Migne Reading Room

PG 21 · cols. 488–497 · Read from the page

Preparation for the Gospel, Book VI

Preparation for the Gospel, Book VI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:488Read from the page
κριοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτόν· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη ἕτερα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν. » Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Νάζαρα, καὶ εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια, ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; Πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ Θεοῦ προγνώσεως. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ, « Ὅταν, φησὶν, ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε γνώσεσθε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. » Προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς, τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ.
ram that had the horns, whom I saw standing before Ubal, and he ran at him before his strength. And I saw him reaching as far as the ram, and he was enraged against him, and struck the ram, and shattered both his horns, and there was no strength in the ram to stand before him, and he hurled him upon the earth, and trampled him; and there was none to deliver the ram out of his hand. And the he-goat of the goats grew exceedingly great; and when he grew strong, his great horn was shattered; and other horns came up underneath it towards the four winds of heaven. And out of the one came forth one strong horn, and it grew exceedingly great towards the south and the west." And what need is there to speak of the prophecies concerning Christ, such as Bethlehem the place of His birth, and Nazara the place of His upbringing, and [His] withdrawal into Egypt, and the wonders which He wrought, and in what manner He was betrayed by Judas who had been called to apostleship? For all these things are signs of the foreknowledge of God. Moreover, the Saviour Himself also says, "When you see Jerusalem surrounded by armies, then you will know that her desolation has drawn near." For He foretold what came to pass afterwards, the end of the razing of Jerusalem.
« Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν Θεὸν, οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα, πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα. Νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα
"Since, therefore, it has been demonstrated by us concerning God's being a foreknower, not unseasonably [has this been done], so that we may set forth how the stars come to be for signs. One must understand that the stars have been appointed to move thus, those called wanderers moving in a contrary course to the fixed ones, so that signs
PG 21:489Read from the page
ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων, πάντων τῶν περὶ ἕκαστον γινομένων, καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὁτιποτοῦν ἐνεργούντων ἢ πασχόντων), ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν διὰ τῶν ἑξῆς δείξομεν. Συνέντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων, καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφ' ὧν τὰ σημεῖα οἴονται λαμβάνειν, αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησί· περὶ ὧν καὶ αὐτῶν, ὡς ἐν ἐπιτομῇ, κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα. Προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα· Πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ Θεοῦ περὶ τῶν ὑφ' ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφ' ἡμῖν σώζεται· Καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσι ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον. Καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔκκειται. Τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν Θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται. Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον, ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ Θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον, καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον, τῶν τε κακιῶν ψεκτόν. Καί φασιν, εἰ ἐξ αἰῶνος ἔγνω ὁ Θεὸς τόνδε τινὰ ἀδικήσειν, καὶ τάδε ποιῆσαι ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ Θεοῦ, καὶ πάντως ἔσται ἄλικος ποιήσων τάδε τὰ ἀδικήματα, ὁ τοιοῦτος εἶναι προεωραμένος· καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν, καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ὁ Θεὸς ἔγνω. Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατον μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους, ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα. Εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τὸ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τῷ μὴ δύνασθαι τὰ ἐφ' ἡμῖν σώζεσθαι. Πρὸς οὓς λεκτέον, ὅτι ἐπιβάλλων ὁ Θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίου γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὁρῶν, ὅτι, ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται· ἐὰν δὲ γένηται τόδε τὸ ἑπόμενον, τόδε ἀκολουθεῖ· οὗ ὑποστάντος, τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς, οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. Ὥσπερ γὰρ εἴ τις, ὁρῶν τινα διὰ μὲν ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι ὠλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται·
from the configuration of the stars, of all the things that happen concerning each individual and of universal things, taking [them], not men (for it is far greater than accords with man to be able in truth to gather from the movement of the stars the matters concerning each of those who do or suffer anything whatever) may know, but the powers, whom for many reasons it is necessary to know these things, as according to our ability we shall show through what follows. But men, having understood from certain observations, or even from the teaching of angels who transgressed their own order and taught certain things concerning these matters to the ruin of our race, supposed that those from whom they think they take the signs are causes of the things which the word says they signify; concerning which very matters also, as in a summary, we shall immediately treat more carefully according to our ability. These problems, therefore, will be set before us: How, although God is from eternity a foreknower concerning the things thought to be done by each person, what is in our power is preserved; and in what way the stars are not productive of the things among men, but significative only; and that men cannot possess accurate knowledge concerning these things, rather the signs are set forth for powers superior to men; and what the reason is why God has made the signs for the knowledge of the powers will be examined fourth. Now then, let us look at the first, out of caution regarding which many of the Greeks, supposing that events are necessitated and that what is in our power is in no way preserved if God foreknows future things, dared to embrace an impious doctrine rather than admit that which, as those men say, is glorious indeed concerning God, yet abolishes what is in our power, and on that account praise and blame, and the acceptability of virtues and blameworthiness of vices. And they say: if from eternity God knew that this particular man would do wrong, and commit these particular wrongs, and the knowledge of God is unerring, then he who has been foreseen to be such will certainly be unjust, going to commit these particular wrongs; and if it is impossible that he will not do wrong, his going to do wrong has been necessitated, and it will be impossible for him to do anything else than what God knew. And if it is impossible for him to do anything else, and no one is blameworthy for not doing what is impossible, in vain do we blame the unjust; and from the unjust man and his wrongs they proceed also to the other sins, and then on the contrary side also [to] the things accounted right actions; and they say that God's having foreknown future things goes along with the impossibility of the things in our power being preserved. In reply to whom it must be said that God, applying Himself at the beginning of the making of the world, since nothing happens uncaused, traverses in His mind each of the things that will be, seeing that since this has come to pass, this follows; and if this consequent thing comes to pass, this ensues; and when this has been established, this will be; and having thus traversed to the end of things, He knows what will be, without at all being for each of the things known the cause of its happening. For just as if someone, seeing a man rash through ignorance, and through his rashness unreasonably setting foot upon a slippery road, should also grasp that he will slip and fall, he does not become for that man the cause of his slip;
Notes, col. 489

On the reading

Printed οὐκ εἰσι, for οὐκ εἰσὶ.

Printed ἄλικος, for ἄδικος.

PG 21:492Read from the page
οὕτω νοητέον τὸν Θεὸν, προεωρακότα ὁποῖος ἔσται ἕκαστος, καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε, ἢ κατορθώσει τάδε. Καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν τῶν γινομένων (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ Θεὸς, ὅταν ἁμαρτάνῃ), ἀλλὰ παραδοξότερον μὲν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. Οὐ γὰρ ἐπεὶ ἔγνωσται, γίνεται, ἀλλ' ἐπεὶ γίνεσθαι ἔμελλεν, ἔγνωσται. Διαστολῆς δὲ δεῖται. Εἰ μὲν γὰρ τὸ « πάντως ἔσται » οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ. Οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. Ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. Οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν, καὶ μὴ ἀνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι. Ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται δι' ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· « Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ, τοῦ θανατῶσαι· καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. » Εἰ δέ τις διηγήσεται τὸ « πάντως ἔσται » κατὰ τὸ σημαίνειν αὐτὸ, λέγων, ὅτι ἔσται μὲν τάδε τινὰ, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν. Τὸν μὲν γὰρ Θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ μὴ γενέσθαι. Σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως· Εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν Θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα, ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. Εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸν Θεὸν φρονῆσαι περὶ αὐτοῦ, ὅτι προδότης ἔσται. Εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων ἐνδεχομένων δύο γεγονότων, τοῦ εἶναι ἐν αὐτῷ τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις, ἐνδέχεται καὶ ἑτέρως γενέσθαι. Καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ Θεοῦ, ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον. Ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τάδε ποιήσει. Οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν, φέρε εἰπεῖν, περί τινος διδοὺς ἐρεῖ, ὅτι οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. Δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύνα-
so one must understand that God, having foreseen of what sort each man will be, beholds also the causes of his going to be such, and that he will commit these sins, or accomplish these right actions. And if one must speak [plainly], we shall say that foreknowledge is not the cause of the things that happen (for God does not lay hold of the man foreknown as going to sin when he sins), but—more paradoxically indeed, yet truly—that what will be is the cause of the foreknowledge concerning it being of such a kind. For not because it has been known does it come to pass, rather because it was going to come to pass has it been known. Yet this requires a distinction. For if anyone interprets the phrase "it will certainly be" in such a way that there is a necessity that what has been foreknown come to pass, we do not grant it to him. For we shall not say that because it was foreknown that Judas would become a betrayer, there was every necessity for Judas to become a betrayer. At any rate, in the prophecies concerning Judas reproaches and accusations against Judas stand recorded, setting forth his blameworthiness to everyone. Yet blame would not be attached to him if he were of necessity a betrayer, and it did not admit of his becoming like the rest of the apostles. And see whether these things are not shown through the passages we shall adduce, which run thus: "Neither let there be any to have compassion on his orphans, because he did not remember to show mercy. And he persecuted a needy and poor man, and one pierced in heart, to put to death; and he loved cursing, and it shall come to him; and he did not wish for blessing, and it shall be put far from him." But if someone explains the phrase "it will certainly be" as signifying this, saying that certain particular things will indeed be, yet it was possible for them also to come to pass otherwise, we allow this as true. For it is not possible for God to lie, yet concerning things that admit both of coming to pass and of not coming to pass, it is possible [for Him] to conceive both their coming to pass and their not coming to pass. And we shall state this more clearly thus: If it is possible for Judas to be an apostle like Peter, it is possible for God to think concerning Judas that he will remain an apostle like Peter. If it is possible for Judas to become a betrayer, it is possible for God to conceive concerning him that he will be a betrayer. And if Judas will be a betrayer, God by His foreknowledge of the two aforesaid possibilities that have arisen, foreknowing in it what is true of the reality, will foreknow that Judas becomes a betrayer; yet that concerning which the knowledge is admits also of coming to pass otherwise. And the knowledge of God might say that it is possible indeed for this man to do this thing, and also the opposite; yet while both are possible, I know that he will do these things. For not in the way in which God might say that it is not possible for this particular man to fly will He, when giving an oracle, say for instance, concerning someone, say that it is not possible for this man to be temperate. For the faculty of flying is altogether in no way in man, a faculty
PG 21:493Read from the page
μις δέ ἐστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. Ὧν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιτρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς, καὶ βιῶσαι βεβουλημένος κατ' αὐτό. Οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιῤῥέπει ἐπὶ τὴν ἡδονὴν, ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν, καὶ λόγου προτρεπτικοῦ. Πάλιν δ' αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλ' οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ Θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λέξεται, ὅτι πολλαχοῦ τῶν Γραφῶν Θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι, πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν, ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν. Ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· « Ἴσως ἀκούσονται, καὶ μετανοήσουσιν. » Οὐ γὰρ ἀγνοῶν ὁ Θεὸς, πότερον ἀκούσουσιν ἢ οὔ, φησίν· Ἴσως ἀκούσονται, καὶ μετανοήσουσιν· ἀλλ' οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων, ἵνα μὴ, προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ, καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ αὕτη αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνίσασθαι, καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι, αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου. Καὶ οὕτω γὰρ οἷον ἐμπόδιον γένοιτ' ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. Πάντα γοῦν χρησίμως ὁ Θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν, εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν. Ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτρεψε δ' ἂν δόξασα κατειλῆφθαι, πρὸς τὸ, μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ, τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. Ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ, ὅτι πάντως ἔσται ἀγαθός. Πρὸς οἷς γὰρ ἔχομεν, καὶ σφοδρό-
however there is both of being temperate and of being licentious. And when both these faculties exist, he who does not give heed to hortatory and instructive words gives himself over to the worst; whereas to the better [does he give himself] who has sought what is true, and has resolved to live in accordance with it. And the one does not seek the truths, since he inclines towards pleasure, while the other inquires concerning them, having been won over by common notions and hortatory reason. And again in turn, the one chooses pleasure, not as being unable to look it in the face, but because he does not struggle; while the other despises it, seeing the unseemliness that often exists in it. Moreover, that the foreknowledge of God imposes no necessity upon the things concerning which He has apprehended [what will be], in addition to what has been said before this also will be stated, that in many places of the Scriptures God commands the prophets to proclaim repentance, making as though He did not know whether those who hear will turn back or will abide in their own sins. Just as in Jeremiah it is said: "Perhaps they will hearken, and will repent." For it is not because God is ignorant whether they will hear or not that He says: Perhaps they will hearken, and will repent; rather He is showing from what is said that there comes to be, as it were, an equal balance of the faculties, lest His foreknowledge, if proclaimed beforehand, should cause those who hear to fall into dejection by presenting an appearance of necessity, as though turning back were not in their power, and itself become an occasion of sins; or lest again, for those who from not knowing the good foreknown are able, in struggling and straining against wickedness, to live in virtue, the foreknowledge become a cause of slackening, since they no longer stand vigorously against sin on the ground that what has been spoken beforehand will certainly be. For thus too the foreknowledge would become as it were a hindrance to the good that will be. Accordingly, God, dispensing advantageously all the affairs of the world, with good reason blinded us also towards future things. For the knowledge of them would have relaxed us from contending against wickedness, and, by seeming to have been grasped, would have given us over, without our wrestling against sin, to become more quickly subject to it. And at the same time, for the foreknowledge to have come to this particular man that he will certainly be good would also have conflicted with someone's becoming noble and good. For in addition to the things we possess, also intensity
PG 21:496Read from the page
τητος καὶ τάσεως πλείονος χρείᾳ πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προκαταληφθεῖσα δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν γενέσθαι, ὑπεκλύει τὴν ἄσκησιν. Διόπερ συμφερόντως οὐκ ἴσμεν εἰ ἀγαθοὶ, οὔτε εἰ πονηροὶ ἐσόμεθα. Ἐπεὶ δὲ εἰρήκαμεν, ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ Θεὸς, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα, εἰ δυνάμεθα οὕτω σαφηνίσαι· «Τίς ἐποίησε δύσκωφον, καὶ κωφὸν, καὶ βλέποντα, καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός;» ἵνα τὸν αὐτὸν καὶ τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ· βλέποντα μὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ μέλλοντα. Τὸ γὰρ περὶ τοῦ δυσκώφου, καὶ κωφοῦ, οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. Ὅτι μέντοι γε πολλῶν τῶν ἐφ' ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ' ἡμῖν ἐστι, καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ' ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἐπράττετο. Πράττει δὲ τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προεγνωσμένοις, οὐκ ἐφ' ἡμῖν ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προεγνωσμένοις, καὶ ἕτερα πρᾶξαι, παρ' ἃ πράττομεν. Εἰ δέ τις ζητεῖ τὸ ἐφ' ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν, καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος.
ness and greater exertion there is need towards becoming noble and good; whereas if the knowledge that one will certainly become noble and good is grasped beforehand, it relaxes one's training. Wherefore to our advantage we know neither whether we shall be good, nor whether we shall be wicked. And since we have said that God blinded us towards the things to come, see whether we can thus clarify a certain saying under inquiry from Exodus: "Who made the hard of hearing, and the deaf, and the seeing, and the blind? Did not I, the Lord God?" so that He may have made the same man both blind and seeing: seeing towards the things present, and blind towards the things to come. For to expound the matter concerning the hard of hearing, and the deaf, belongs not to the present occasion. Yet that very many of the things not in our power are causes of many of the things in our power, we too shall confess; for had these not occurred—I mean the things not in our power—certain particular things among those in our power would not have been done. And [a man] does certain particular things among those in our power consequent upon these particular foreknown things, it not being possible in our power, upon the same foreknown things, to do other things also besides those which we do. And if anyone demands that what is in our power be detached from the whole, so that we should not choose these particular things because certain particular things have befallen us, he has forgotten that he is a part of the world, and is encompassed by the fellowship of mankind and of the surrounding [universe].
Μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι, τὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προεγνωσμένων πάντως. Φέρε δὲ, ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς
Moderately, then, as in an abridgement, I think it has been demonstrated that the foreknowledge of God is by no means compulsive of the things foreknown. Come now, let us contend also concerning the point that the stars are in no way
Notes, col. 496

On the reading

Printed χρείᾳ, for χρεία.

PG 21:497Read from the page
εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. Σαφὲς δὴ, ὅτι, εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τῶν ἀνθρώπων (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον), οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν, γενόμενος σχηματισμὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα δι' ἕτερον. Πᾶν γὰρ τὸ ποιοῦν, πρεσβύτερον τοῦ πεποιημένου. Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώπους. Ἐπαγγέλλονται γὰρ, τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου, ἢ τῶν ἐν αὐτῇ λεπτῶν· καὶ ποῖος ἀστὴρ τοῦ ζωδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος. Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσι ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτάξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ λόγος γεγενημένου· περὶ πατρὸς, ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων, τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων· τὰ δ' αὐτὰ καὶ περὶ τῆς μητρὸς, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν, ὅτι οὐχ οὕτως ἔχει· πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατη⟨…⟩αγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. Εἰ γὰρ τοῦτο ἀμήχανον, καθ' ὃ δὴ ὅτι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθὲς, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα, πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. Εἰ δὲ τοῦτο τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον. Ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γνώσεως αἰτίους γεγονέναι· τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλ-
productive of the things among mankind, but significative only. Now it is clear that, if this particular configuration of the stars were supposed productive of certain particular things that come to pass concerning mankind (for let the argument now under inquiry be about this), the configuration occurring today, say, in regard to this man cannot be conceived to have produced the things that are past on account of another. For everything that produces is older than what has been produced. Yet so far as rests upon the calculations of those who profess such things, events older than the configuration are supposed to be foretold regarding mankind. For they profess, having in a certain particular manner taken the hour of this particular man, to grasp how each of the planets [stood] vertically, either at this particular degree of the zodiacal sign, or at the minutes within it; and what star of the zodiac happened to be at the eastern horizon, and what one at the western, and which at mid-heaven, and which at the opposite of mid-heaven. And once they have placed the stars—which they suppose themselves to have configured—as configured thus at the season of such-and-such a man's nativity, at the time of the appointment of him concerning whom they are inquiring, they examine not only the things to come, but also the things that are past, and the things prior to the birth and the conception of him who has been born, concerning whom the account is: concerning his father, of what sort he happens to be, rich or poor, sound in body or maimed, better or worse in character, without possessions or of many possessions, having this occupation or that; and the same things also concerning his mother, and concerning elder brothers, if there happen to be any. Let it be granted for the present that we allow that they grasp the truths in this topic—concerning which very thing we shall show later that it is not so; let us ask, then, of those who suppose that the affairs of mankind have been compelled by the stars, in what manner today's configuration, being of such a sort, can have produced the things that are older. For if this is impossible, inasmuch as what is true concerning the things older than the time is discovered, it is clear that the stars moving thus in heaven have not produced the things that are past and came to pass before they themselves stood thus. And if this [be so], perhaps he who allows that they speak truly, attending to the things said concerning the things to come, will say that they speak truly not by the stars' producing, but by their signifying only. And if anyone should allege that the stars do not produce the things that are past, and that other configurations were the causes of the knowledge of those things, whereas the present configuration has only signified [them], yet that the things to