Migne Reading Room

PG 21 · cols. 476–485 · Read from the page

Preparation for the Gospel, Book VI

Preparation for the Gospel, Book VI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:476Read from the page
ρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐκτρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι· ἀλλ' εἴτε ἐν Συρίᾳ τυγχάνουσιν, εἴτε ἐν Γαλλίᾳ, εἴτε ἐν Ἰταλίᾳ, εἴτε ἐν Ἑλλάδι, ἢ ἐν Παρθίᾳ, ἢ ὅπου ἂν ὦσι, τοῦτο ποιοῦσιν. Ὅπερ οὐκ ἔστι κατὰ γένεσιν· οὐ γὰρ δύνανται πάντες Ἰουδαῖοι μίαν γένεσιν ἔχειν. Ἀλλὰ καὶ δι' ἡμερῶν ἑπτὰ πάντες, ὅπου ἂν ὦσιν, ἀργοῦσιν ἐκ παντὸς ἔργου· καὶ οὔτε ὁδεύουσιν, οὔτε πυρὶ χρῶνται. Οὔτε ἀναγκάζει ἡ γένεσις Ἰουδαῖον, οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι, οὐκ ἐργάσασθαι, οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ Σαββάτου, καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰουδαίων καὶ γεννωμένων, καὶ νοσούντων, καὶ ἀποθνησκόντων· ταῦτα γὰρ οὐκ ἔτι ἐστὶ τοῦ αὐτεξουσίου. Ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ· καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας· καὶ ἔκτοτε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ. Τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως, ἧς ἡμεῖς οἱ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες, ἑνὶ ὀνόματι κεκλήμεθα; Καὶ οὔτε οἱ ἐν Παρθίᾳ Χριστιανοὶ πολυγαμοῦσι, Πάρθοι ὑπάρχοντες, οὔθ' οἱ ἐν Μηδίᾳ κυσὶ παραβάλλουσι τοὺς νεκρούς· οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες· οὐ παρὰ Βάκτροις καὶ Γάλλοις φθείρουσι τοὺς γάμους· οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἄπιν, ἢ τὸν κύνα, ἢ τὸν τράγον, ἢ αἴλουρον. Ἀλλ' ὅπου εἰσὶν, οὔτε ὑπὸ τῶν κακῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται· οὐχ ἡ ὑπὸ τῶν ἀρχῶν πρυτανευομένη γένεσις αὐτοὺς ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι. Νόσῳ δὲ, καὶ πενίᾳ, καὶ πάθεσι, καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται. Ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται, κἂν ἀναγκασθῇ, ἀνθίσταται τοῖς ἀναγκάζουσιν· οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄνθρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται. Εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥς τε, εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. Θεοῦ δ' ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα· τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται· καὶ γὰρ τὰ δοκοῦντα ἀνθίστασθαι, αὐτοῦ χρηστοῦ ὄντος, καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος, ἀνθίσταται. » Τοσαῦτα καὶ ὁ Σύρος. Ἑνὸς δὲ ἔτι μνησθεὶς, περιγράψω τὸν λόγον. Ἐπειδὰν γὰρ τὰ μὲν ἀπὸ τῶν ἔξωθεν γραμμάτων αὐτάρκως παρατέθειται, λείπει δὲ τὰ ἀπὸ τῶν ἱερῶν γραμμάτων, ὧν δὴ καὶ μάλιστα ἡμῖν δεῖ εἰς τὴν τῆς Εὐαγγελικῆς ἀποδείξεως Προπαρασκευὴν, εὖ ἂν ἔχοι καὶ τάδε ἐποπτεῦσαι, ὡς ἂν κατὰ μηδὲν ὁ λόγος ἐλλείποι τῶν εἰς τὸ πρόβλημα θεωρουμένων. Ὅθεν δὴ καὶ τάδε σοι σαφῆ καταστήσω. Οὐ μὴν οἷός τ' ἂν εἴης γυμνῶν ἐπαΐειν τῶν ἱερῶν λογίων, τὰ πολλὰ συνεσκιασμένως
awaiting the presence of a star, not turning aside before the authority of a clime, not being led by the law of a foreign country; rather, whether they happen to be in Syria, or in Gaul, or in Italy, or in Greece, or in Parthia, or wherever they may be, they do this. Which is not according to nativity; for all Jews cannot have one nativity. Moreover, every seven days all of them, wherever they may be, rest from every work, and neither travel nor use fire. Nor does nativity compel a Jew to build a house, or pull down, or work, or sell, or buy on the days of the Sabbath, even though on that same day Jews beget and are born, and fall sick, and die; for these things are no longer a matter of self-determination. In Syria and in Osroene many used to castrate themselves in honour of Rhea; and at that point in a single moment King Abgar ordered that those who castrated their privy parts should have their hands cut off also; and from then on no one castrated himself in Osroene. And what shall we say concerning the sect of the Christians, whose adherents we are, though we are many and arose in diverse climes, in every nation and clime, who though many have been called by one name? And neither do the Christians in Parthia practise polygamy, though they are Parthians, nor do those in Media cast the dead to dogs; those in Persis do not marry their daughters, though they are Persians; among the Bactrians and Gauls they do not corrupt marriages; those in Egypt do not worship Apis, or the dog, or the he-goat, or the cat. Rather, wherever they are, they are neither overcome by badly established laws and customs, nor does the nativity governed by the rulers compel them to practise the evils forbidden by their Teacher. Yet to sickness, and poverty, and sufferings, and supposed dishonours they are subject. For just as our free man is not compelled to serve as a slave, and even if compelled withstands those who compel him, so neither is our apparent bondman easily able to escape from subjection. For if we were able to do all things, we should be the All, just as, if we were able to do nothing, we should be, as I said beforehand, instruments of others and not of ourselves. But when God nods assent, all things are possible and unhindered; for nothing can withstand His will; for even the things that seem to withstand it withstand it because He is kind, and permits each nature to possess its own character and the self-determination of its will." So much says the Syrian also. Having mentioned one point further, I shall bring the book to a close. For since the testimonies from external writings have been sufficiently set side by side, while there remain those from the sacred Scriptures, of which indeed we have chief need for the Preparation for the Demonstration of the Gospel, it would be well to survey these also, so that the argument may in nothing fall short of the considerations bearing upon the question. Whence indeed I shall make these points clear to you also. Yet you would not be able to understand the sacred oracles bare as they stand, since in large part veiledly
PG 21:477Read from the page
προενηνεγμένων· διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τοῦτον παραστήσομαι. Σὺ δ' εἰ μὴ τοῖς κρείττοσι βασκαίνειν, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι δεῦρο χορεύοντα δι' ὧν ἀπολέλοιπε πόνων· οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα, δι' ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. Σκέψαι δ' οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς εἰς τὴν Γένεσιν ἐξηγητικοῖς ὁ θαυμάσιος Ὠριγένης περὶ τῆς προκειμένης ὑποθέσεως διείληφε, καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον.
that have been brought forward; wherefore I shall present this interpreter to you. And unless you begrudge your betters, you surely know the man, dancing even until now in the choirs of Christ through the labours he has left behind, yet not unknown either to those outside, through the zeal which he has displayed towards their studies also. Consider therefore how many and what sort of things the admirable Origen has treated concerning the subject before us in his exegetical commentaries on Genesis, and how he has pursued the discourse concerning fate.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Ὡς καὶ ἀπὸ τῆς τῶν θείων Γραφῶν ἐξηγήσεώς τε καὶ μαρτυρίας, ἐκ τῶν Ὠριγένους.
How also from the exposition and testimony of the divine Scriptures, from the works of Origen.
« Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σελήνης, καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ διαλαβεῖν· οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὴν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιλογῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς, καὶ τῶν περὶ ἕκαστον ἀνθρώπων, τάχα δὲ καὶ ἀλόγων ζώων· ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων, μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα, καὶ ἀμήχανον ἄλλως γενέσθαι, ἢ ὡς οἱ
"Concerning the luminaries having been made for signs, being none other than the sun and moon and the stars, it is among the most necessary things of all to treat thoroughly; since not only do the nations that are strangers to the faith of Christ err in the commonplace concerning fate, when by the combination of the so-called wandering stars with those in the zodiac all things on earth are supposed by them to happen, both those concerning each man and perhaps also those concerning irrational animals; but indeed many also of those who are supposed to have believed are distracted as to whether perchance the affairs of men have been necessitated, and it is impossible for them to happen otherwise than as the
Notes, col. 477

On the reading

Printed τὴν, for τὸν.

PG 21:480Read from the page
ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλλουσιν. Ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ' ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψόγον, καὶ πράξεις ἀποδεκτὰς, πάλιν τε αὖ ψεκτάς. Ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ Θεοῦ κρίσεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτηκότας, ὡς κολασθησομένους· τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας, καὶ μακαριότητος· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γενόμενον, καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ, ἐφ' οἷς δογματίζει, βλέποι, καὶ ἡ πίστις ἔσται ματαία, ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία, κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς διὰ Χριστοῦ τοῦ Θεοῦ Ἐκκλησίας· εἰ μὴ ἄρα καὶ Χριστὸς κατὰ τοὺς οὕτω τολμῶντας, ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τὴν γένεσιν ἀνειληφέναι γενόμενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. Οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς Θεὸν λέγεσθαι. Πυθοίμεθα δ' ἂν αὐτῶν, τί ὁ Θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι· ἕτεροι δὲ, ἀγρίων ζώων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐτοὺς πεποιηκέναι, διὰ τὸ τὸν Θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν αὑτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδροφονίαις καὶ πειρατείαις; Καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις, καὶ ἁμαρτανομένων ὑπ' αὐτῶν μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος, τῷ θεῷ προσγράφουσι πάντων τῶν κακῶν καὶ ψευκτῶς πραττομένων τὴν αἰτίαν; Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ Θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ Δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι· πρῶτον μὲν, οὐδ' ὡς βούλονται, δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος· πῶς γὰρ ὁ τοσούτων κακῶν κατ' αὐτοὺς πατὴρ εὐλόγως χρηματίζοι δίκαιος; δεύτερον δὲ, περὶ αὑτῶν τί ποτε φήσουσιν, ἐξεταστέον; Πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται, καὶ ἐν τῷ βίῳ τυγχάνοντες, οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν; Εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον, ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο, καὶ ὁ Δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ βούλοντα⟨ι⟩· εἰ δὲ ἀποκρινοῦνται, ὅτι ἔξω τῶν νόμων τυγχάνουσι τοῦ Δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ καὶ ἑτέρου ἀπὸ τού-
stars enjoin according to their various configurations. And it follows for those who hold these doctrines that they wholly abolish what is in our power, and therefore praise and blame also, and acceptable actions, and again in turn blameworthy ones. And if these things are so, the matters of the proclaimed judgement of God are gone, and the threats towards those who have sinned, as being about to be punished, and in turn honours towards those who have given themselves over to better things, and [those] of blessedness; for none of these things will any longer come to pass with good reason, and if anyone should look at what is consistent for himself in the doctrines he holds, faith also will be vain, and the sojourn of Christ will accomplish nothing, as well as the whole dispensation through the law and the prophets, and the labours of the apostles for establishing the Churches of God through Christ; unless indeed Christ also, according to those who are so bold, having come to be so as to have taken on His birth under the necessity of the movement of the constellations, did and suffered all things not because the God and Father of all granted Him His marvellous powers, but because the stars did. And upon these arguments, which are godless and impious, there follows also that believers are said to believe in God because they are led by the stars. And we might ask them what God wished when He made such a world, so that some in it, though being men, suffer the things of women, having in no way become responsible to themselves for their licentiousness, while others, having received the condition of wild beasts because the motion of the universe has made them such, on account of God's having ordered the universe thus, give themselves over to the most savage and exceedingly inhuman deeds, to manslaughters and piracies? And what need is there for us to speak concerning the things that happen among men, and the sins committed by them, countless as they are, whom the champions of these noble arguments acquit of every charge, while they ascribe to God the responsibility for all evils and things blameworthily done? And if some of them, as though making a defence concerning God, say that the good [God] is another, holding the origin of none of these things, while they attach such things to the Demiurge of all: first, not even as they wish will they be able to prove that he is just—for how could the father of so many evils, according to them, reasonably be styled just?—and secondly, it must be examined what ever they will say concerning themselves? Are they subject to the motion of the stars, or have they been set free and, while existing in life, have nothing wrought upon themselves from there? For if they say that they are subject to the constellations, it is clear that the constellations granted them to conceive this, and the Demiurge will have suggested through the movement of the universe the doctrine concerning the higher fabricated god, which they do not wish; but if they answer that they are outside the laws of the Demiurge that pertain to the stars, then so that what is said by them may not be an unproven assertion, let them try to win us over more compellingly by establishing a difference between one mind subject to nativity and fate and another from
Notes, col. 480

On the reading

Printed ψευκτῶς, for ψεκτῶς.

PG 21:481Read from the page
των ἐλευθέρου. Δῆλον γάρ ἐστι τοὺς τοιούτους, ὅτι, λόγον ἀπαιτηθέντες διδόναι αὐτοῖς, οὐδαμῶς δυνήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι. Εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέσθαι, Θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρήσασθαι. Καὶ τί ἐπὶ πλεῖον μηκύνειν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ καθημαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; Αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα. Πόθεν δὲ ἐξετάζοντες τὸ, « Ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες, » ἐπὶ ταῦτα ἐληλύθαμεν, ἑαυτοὺς ὑπομνήσωμεν. Οἱ μανθάνοντες περί τινων ἀληθῆ, ἤτοι αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγειῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις ἀκούσαντες, τάδε τινὰ γινώσκουσιν (ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν, ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετυχηκότα). Ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων τὸ τάδε τινὰ τοῖσδε γεγονέναι, ἢ συμβήσεσθαι, μὴ διακρίνων, ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου, αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν· οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι, ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι, ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει, οἰήσεται δὲ δηλονότι ἐσφαλμένως. Ὡς εἴ τις, ἐντυχὼν προφητικῇ βίβλῳ προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην, νομίσαι μαθὼν τὸ ἐσόμενον, ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὰ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενα ὕστερον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτήν, ἢ τὸν ἐνεργήσαντα, φέρε εἰπεῖν τὸν Θεόν. Ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὗται αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν Θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν· οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν Θεὸν, καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν, ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων, οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα. Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ Θεὸς γενησόμενον, καὶ χωρὶς μὲν Γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ Θεοῦ δῆλον τῷ συνιέντι ἀξίωμα δυνά-
these free. For it is clear as regards such men that, when required to give an account to them, they will in no way be able. And in addition to what has been said, prayers also are superfluous, being employed in vain. For if certain particular things have been necessitated to happen, and the stars bring them about, and nothing contrary to their interweaving with one another can happen, it is unreasonably that we ask God to grant us certain particular things. And what need is there to prolong the argument further in setting forth the impiety of the commonplace concerning fate, trite without examination among the multitude? For even what has been said is sufficient for an outline. But let us remind ourselves whence, in examining the words, "Let the luminaries be for signs," we have come to these matters. Those who learn true things concerning certain matters either, having become eyewitnesses of the events, declare certain particular things soundly after beholding the suffering and the action of those who have suffered or acted, or, upon hearing the report of those who are in no way causes of what has happened, come to know certain particular things (and let there be set aside from the argument for now the possibility that those who have done or suffered things, by relating what they have done or suffered, bring one who was not present into knowledge of what has been done). If therefore the one taught by him who is in no way the cause of the things happening that certain particular things have happened or will befall certain persons, not distinguishing that he who teaches concerning something as having happened or going to be is not necessarily the cause of the matter's being of such a kind, he will suppose that the one who set forth that certain particular things have happened or that certain particular things will be has done or will do the things concerning which he teaches—and plainly he will suppose erroneously. As if someone, upon lighting on a prophetic book foretelling the matters concerning Judas the betrayer, after learning what was going to be and seeing it brought to pass, should think the book to be the cause of this particular thing's having happened afterwards, since from the book he has learned the things to be done afterwards by Judas; or again should suppose not the book to be the cause, but him who first wrote it, or Him Who wrought [it], say for instance God. And just as in the things prophesied concerning Judas these very expressions, when examined, show that God did not become the maker of Judas's betrayal, but only made known, as having foreknown them, the things that would be done from that man's wickedness through his own fault; so if anyone should enter deeply into the account of God's foreknowing all things, and into the things in which He as it were imprinted the expressions of His own foreknowledge, he would perceive that neither is He Who foreknew necessarily the cause of the things foreknown, nor are the things that received the imprints of the expressions of the foreknowledge of Him Who foreknew. Now that God knows long beforehand each of the things that will be, that it is going to happen, even apart from Scripture is immediately clear from the very conception concerning God to one who understands the majesty of the power
PG 21:484Read from the page
μεως νοῦ Θεοῦ· εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν Γραφῶν τοῦτο παραστῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παραδειγμάτων· καὶ μετὰ τὴν Σωσάνναν δὲ τοῦ Θεοῦ γινώσκοντος τὰ πάντα πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν· « Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι. » Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύοντος καὶ πράξεις ἀνεγράφησαν, πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι, προφητευόμενα οὕτως· « Καὶ ἐποίησεν Ἰεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ πέμπτῃ καὶ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ, ὃ ἐποίησεν ἐν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν. » Εἶτα μετ' ὀλίγα· « Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου ἐν Βαιθὴλ, καὶ Ἰεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπιθῦσαι. Καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε· Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. Καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων· Τοῦτο τὸ τέρας ὃ ἐλάλησε Κύριος λέγων· Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτῷ.» Καὶ μετ' ὀλίγα δηλοῦται, ὅτι καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ Κυρίου. Καὶ ἐν τῷ Ἠσαΐᾳ γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ' ἣν αἰχμαλωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς
of the mind of God; and if one must establish this from the Scriptures also, the prophecies indeed are full of such examples, and after Susanna too, as God knows all things before their coming to be, when she speaks thus: "O eternal God, Knower of hidden things, Who knowest all things before their coming to be, Thou knowest that these men have borne false witness against me." And most clearly in the third [book] of Kingdoms both the name of one reigning and his actions were recorded, many years before they came to pass, being prophesied thus: "And Jeroboam made a feast in the eighth month, on the fifteenth day of the month, according to the feast that is in the land of Judah. And he went up upon the altar that is in Bethel, which he made among the heifers that he had made." Then a little further on: "And behold, a man of God out of Judah arrived by the word of the Lord at Bethel, and Jeroboam was standing upon his altar to sacrifice. And he cried out against the altar by the word of the Lord, and said: Altar, altar, thus says the Lord: Behold, a son is born to the house of David, Josiah his name, and he shall sacrifice upon you the priests of the high places, of those who sacrifice upon you, and men's bones shall he burn upon you. And he gave a portent on that day, saying: This is the portent which the Lord spoke, saying: Behold, the altar is rent, and the fatness that is upon it shall be poured out." And a little further on it is shown that the altar also was rent, and the fatness was poured out from the altar according to the portent which the man gave by the word of the Lord. And in Isaiah, who lived long before the captivity to Babylon, after which captivity at length afterwards arises Cyrus the king of the Persians
PG 21:485Read from the page
συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ, γενομένῳ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· « Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ Χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πύλαι οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε.» Σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαὸν, ὃν εὐηργέτησεν, ὁ Κύριος ὁ Θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι. Καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ τῶν Ἑλλήνων τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευθέντα Κῦρον. Ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ, Βαβυλωνίων βασιλευόντων τότε, τῷ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ' αὐτόν. Δείκνυνται δὲ διὰ τῆς εἰκόνος, χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωμαίων. Καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δαρεῖον καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως, καὶ Πτολεμαῖον τὸν Αἰγύπτου ἄρξαντα, τὸν ἐπικαλούμενον Λαγὼν, οὕτω προφητεύεται· « Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσα τῶν ὀφθαλμῶν. Καὶ ἦλθεν ἕως τοῦ
who assisted in the building of the temple, having come to pass in the times of Ezra, these things are prophesied by name concerning Cyrus: "Thus says the Lord God to my anointed, Cyrus, whose right hand I have grasped, that nations may hearken before him, and the strength of kings I will burst asunder; I will open doors before him, and gates shall not be shut. I will go before you, and level mountains; doors of bronze I will shatter, and bars of iron I will crush; and I will give you dark, hidden treasures, unseen ones I will open to you, so that you may know that I am the Lord God, Who call your name, the God of Israel. For the sake of my servant Jacob and Israel my chosen one I will call you by your name, and I will accept you." For clearly from these words also it has been shown that for the sake of the people whom He benefited, the Lord God granted to him, though he did not know the piety held among the Hebrews, to rule over very many nations. And it is possible to learn these things also from the Greeks who recorded the matters concerning Cyrus who was prophesied. Moreover, in Daniel also, when the Babylonians were then reigning, there are shown to Nebuchadnezzar the kingdoms that would be after him. And they are shown through the image, the empire of the Babylonians being named gold, that of the Persians silver, that of the Macedonians bronze, and that of the Romans iron. And again in the same prophet the matters concerning Darius and Alexander, and the four successors of Alexander the king of the Macedonians, and Ptolemy who ruled Egypt, him surnamed Lagon, are prophesied thus: "And behold, a he-goat of the goats was coming from the south-west upon the face of the whole earth; and the he-goat had a horn between his eyes. And he came as far as the