶ ἀγαθοῦ Πατρὸς, τοῦτ' ἂν εἴη τὸ πάντων τρισμακάριον τέλος. Τοιόσδε μὲν οὖν ὁ παρ' Ἑβραίοις εἰσῆκται πρῶτος, καὶ ἀληθὴς ἄνθρωπος, οὐχ ὁ γηγενὴς ἐπίκλην Αδὰμ, δι' ἐντολῆς Θεοῦ παράβασιν τῆς τῶν κρειττόνων ἀποπεσὼν λήξεως· ἀλλ' ὁ θεοφιλῶν πρώτιστος, ὃς «Ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.» Κρίναντες δὴ καὶ αὐτοὶ λογισμῷ σώφρονι, τὸ τοιόνδε ζηλοῦν ἠγαπήσαμεν, καὶ ἀπεδεξάμεθα, ὡς λυσιτελῆ καὶ ὀφελιμωτάτην ἡμῖν τὴν τοῦ λόγου διήγησιν, εὐχὴν θέμενοι κατ' ἴσα τῇ τοῦ δηλωθέντος εἰκόνι τὸ ὄνομα τοῦ τῶν ἁπάντων Δημιουργοῦ τε καὶ Δεσπότου μετὰ βεβαίας καὶ ἀγαθῆς ἐλπίδος ἐπικαλεῖσθαι. Ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον ἄλλος «εὐηρέστησε τῷ Κυρίῳ, καὶ οὐχ εὑρίσκετο,» ὥς φησι Μωϋσῆς, «διότι μετέθηκεν αὐτὸν ὁ Θεὸς» δι' ἄκραν ἀρετῆς τελείωσιν. Δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς. Οὗτος δ' ἂν εἴη ὁ ἐν τῷ Θεῷ τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμένος. Ὁ γὰρ μὴ τοιοῦτος, ἀγορὰς, καὶ δικαστήρια, καπηλείας τε καὶ ἐμπορίας, καὶ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται. Ὁ δ' ὑπὸ Θεοῦ ληφθεὶς, καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος, ἀφανὴς μὲν καὶ ἀνεύρετος ἀνθρώποις, Θεῷ δὲ φίλος γεγονὼς, ὑπὸ Θεοῦ εὕρηται· τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον. Χάριν δὲ Θεοῦ σημαίνοι ἂν τοὔνομα. Καὶ ταύτης τοιγαροῦν ὡς ἀγαθῆς εἰκόνος τὸν βίον ζηλοῦν, μακάριων εἶναι ἡγησάμεθα. Τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς, ὁ Νῶε, ἐν τῇ γενεᾷ αὐτοῦ μεμαρτύρηται. Τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε. Πολὺς αὐχμὸς καὶ γνόφος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος· οἵ τε πάντων ἀνὰ στόμα θρυλλούμενοι γίγαντες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας, ἢ κατὰ θνητῶν φύσιν, ὑπάρξαντες, εἴθ' ὁπωσοῦν κατεσκευασμένοι, τοῖς ἐν ἀνθρώποις περιέργου διδασκαλίας ἀπάρξαντες, γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέγονται πα-
at any time it is needful to signify the common and ordinary man, and the race itself, again using a fitting and natural appellation, [it teaches] to signify every man by the surname of Adam; because it indicates that this is a proper and natural name for the progenitor and forefather of all men, signifying the earth-born, according to its rendering into the Greek tongue. Enos, at any rate, is recorded among the Hebrews as the first of the God-beloved, since he first "hoped to call upon the name of the Lord God," presenting the rational part of the soul as truly capable of knowledge, and possessing scientific understanding of piety towards the Deity; of which the first would be demonstrative of true knowledge of God, and the second of hope in the God Who has been known. For not to tarry, nor to place in the second rank the things of divine knowledge, but always and continually to hope to call upon the name of the Lord God, on the one hand as Master of household servants, and on the other as a gracious and good Father, this would be the thrice-blessed end of all things. Such, then, is the first and true man introduced among the Hebrews, not the one surnamed earth-born, Adam, who through transgression of the commandment of God fell away from the lot of better things; but the very first of the God-beloved, who "hoped to call upon the name of the Lord God." Having judged, therefore, ourselves also with sober reckoning, we loved to emulate such a pattern, and accepted the narrative of the account as profitable and most beneficial to us, making it our prayer, on a par with the image of the man aforesaid, to call with firm and good hope upon the name of the Creator and Master of all things. Moreover after the man aforesaid another "was well-pleasing to the Lord, and was not found," as Moses says, "because God translated him" on account of supreme perfection of virtue. For hard to find is he who is truly wise. And this would be he who is perfect in God, who has been removed from the haunt of the multitude. For he who is not such, pursuing market-places, and law-courts, retail trades too and traffickings, and the great crowd, being pushed and pushing, is swallowed up right in the very depth of wickedness. Whereas he who has been taken by God, and removed from things here thither, invisible indeed and unsearchable to men, having become a friend to God, is found by God; this man it is dear to Hebrews to name Enoch. And the name would signify grace of God. To emulate the life of this good image also, therefore, we deemed to be blessed. Third after these again another man having appeared righteous, Noah, has been borne witness to in his generation. And tokens of this man's righteousness also would be the following. A great drought and gloom of unspeakable wickedness had seized hold of the whole race of men; and the giants bruited on the lips of all were perpetrating by godless and impious undertakings the wars against God cried aloud unto this day; and already too the authors of their begetting, whether having been of some lot superior to the nature of mortals, or in whatever way constituted, having begun curious teaching among men, are said to have handed contrivances of sorcery and of the rest of evil-mannered jugglery
Notes, col. 521

On the reading

Printed Αδὰμ, for Ἀδὰμ.

Printed ὀφελιμωτάτην, for ὠφελιμωτάτην.

Printed μακάριων, for μακάριον.

PG 21:524Read from the page
ραδοῦναι τῷ βίῳ· ὥστε πᾶν τὸ ἀνθρώπειον γένος μιᾶς ὑπὸ ψῆφον γενέσθαι παρὰ Θεῷ δίκης. Καὶ δὴ πάντων ἑνὶ νεύματι διαφθείρεσθαι μελλόντων, μόνος εἷς οὗτος ὁ νῦν ἡμῖν δηλούμενος «δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται.» Πάντων δῆτα τῶν ἐπὶ γῆς κατακλυσμῷ διολλυμένων, καὶ τῆς γῆς αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν ἀποκαθαιρομένης, ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ τῷ μετὰ ταῦτα βίῳ ζώπυρον σπέρμα παραδοξότατον πρὸς τοῦ Θεοῦ τετήρηται. Γένοιτο δ' ἂν καὶ οὗτος ἀρχέτυπος εἰκὼν, ζῶσα καὶ ἔμψυχος, τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπου θεοφιλοῦς παρεσχημένος. Καὶ οἱ μὲν πρὸ τοῦ κατακλυσμοῦ τοιοίδε· οἱ δὲ μετὰ τοῦτον ἐπ' εὐσεβείᾳ διαπρεπεῖς ἄλλοι πάλιν, ὧν τὴν μνήμην τὰ ἱερὰ διασώζει λόγια. Τούτων τις ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου Θεοῦ, βασιλεὺς δίκαιος τῇ Ἑβραίων προσηγορίᾳ χρηματίσας. Τούτοις δὴ πᾶσιν οὐδὲ εἷς σώματος περιτομῆς λόγος ἦν, ἀλλ' οὐδὲ τῶν Μωϋσέως Ἰουδαϊκῶν παραγγελμάτων. Διόπερ αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον, οὐδέ γε Ἕλληνας, ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ' ἂν κυριώτερον ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ, ἢ καὶ μᾶλλον παρὰ τὴν ἑρμηνείαν τῆς προσηγορίας. Περατικοὶ γάρ τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ τῶν ὅλων Θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι. Φυσικοῖς γάρ τοι λογισμοῖς, καὶ νόμοις ἀγράφοις, τὴν ὀρθὴν τῆς ἀρετῆς διευθύναντες πορείαν καὶ πέραν τῶν σαρκὸς ἡδονῶν, ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες ἀναγράφονται.
down to life; so that the whole human race came under the vote of one sentence of justice with God. And indeed when all were about to be destroyed by one nod, this one man alone who is now spoken of by us "was found righteous in his generation together with his household also." When all things upon earth, then, were perishing by the flood, and the earth itself by a massed inundation of waters was being cleansed of its former evils, the man beloved of God together with his sons at once and their wives was preserved by God as a most marvellous kindling seed for the life thereafter. And this man also might become an archetypal image, living and ensouled, having afforded to those born from him a pattern of a God-beloved manner of life. Such, on the one hand, were those before the flood; and after it, on the other, there were again others distinguished for piety, whose memory the sacred oracles preserve. One of these has been proclaimed priest of the Most High God, having been styled righteous king in the appellation of the Hebrews. Now among all these there was not even a single word of circumcision of body, nor indeed of the Jewish commandments of Moses. Wherefore it is not right to call them Jews, nor indeed Greeks, because neither did they believe in many gods in the same way as Greeks or the rest of the nations. Rather they would more properly be called Hebrews, either after Eber, or still more after the interpretation of the appellation. For they are interpreted as passers-over of a sort, having set out upon the crossing over from things here unto the contemplation of the God of the universe. For by natural reasonings, and unwritten laws, having directed aright the straight journey of virtue, and having crossed over beyond the pleasures of the flesh unto the all-wise and godly life, they stand recorded.
Ἐν δὴ τούτοις ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γενάρχης Ἀβραὰμ καταριθμείσθω· ᾧ μαρτυρεῖ τὰ λόγια δικαιοσύνην, οὐ τὴν ἐκ νόμου πάλιν Μωϋσέως, ὅτι μηδὲ ἦν πω τότε· μετὰ γοῦν τὸν Ἀβραὰμ ἑβδόμῃ γενεᾷ Μωϋσῆς ἀναπέφηνε· πλὴν ἀλλὰ καὶ οὗτος δίκαιος καὶ εὐσεβὴς εἶναί τις ἀνείρηται, εἴ καί τις ἄλλος ἀνείρηται, τοῖς ἄνωθεν δεδηλωμένοις παραπλησίως. Λέγει δ' οὖν ἡ Γραφή· «Καὶ ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Πατέρα δὴ πολλῶν ἐθνῶν ὁ θεῖος χρησμὸς τοῦτον ἔσεσθαι προαγορεύει, διαῤῥήδην τε εὐλογηθήσεσθαι ἐν αὐτῷ φησι «πάντα τὰ ἔθνη τῆς γῆς, καὶ πάσας τὰς φυλάς·» ἄντικρυς τὰ νῦν καθ' ἡμᾶς συντελούμενα θεσπίζων. Ἀλλ' ὅ γε Ἀβραὰμ ἐκεῖνος μετὰ τὴν ἐν δικαιοσύνῃ τελείωσιν οὐ διὰ τοῦ Μωϋσέως νόμου, διὰ δὲ πίστεως κατωρθωμένης αὐτῷ, μετά γε τὰς ἀναγράπτους θυσίας, ἐπ' αὐτῷ γήρᾳ μέλλων παῖδα γνήσιον τεκεῖν, πρῶτος ἁπάντων κατὰ χρησμὸν τὸ σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γεννωμένοις ἐπιτελεῖν παραδοὺς, εἴτε εἰς ἐμφανῆ σημείωσιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθείας, εἴτε καὶ ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον, ἢ τῆς ἐκείνων ἀρετῆς ἀπολειπόμενοι· εἴτε καθ' ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν. Τοιόσδε μὲν οὖν καὶ οὗτος εἰς μίμησιν ἐκκείμενος· μετὰ δ' αὐτὸν Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ
Among all these, then, let Abraham also, the celebrated progenitor of the whole nation, be numbered by us; to whom the oracles bear witness of righteousness, again not that which is out of the law of Moses, because neither did it yet exist then; at any rate Moses appeared in the seventh generation after Abraham; nevertheless this man also has been proclaimed to be righteous and pious, if anyone else has been so proclaimed, in like manner with those set forth above. Accordingly the Scripture says: "And Abraham believed God, and it was reckoned to him for righteousness." Now the divine oracle foretells that this man shall be father of many nations, and expressly says that in him shall be blessed "all the nations of the earth, and all the tribes;" directly prophesying the things now being accomplished in our own day. Yet that famous Abraham, after his perfection in righteousness—achieved for him not through the law of Moses, but through faith—and after the recorded sacrifices, being about in very old age to beget a legitimate son, first of all men according to an oracle is circumcised in body, having handed down this rite for those also begotten from him to perform, whether for a manifest sign of the multitude of the children sprung from him, or else that his children might have an ancestral mark of recognition, whether living according to the zeal of their ancestors, or falling short of their virtue; or for whatever other causes, into which there is no leisure now to inquire curiously. Such, then, was this man also, set forth for imitation; and after him Isaac at once of his father's
PG 21:525Read from the page
θεογνωσίας τε καὶ θεοφιλίας διάδοχος ἀναδείκνυται, κλῆρον ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς διαδεδεγμένος. Μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φασι συνελθόντα λόγια, μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ' ἣν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ, εἰς τοῦτο περιγράψασθαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερβολῇ σωφροσύνης λέγεται. Ἐνταῦθά σοι καὶ Ἰακὼβ, ὁ καὶ Ἰσραὴλ, εἰσήχθω· διώνυμός τις γεγονὼς ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλάμπουσαν προκοπήν. Ὅτε μὲν οὖν, ἐγγυμναζόμενος τοῖς πρακτικοῖς ἤθεσί τε καὶ βίοις, τῶν ὑπὲρ εὐσεβείας πόνων ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ ἀθλητὴν ἡ προσηγορία καλεῖ, ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα φωνήν. Ὅτε δὲ λοιπὸν τὰ νικητήρια κατὰ τῶν ἀντιπάλων λαβὼν στέφεται, ἤδη τε τῶν κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ καὶ τοὔνομα μεταβάλλει ὁ χρηματίζων Θεὸς, ὁμοῦ καὶ θεοπτίας αὐτὸν ἀξιῶν, καὶ τῶν θειοτέρων γερῶν τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος. Λέγει δ' οὖν πρὸς αὐτὸν ὁ χρησμός· «Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός·» τὸν ὁρατικὸν ἄνδρα καὶ θεωρητικὸν τοῦ Ἰσραὴλ ὑποφαίνοντος· ἐπεὶ καὶ τοὔνομα μεταβληθὲν σημαίνει ἄνθρωπον ὁρῶντα Θεόν. Τοιόσδε μὲν οὖν καὶ οὗτος, ἐξ οὗ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους ὑπέστη γένος. Μυρία δ' ἂν λεχθείη περὶ τοῦ βίου τῶν ἀνδρῶν, καὶ τῆς φιλοσόφου καρτερίας τε αὐτῶν καὶ ἀσκήσεως· τὰ μὲν πρὸς λέξιν θεωρούμενα, τὰ δὲ καὶ δι' ὑπονοιῶν ἀλληγορούμενα. Περὶ ὧν εἴρηται μὲν καὶ ἄλλοις, ἀτὰρ καὶ ἡμῖν ἐν οἷς ἐπραγματευσάμεθα περὶ τῆς τῶν παλαιῶν ἀνδρῶν πολυπαιδίας. Τοιοίδε μὲν οὖν καὶ οὗτοι. Ἔχω σοι παρ' αὐτοῖς καὶ ἄλλον εἰπεῖν, Ἰὼβ ὄνομα τῷ ἀνδρὶ, ὃν τὰ ἱερὰ μαρτυρεῖ λόγια γεγονέναι ἄνθρωπον ἄμεμπτον, ἀληθινὸν, δίκαιον, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος. Οὗτός γε τοι, οὐδὲν προσήκων τῷ Ἰουδαίων γένει, ἐπὶ πᾶσι τοῖς τῆς εὐσεβείας κατορθώμασι μεμαρτύρηται. Οἵ γε μὴν τοῦ Ἰακὼβ παῖδες, τὴν πάτριον θεογνωσίαν τε καὶ θεοσέβειαν ἠγαπηκότες, τὴν τῶν ἀνέκαθεν Ἑβραίων φήμην ἐπὶ μέγα δόξης προῆγον, ὥστε ἤδη καὶ πάσης Αἰγύπτου τὴν ἀρχὴν ἀνάψασθαι. Ὁ γάρ τοι Ἰωσὴφ τοῖς σωφροσύνης προαναστεφθεὶς βραβείοις, κάπειτα τὴν Αἰγυπτίων ὑποδεξάμενος ἡγεμονίαν, τὸν θεοφιλῆ τῶν Ἑβραίων διέδειξε τρόπον. Ὅν καὶ αὐτὸν ζηλοῦν δι' εὐχῆς πεποιήμεθα, δοῦλον αὐτὸν ἐξ οἰκείων ἐπιβουλῆς γεγενημένον, καὶ δοῦλον Αἰγυπτίου ἀνδρός. Τὰ μὲν γὰρ ἄλλα ὅσα εἰς ὡραιότητα καὶ ῥώμην σώματος καὶ εὐμορφίαν ηὐτύχητο, παρίημι, εἰ καὶ τὰ λόγια κάλλους αὐτὸν ὥρᾳ πάντων διενεγκεῖν ἀναγράφει· τὰ δὲ περὶ ψυχῆς πῇ ἄν τις διαγράψειε, κατ' ἀξίαν τῆς τοῦ ἀνδρὸς ἀρετῆς τὸν ἔπαινον διελθεῖν προῃρημένος; Φύσει μὲν αὐτῷ παρεἶναι λόγος τὸ ἐλεύθεριον γνώρισμα, τοῦ τε τρόπου
knowledge of God and love of God is shown forth successor, having inherited from his father this fairest and thrice-blessed lot of all. Having come together with one wife, the divine oracles say that this man made use of one begetting of children; whereby having been shown father of twin offspring, he is said through excess of temperance to have circumscribed up to this point his intercourse with his wife. Here let Jacob also, who is also Israel, be brought in for you: a man who became two-named on account of the shining progress of his own virtues. When, therefore, exercising himself in practical habits and ways of life, he made trial of labours on behalf of piety, his name was Jacob, and the appellation calls him ascetic and athlete, when rendered into the Greek tongue. But when henceforth having received the prizes of victory against his antagonists he is crowned, and already enjoys the good things of contemplation, then the God Who speaks oracles changes his name also for him, at once counting him worthy of the vision of God, and bestowing through the appellation the rewards of more divine prerogatives and honours. Accordingly the oracle says to him: "No longer shall your name be called Jacob, but Israel shall be your name, because you have prevailed with God, and are mighty with men;" the name Israel indicating the man of vision and contemplation; since the changed name also signifies a man seeing God. Such, then, was this man also, from whom the twelve-tribed race of the nation of the Jews stood forth. And ten thousand things might be said concerning the life of the men, and their philosophic endurance and asceticism; some viewed according to the letter, and others also allegorized through deeper meanings. Concerning which things discourse has been held by others also, and moreover by ourselves too in the treatise we composed concerning the numerous offspring of the ancient men. Such, then, were these men also. Alongside them I can tell you of another too, Job by name, whom the sacred oracles bear witness to have been a man blameless, true, righteous, godly, abstaining from every evil deed. This man at any rate, belonging in no way to the race of the Jews, has been borne witness to in all the right achievements of piety. Moreover the sons of Jacob, having loved their ancestral knowledge of God and godliness, advanced the fame of the Hebrews of old unto a great height of glory, so as already even to fasten upon themselves the rule of all Egypt. For Joseph, having first been crowned with the prizes of temperance, and next having taken upon himself the hegemony of the Egyptians, displayed the God-beloved manner of the Hebrews. Whom also himself we have made it our prayer to emulate, though he had become a slave through a plot of his own kinsmen, and the slave of an Egyptian man. For all the other things wherein he was fortunate as regards comeliness and strength of body and beauty of form, I pass by, even though the oracles record that he excelled all men in bloom of beauty; yet how could anyone delineate the qualities of his soul, if purposing to recount the praise of the man's virtue worthily? By nature, report says, there was present with him the mark of freedom, and of his character
Notes, col. 525

On the reading

Printed κάπειτα, for κἄπειτα.

Printed Ὅν, for Ὃν.

Printed ἐλεύθεριον, for ἐλευθέριον.

PG 21:528Read from the page
τὸ εὐγενὲς ἐπανθοῦν τῷ προσώπῳ· τοῖς δὲ εὐσεβείας διαπρέπουσι κόσμοις διαφερόντως ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ, φρονήσει τε καὶ ἀνδρίᾳ, τὴν ψυχὴν ἐκλάμπειν πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ τοῦ τῶν ἁπάντων Θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι. Ἐπιμανείσῃ δ' οὖν αὐτῷ τῇ τοῦ δεσπότου γαμετῇ, εἰς ἀκολάστους τε καὶ ἐρωτικὰς ὁμιλίας ἅτε νέον τὸ σῶμα κατασύρειν πειρωμένῃ, καὶ πρῶτα μὲν λόγοις ἀπατᾷν αὐτὸν ἐπιχειρούσῃ, εἶτα δὲ ἱκεσίαις ἀντιβολούσῃ, καὶ τέλος βιαιότερον χεῖρας ἐπάγειν τολμώσῃ, ἀναιδέσι τε ἤδη καὶ ἀναισχύντοις περιπλοκαῖς χρωμένῃ, τῆς τῶν πατέρων εὐσεβοῦς διδασκαλίας ὁ ἥρως τὴν μνήμην ἀναπεμπασάμενος, καὶ τὸν θεοσεβῆ καὶ ἀληθῶς Ἑβραῖον ἔργοις ὁμοῦ καὶ λόγοις ἀποδείξας, τὸ μὲν αἰσχρὸν καὶ ἀκόλαστον γύναιον διασείεται, κραταιοτέρᾳ τῇ χειρὶ παραλλάξας· ὥσπερ δέ τινος δεινοῦ καὶ λελυττηκότος θηρὸς ἀποδρὰς, φυγῇ τὴν σωτηρίαν πορίζεται. Κάπειτα αὐτὸς πρὸς ἑαυτὸν σώφρονι λογισμῷ τοιάδε ἐπιλογίζεται, καί φησιν· «Εἰ ὁ Κύριός μου δι' ἐμὲ οὐδὲν γινώσκει τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῷ, δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν ῥῆμα τὸ μέγα τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ;» Ἐφ' οἷς οἷα νικηφόρον τοῖς ἀρετῆς βραβείοις ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων Θεὸς, τὴν κατὰ τῶν δεσποτῶν αὐτοῦ, καὶ αὐτῆς Αἰγύπτου βασιλείαν τε καὶ ἡγεμονίαν παραδίδωσι. Πλὴν ἀλλὰ καὶ οὗτος Ἑβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἦν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις ἀνείληπται. Μετὰ δὲ τοὺς εἰρημένους Ἑβραίους, ἐπειδὴ εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος, ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνεστὼς, ἐπλεόναζέ τε ὁσημέραι καὶ ἐπλήθυνε, τὰ μὲν τῆς εὐσεβοῦς ἀγωγῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει, καὶ ἀπημβλύνετο· τὰ δὲ τῆς παρ' Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλουμένων κατίσχυε πληθύος, ὥς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν· τῇ δὲ παρ' Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν.
the nobility blooming upon his countenance; and he had been pre-eminently trained in the distinguished ornaments of piety, so that his soul shone forth in temperance and righteousness, prudence too and courage, much prior to these in full knowledge and piety towards the God of all things, which those who begot him are said from swaddling-clothes to have sown in his soul. When his master's wife, then, had gone mad after him, trying to drag down his body, inasmuch as he was young, into licentious and amorous intercourses, and first attempting to deceive him with words, then entreating him with supplications, and finally daring more violently to lay hands on him, and making use now of shameless and unblushing embraces, the hero, calling back to mind the memory of the pious teaching of his fathers, and showing forth at once in deeds and in words the godly man and true Hebrew, shakes off the shameful and licentious woman, slipping past her with stronger hand; and escaping as from some dread and rabid wild beast, procures his safety by flight. And next he reckons up with himself in sober reasoning on this wise, and says: "If my master because of me knows nothing of the things in his house, and has given all things whatsoever that are in it into my hands, how too shall I do this great evil thing, and sin before God?" Upon which deeds the God of the universe, having crowned him like a victor with the prizes of virtue, hands over to him the kingship and hegemony over his masters, and over Egypt itself. Nevertheless this man also, a Hebrew of Hebrews, and not a Jew, because Jewish institutions did not yet exist, has been received among those most beloved of God and thrice-blessed. But after the Hebrews aforesaid, since the race of their descendants was increasing unto populousness, and already too the nation of the Jews, having stood together out of them, was waxing numerous day by day and multiplying, the traditions of the pious training of their God-beloved forefathers of long ago little by little grew weak among them, and were blunted; while the habits of their sojourn among the Egyptians prevailed so greatly over the multitude of the men aforesaid, that on the one hand they came into forgetfulness of their ancestral virtue, and on the other their lives were swept round into likeness of manner with the Egyptians, so that they seemed in nothing to differ in manner from Egyptians.
Ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν, ὁ τῶν προπατόρων Θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωϋσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς προγόνους αὐτῶν πιστούμενος ἐπαγγελίας. Κάπειτα δι' αὐτοῦ τὰ ἀνάγραπτα θαύματα, καὶ τὰς παραδόξους θεοσημείας ἐπιτελέσας, τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλλεται νόμον. Οὐχ οἵοις τε γοῦν οὖσι δι' ἀβελτηρίαν τρόπου τὴν πάτριον ζηλοῦν ἀρετὴν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθεῖς καὶ νενοσηλευμένοι, τὴν κατάλληλον παρελάμβανον πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττομένου Μωϋσέως· τὰ δὲ, δι' ὑπονοιῶν αἰνιττομένου, σύμβολά τε καὶ σκιὰς, ἀλλ' οὐ γυμνὴν ἀλήθειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθεμένου. Καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα, ἐντεῦθέν ποθεν ἀπὸ Μωϋσέως ἀρξάμενον, μέχρι καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας
At that point indeed, when they had been rendered such as this, the God of their forefathers sends forth Moses as leader and lawgiver, confirming the promises made through oracles to their ancestors. And next, having accomplished through him the recorded wonders and the marvellous divine signs, He puts forward the law suited to the habits of the hearers. Since at any rate they were not capable, through silliness of character, of emulating their ancestral virtue, inasmuch as they were passionate and diseased in their souls, they received the polity suited to them, Moses on the one hand manifestly ordaining some things openly, and on the other hinting at other things through deeper meanings, enjoining upon them to keep and tend symbols and shadows, and not naked truth. And so the polity of the Jews, having begun somewhere from that point from Moses, even down to the coming of our Saviour Jesus Christ
Notes, col. 528

On the reading

Printed Κάπειτα, for Κἄπειτα.

Printed ὥς, for ὡς.