διὰ τὸ ζῇν, διὰ δὲ τὸ ἡδέως ζῇν ἀσπαζόμενοι, τοῦτο καὶ τοῖς ἰδίοις εὐξάμενοι παισὶν, ὡς μόνον ἀγαθὸν παρεῖναι. Ἔνθεν οἱ μὲν, τὰ χορηγὰ τῆς ἐνσάρκου ζωῆς ἥλιον εἶναι καὶ σελήνην, καὶ ἀστέρας ὑποτοπήσαντες, καί πως καὶ πρὸς τὴν ὄψιν τοῦ φωτὸς καταπλαγέντες, πρώτους θεοὺς ἀνηγόρευσαν, μόνους αἰτίους τῶν ὅλων εἶναι ἀποφηνάμενοι· οἱ δὲ, τοὺς ἀπὸ γῆς καρποὺς, τήν τε ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν οὐσίαν, τά τε λοιπὰ τοῦ κόσμου μέρη, δι' ὧν αὐτοῖς τὰ σώματα τρεφόμενά τε καὶ πιαινόμενα, τὴν ἔνσαρκον ὁμοῦ ζωήν τε καὶ ἡδονὴν ἐθηρᾶτο, θεῶν πάλιν προσηγορίᾳ τετιμήκασιν· οἱ δὲ, πολὺ πρότερον τούτων, γυμνῇ καὶ ἀκαλύπτῳ κεφαλῇ τὰ σφέτερα πάθη, καὶ τὴν δέσποιναν αὐτῶν ἡδονὴν, ἔρωτα, καὶ πόθον, καὶ Ἀφροδίτην, καὶ αὐτῶν τῶν θεῶν κρατεῖν εἰπόντες, ἀπεθέωσαν· οἱ δὲ τοὺς τῶν ἡδέων χορηγοὺς τε καὶ εὑρετὰς αὐτοῖς γενομένους ἄνδρας τυράννους τινὰς καὶ δυνάστας, δι' ἃς ἔτυχον ἐξ αὐτῶν εὐπαθείας, ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν ἐθεοποίησαν· οἱ δὲ, μοχθηρῶν πνευμάτων καὶ δαιμόνων γενόμενοι παραπαίγνια, ἔτι μειζόνως τὸ παθητικὸν αὐτῶν μέρος τῆς ψυχῆς συνηύξησαν, τὰ ἡδέα καὶ παρὰ τούτων διὰ τῆς νενομισμένης αὐτῶν θεραπείας ἐκπορίζοντες· οἱ δὲ, μηδενὸς τούτων ἀνασχόμενοι, τὸ ἄθεον, ὡς πολὺ κρεῖττον τῆς τοιᾶσδε θεολογίας, εἰσηγήσαντο· οἱ δὲ, ἔτι τούτων ἁπάντων ἀναιδέστεροι, τὸν φιλόσοφον καὶ τρισευδαίμονα βίον οὐδ' ἄλλον εἶναι ἢ τὸν ἡδὺν ἀπεφήναντο, τέλος τῶν ἀγαθῶν τὴν ἡδονὴν ὁρισάμενοι. Ταύτῃ δ' οὖν τό πάντων ἀνθρώπων γένος, ὡς ἂν δεσποίνῃ πικρᾷ καὶ χαλεπωτάτῃ ἡδονῇ θεῷ, μᾶλλον δὲ αἰσχρῷ καὶ ἀκολάστῳ δαίμονι καταδεδουλωμένους, παντοίαις ἐνεφύρετο ταλαιπωρίαις. «Αἵ τε γὰρ θήλειαι αὐτῶν,» κατὰ τὸν ἱερὸν Ἀπόστολον, «μετήλλαξαν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄρσενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.» Ταύτῃ καὶ Ἕλληνες καὶ βάρβαροι, σοφοί τε καὶ ἰδιῶται, χαμαί τε καὶ ἐπὶ γαστέρα πεσόντες, ὡς θεῷ τῇ ἡδονῇ προσεκύνησαν· πρηνεῖς τε σφᾶς αὐτοὺς ἑρπετῶν δίκην καταβαλόντες, ἄμαχον καὶ ἀπαραίτητον θεὸν ταύτην ἡγήσαντό τε καὶ ἔστερξαν· ἔν τε ᾠδαῖς καὶ ὕμνοις, ἔν τε ταῖς πανδήμοις θέαις, μόνης τῆς αἰσχρᾶς καὶ ἀκολάστου ἡδονῆς τὰ ὄργια καὶ τὰς ἀσέμνους τελετὰς μυούμενοί τε καὶ τελοῦντες· ὡς, εἰ καί τι ἄλλο, καὶ τόδε καλῶς παρ' ἡμῖν ἀνῃρῆσθαι· ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων. Καὶ τὰ μὲν περὶ τῆς τῶν ἄλλων ἐθνῶν θεολογίας τοσαύτην εἰλήφει, ὡς ἐν βραχεῖ φάναι, τὴν πολυτροπίαν· μιᾶς μὲν ἀρχῆς τῆς ἀκαθάρτου, καὶ μιαρᾶς ἡδονῆς ἀνημμένα, ὕδρας καὶ πολυαυχένου καὶ πολυκεφάλου τρόπον, εἰς πολλὰς καὶ ποικίλας διαιρέσεις τε καὶ
for the sake of living, but for the sake of living pleasantly, praying that this might be present to their own children also as the sole good. Hence some, conjecturing that sun and moon and stars are the suppliers of fleshly life, and also somehow struck with awe at the sight of light, proclaimed them first gods, declaring them to be the sole causes of all things; others again honoured with the appellation of gods the fruits from the earth, and the moist and dry and hot substance, and the remaining parts of the world through which their bodies, being nourished and fattened, hunted after fleshly life and pleasure together; others, much earlier than these, with bare and uncovered head deified their own passions and their mistress pleasure—eros, and longing, and Aphrodite—saying that they rule even over the gods themselves; others deified, both while still living and after death, certain tyrannical men and rulers who had proved suppliers and inventors of pleasant things for them, on account of the enjoyments which they obtained from them; others, having become the playthings of wicked spirits and daemons, increased still further the passionate part of their soul, procuring pleasant things from these also through their customary service; others, enduring none of these things, introduced atheism as much better than such a theology; and others, still more shameless than all these, declared the philosophical and thrice-happy life to be none other than the pleasant life, defining pleasure as the end of goods. In this way, therefore, the race of all mankind—enslaved as it were to a bitter and most cruel mistress, the goddess pleasure, or rather to a shameful and licentious daemon—was steeped in all manner of miseries. "For their females," according to the sacred Apostle, "changed the natural use of the female into that which is contrary to nature. And likewise also the males, leaving the natural use of the female, burned in their lust towards one another, males with males working shamelessness, and receiving in themselves the due recompense of their error." In this way both Greeks and barbarians, wise and unlearned alike, falling to the ground and upon their bellies, worshipped pleasure as a god; and casting themselves down face foremost after the manner of reptiles, they both accounted and cherished her as an invincible and inexorable god, being initiated into and celebrating, both in songs and hymns and in the public spectacles, the orgies and unseemly rites of shameful and licentious pleasure alone; so that, if anything else at all, this too has rightly been abolished among us: for the devising of idols was the beginning of fornication. And the matters concerning the theology of the other nations had taken on, to speak briefly, such multiformity—suspended indeed from a single principle, unclean and defiled pleasure, after the manner of a many-necked and many-headed hydra, into many and varied divisions and