Migne Reading Room

PG 21 · cols. 321–332 · Read from the page

Preparation for the Gospel, Book V

Preparation for the Gospel, Book V

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:321Read from the page
βαρικώτερον.» Καὶ πάλιν προστίθησι τοῖς εἰρημένοις ταῦτα· «Εἰσὶ γὰρ ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου. Τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρόν ἐστι λείψανον, ὡς περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν· ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι τε καὶ τελεταὶ καὶ μυθολογίαι σώζουσι καὶ διαφυλάττουσι διεσπαρμέναι. Καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω καθ' Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπὰς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ, νηστεῖαί τε καὶ κοπετοὶ, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς, μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενοι σὺν κλόνῳ, θεῶν μὲν οὐδενὶ, δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ' ἂν τελεῖσθαι, παραμύθια τῆς πάλαι ποιουμένης ἀνθρωποθυσίας· ἃς οὔτε θεοὺς ἀπαιτεῖν, ἢ προσδέχεσθαι, πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοὶ, παῖδας αὑτῶν ἐπιδιδόντες, καὶ καταρχόμενοι καὶ σφάττοντες· ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς, καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐν τοῖσδε μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ σωμάτων ὁμιλεῖν· ἀλλ' ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες, ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι, λοιμούς τε πόλεσι, καὶ γῆς ἀφορίας ἐπάγουσι, καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρις οὗ τύχωσιν, οὗ ἐρῶσι.» Σαφῶς διὰ τούτων ὁ προδηλωθεὶς φιλόσοφος, ὅτι δαίμοσι πονηροῖς τὰ προειρημένα κατὰ πάσας τὰς πόλεις ἐπετελεῖτο, παρέστησεν. Εἰ δὲ καί τινες ἦσαν ἐν τούτοις, ὥς φασιν, ἀγαθοὶ τὴν φύσιν καὶ θεοὶ, τί χρῆν θεραπεύειν τοὺς φαύλους, πρὸς τῶν ἀγαθῶν ἀπελαύνεσθαι δέον αὐτούς; Εἰ γὰρ δή τινες ἦσαν αὐτοῖς ἀγαθοὶ προστάται, τούτοις ἐπιθαρσοῦντας τὸ μηδὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι' αἰσχροῤῥημοσυνῶν τὰς ἐναντίας ἀποτρέπεσθαι δυνάμεις. Ὅτε δὲ τούτων μὲν οὐδὲν ἔπραττον, βίῳ δ' αἰσχρῷ καὶ ἀκολάστῳ, καὶ ῥήμασιν ἀσέμνοις, ὠμοφαγίαις τε καὶ διασπασμοῖς καὶ ἀνθρωποθυσίαις τοῖς πονηροῖς δαίμοσιν ἐκαθικέτευον· πῶς καὶ δυνατὸν ἦν αὐτοὺς τὰ τοιαῦτα δρῶντας, καὶ τοῖς φαύλοις κεχαρισμένα διαπραττομένους, τῷ ἐπὶ πάντων Θεῷ, ἢ ταῖς ὑπ' αὐτὸν θείαις δυνάμεσιν, ἢ ὅλως ἀγαθοῖς τισι προσῳκειῶσθαι; Ἀλλὰ γὰρ τοῖς πᾶσι πρόδηλον, ὡς ὁ τὰ φίλα τοῖς φαύλοις ἐπιτελῶν, οὐκ ἄν ποτε τῶν ἀγαθῶν γένοιτο προσφιλής. Οὐκ ἄρα θεοῖς, οὐδ' ἀγα-
more barbarous." And again he adds to what has been said these words: "For as among men, so also among demons there are differences of virtue and of the passible and irrational part. In some there is a weak and dim remnant, like a residue, while in others there resides much of it and hard to quench; of which things sacrifices and initiations and mythologies scattered in many places preserve and guard traces and symbols. Now concerning the mysteries, in which one may obtain the greatest indications and glimpses of the truth concerning demons, let my lips keep holy silence, as Herodotus says; but festivals and sacrifices, just like ill-omened and gloomy days, in which there are eatings of raw flesh and rendings, fastings and beatings of the breast, and again in many places foul language at sanctuaries, and other frenzies roused with head-tossing amid turmoil, I should say are performed for none of the gods, but for the averting of base demons, being appeasements in place of the human sacrifice practised of old; which it is neither plausible that gods demand or welcome, nor would kings and generals have submitted to in vain, giving up their own children, and performing the preliminary rites over them and slaughtering them; rather, they were averting the wraths and sullennesses of harsh and froward avenging spirits, and satisfying in these rites their mad lusts, since they were neither able nor willing to consort with bodies and by means of bodies; but just as Heracles besieged Oechalia on account of a maiden, so oftentimes strong and violent demons, demanding a human soul enclosed in a body, bring plagues upon cities and barrenness of the earth, and stir up wars and seditions, until they obtain that which they desire." Clearly through these words the aforesaid philosopher has established that the rites afore-mentioned were performed throughout all the cities for wicked demons. Yet even if there were among these, as they say, some good by nature and gods, why ought one to have served the base ones, when they ought rather to have been driven away by the good? For if indeed they had any good protectors, taking courage in these they surely ought to have paid no heed at all to the worse, and to have averted the opposing powers through sober words and prayers, and not through foul language. When, however, they did none of these things, but by a shameful and licentious life, and by unseemly words, and by eatings of raw flesh and rendings and human sacrifices supplicated the wicked demons, how was it even possible for men doing such things, and accomplishing what is pleasing to the base, to have been allied with the God over all, or with the divine powers under Him, or with any good beings at all? For indeed it is manifest to all that he who performs what is dear to the base could never become dear to the good. Neither, then, gods, nor
PG 21:324Read from the page
θοῖς δαίμοσι, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ δεδηλωμένοι. Ἔτι δὲ μᾶλλον τοῦτο πιστοῦται ὁ Πλούταρχος, ἐν οἷς φησι τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις λόγους εἶναί τινας περὶ δαιμόνων, τά τε παρ' Ἕλλησιν ᾀδόμενα γιγαντικά τινα καὶ τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν. Μήποτε ἄρα τοιαῦτα ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων ἐν τῇ θείᾳ Γραφῇ λεγόμενα; τά τε περὶ τῶν τούτους γεγεννηκότων, περὶ ὧν εἴρηται· «Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο· ἀφ' ὧν ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ ἐξ αἰῶνος.» Εἴποι γὰρ ἄν τις, τούτους ἐκείνους εἶναι, καὶ τὰ ἐκείνων πνεύματα παρὰ τοῖς μετὰ ταῦτα ἀνθρώποις τεθεοποιημένα καὶ τὰς ἐκείνων μάχας, τάς τε πρὸς ἀλλήλους διαστάσεις, καὶ τοὺς πολέμους, ταῦτ' εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. Λέγει δ' οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξε λόγῳ περὶ τῶν Κατὰ τὴν Ἶσιν καὶ τοὺς Αἰγυπτίων θεοὺς, αὐτοῖς ῥήμασι ταῦτα.
good demons did those afore-mentioned worship, but only the base. And still further does Plutarch confirm this where he says that the mythical narratives told as though concerning gods are certain accounts concerning demons, and that the tales of giants and Titans sung among the Greeks are demonic narratives, so as to suggest a newer meaning. Were such things, perchance, what is said in the divine Scripture concerning the giants before the flood, and concerning those who begot them, of whom it is said: "And the angels of God, having seen the daughters of men, that they were fair, took to themselves wives from all whom they chose; from whom were born the giants who were renowned of old"? For one might say that these were those very ones, and that their spirits were deified among men thereafter, and that their battles, and their dissensions against one another, and their wars are the very things recounted in myth as though concerning gods. At all events, Plutarch says in the treatise which he composed concerning Isis and the Gods of the Egyptians these things in these very words.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Περὶ τοῦ λανθανούσας δαιμόνων περιέχειν ἱστορίας τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις.
Concerning the fact that the mythical narratives told as though concerning gods contain hidden histories of demons.
«Βέλτιον οὖν οἱ περὶ Τυφῶνα, καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν πάθη μήτε ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων καὶ Πυθαγόρας, καὶ Ξενοκράτης, καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐῤῥωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι, καὶ πολλῇ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν· τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει, καὶ σώματος αἰσθήσει συνειληχὸς, ἡδονὴν δεχομένῃ καὶ ὅσα ταύταις γινόμενα ταῖς μεταβολαῖς πάθη, τοὺς μὲν μᾶλλον, τοὺς δ' ἧττον ἐπιταράττειν. Γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. Τὰ γὰρ γιγαντικὰ καὶ τιτανικὰ παρ' Ἕλλησιν ᾀδόμενα, καὶ πολλαί τινες ἄθεσμοι πράξεις, καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα, φυγαί τε Διονύσου, καὶ πλάναι Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνιακῶν, ὧν παρὰ πᾶσιν ἀναίδην ἔξεστι μυθολογουμένων ἀκούειν, ὅσα τε, μυστικοῖς ἱεροῖς παρακαλυπτό-
"Better, therefore, judge those who suppose the things recorded concerning Typhon and Osiris and Isis to be the sufferings neither of gods nor of men, but of great demons, whom Plato and Pythagoras and Xenocrates and Chrysippus, following the ancient theologians, say were born stronger than men and far surpassing our nature in power, yet possessing the divine element not unmixed nor unalloyed, but allotted together with the nature of soul and the sensation of body, receiving pleasure, while whatsoever passions arise with these changes trouble some more and others less. For as among men, so also among demons there arise differences of virtue and vice. For the tales of giants and Titans sung among the Greeks, and many lawless deeds, and the resistances of Python against Apollo, and the flights of Dionysus, and the wanderings of Demeter fall in no way short of the tales of Osiris and Typhon, which one may hear recounted in myth shamelessly everywhere, and whatsoever things, being veiled in mystic sanctuaries,
Notes, col. 324

On the reading

Printed ἀναίδην, for ἀνέδην.

PG 21:325Read from the page
μενα, τελεταῖς ἄῤῥητα διασώζεται καὶ ἀθέατα, πρὸς τοὺς θεοὺς ὅμοιον ἔχει λόγον.» Καὶ ἐπιφέρει, λέγων ἑξῆς· «Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας, ὧν ἂν ἐξαμαρτήσωσι καὶ πλημμελήσωσι·
are preserved unspoken and unseen in initiations have a like account in relation to the gods." And he adds, saying next: "And Empedocles says that the demons even pay penalties for whatsoever sins and transgressions they commit:
Αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει·
For the ethereal might pursues them into the sea;
Πόντος δὲ χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ' ἐς αὐγὰς
And the sea spat them out upon the floor of earth, and earth into the rays
Ἠελίου ἀκάμαντος· ὁ δ' αἰθέρος ἔμβαλε δίναις.
Of the tireless sun; and he cast them into the eddies of the ether.
Ἄλλος δ' ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες·
And one receives them from another, and all abhor them;
Ἄχρις οὗ, κολασθέντες, αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι. Τούτων δὴ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος· ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, πάντα πράγματα ταράξας· ἐνέπλησε δὲ κακῶν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκε.»
Until, having been chastised, they recover once more their natural place and order. Akin to these and suchlike things, they say, are the tales told concerning Typhon: how out of envy and ill-will he wrought dreadful deeds, throwing all affairs into confusion, and filled both the whole earth and the sea together with evils, and afterwards paid the penalty."
Ταῦτα ὁ Πλούταρχος ἐν τῷ δηλωθέντι συγγράμματι παραθέμενος, καὶ διὰ πλειόνων ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ περὶ τῶν ἐκλελοιπότων χρηστηρίων τοῦτον ἱστορεῖ τὸν τρόπον· «Ἐκεῖνος μὲν οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας, πλεῖστον δὲ Δελφῶν λόγον εἶχε· καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα, καὶ ταῦτα δὴ τὰ περὶ τὴν Πυθίαν. Τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν, μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγὴν, ἀλλ' ἐκπεσόντα ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ' ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον, καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα, τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλασσόμενον. Οὕτω δὲ ἔχειν καὶ τὰ Τυφω-
Having set forth these things in the aforesaid treatise, and having worked out the argument at greater length, Plutarch relates the like things also in the treatise concerning the oracles that have failed, in this manner: "He, then, referred divination to demons, and held Delphi in the greatest account; and of the rites told and enacted here concerning Dionysus there was none of which he had not heard, but he declared those too to be great sufferings of demons, and so indeed these matters concerning the Pythia. And for the slayer, his exile took place neither for nine years nor to Tempe, but having been banished he came into another world; and afterwards from thence, having become pure in nine revolutions of great years, and having returned as Phoebus in very truth, he took over the seat of the oracle, guarded until then by Themis. And so too stand the matters
PG 21:328Read from the page
νικὰ, καὶ τὰ Τιτανικὰ, δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας· εἶτα φυγὰς τῶν κρατηθέντων, ἢ δίκας ὑπὸ Θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν, καὶ Κρόνος περὶ Οὐρανόν· ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ παρ' ἡμῖν, ἢ παντάπασιν ἐκλελοίπασι, μεταστάντων εἰς ἕτερον κόσμον. Ἐπεὶ καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾷν τὸν Κρόνον· ἐπεὶ δὲ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν Ἄρσαλον, καὶ Ἄρυτον, καὶ Τόσιβιν, ἔφυγε, καὶ μετεχώρησεν ὁποιδήποτε· (τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν·) ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον Σκιροὺς θεοὺς προσαγορεύεσθαι, καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. Τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν μυθολογουμένων· εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν, οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾯ γὰρ ἕκαστος θεῷ συντέτακται, καὶ οὗ τῆς δυνάμεως μετείληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι· καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστι Δῖος, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀπολλώνιος, ἢ Διονύσιος, ἢ Ἑρμαῖος. Ἀλλ' ἔνιοι μὲν καὶ ὀρθῶς κατὰ τύχην ἐκλήθησάν· οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας, ἀλλ' ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.» Τοσαῦθ' ὁ Πλούταρχος· ἐν οἷς ἐσπούδασε περὶ τῶν ἐκλελοιπότων χρηστηρίων, πρὸς τοῖς ἄλλοις καὶ θνήσκειν παριστὰς τοὺς δαίμονας, ὃ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραθήσομαι. Τέως δὲ φέρε συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς φησι, δαιμόνων δυνάμεώς τε καὶ ἐνεργείας αὖθις ὁ τὴν καθ' ἡμῶν συσκευὴν πεποιημένος, ἐν οἷς ἐπέγραψε περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἐκτίθεται. Μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὡς πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσι θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείων βελῶν καὶ τοξευμάτων βαλλόμενοι καταισχύνοιντο. Οὕτως γὰρ καὶ γένοιτ' ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς προσφιλῶν, καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων, ἀκριβῶς τε τὸν περὶ τῶν οἰκείων λόγον διηρευνηκότων, ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδειξις. Γράφει δὲ ταῦτα ὁ δεδηλωμένος, ἐν οἷς ἐπέγραψε περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα μαρτύρεται μὴ τὰ ἀπόῤῥητα τῶν θεῶν ἐκφαίνειν, ἐπομνύμενός τε αὐτὸς καὶ παραγγέλλων κρύπτειν, καὶ μὴ εἰς πολλοὺς ἐκφέρειν τὰ λεχθησόμενα. Τίνα δὲ ἦν τὰ τοιαῦτα; Τὸν Πᾶνα Διονύσου φησὶ θεράποντα εἶναι· τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων, ἐπι-
of Typhon, and those of the Titans, that there were battles of demons against demons, next exiles of the vanquished, or punishments by God of those who sinned, such sins as Typhon is said to have committed against Osiris, and Cronus against Uranus; whose honours among us have grown dimmer, or have failed altogether, since they departed into another world. For I learn that the Solymi, the neighbours of the Lycians, honoured Cronus among the foremost; but after he slew their ancestral leaders, Arsalus and Arytus and Tosibis, and fled and withdrew whithersoever it was (for this they cannot tell), he indeed fell into neglect, while Arsalus and his companions were addressed as the Sciri gods, and the Lycians make their curses by these both publicly and privately. Many things like these, then, may be taken from what is told in myth; and if we call certain demons by the customary names of the gods, one must not marvel, said the stranger. For after that god with whom each demon has been ranged, and of whose power he has partaken, he loves to be called; even as among us one man is Dius, another Athenaeus, and another Apollonius, or Dionysius, or Hermaeus. Yet some indeed were rightly so called even by chance, whereas the many acquired derivative names of gods in no way fitting, but interchanged." So much says Plutarch in the work which he composed with zeal concerning the oracles that have failed, establishing among other things that the demons also die, which very point I shall likewise set forth at the needful season. Meanwhile, come, let us collect whatsoever other things concerning the power and working of the good demons, as he calls them, the author of the compilation against us again sets forth in the work which he entitled Concerning Philosophy from Oracles. For above all I shall use him now also, as oftentimes, as a witness and refutation of the error concerning those whom they suppose to be gods, so that being struck by their own darts and arrows they may be put to shame. For thus we too should obtain from the very men supposed to be dear to the gods, and indeed pious, and to have searched out accurately the account concerning their own deities, an unfailing and inescapable demonstration of the matters set before us. Now the aforesaid writer writes these things in the work which he entitled Concerning Philosophy from Oracles, where he protests against disclosing the unspeakable secrets of the gods, swearing himself and charging his readers to hide them, and not to publish to the many the things about to be spoken. And what were such things? He says that Pan is a servant of Dionysus; and that he, being one of the good demons,
Notes, col. 328

On the reading

Printed ἐκλήθησάν, for ἐκλήθησαν.

PG 21:329Read from the page
φανέντα ποτὲ τοῖς κατ' ἀγρὸν γεωπονοῦσι. Τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινος παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις; Ἆρ' οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασι δαίμονα, ἔργῳ τῆς πείρας ᾐσθημένοι; Φησὶ γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι, λέγων ὧδε.
having once appeared to those tilling the land in the country. What ought he, being good, to have bestowed, save altogether the presence of some good thing upon those deemed worthy of the theophany of the good one? Did, then, any good accrue to the beholders of the good daemon, or did they meet with an evil daemon, having perceived it in deed by experience? At any rate, our marvellous witness says that those deemed worthy of this goodly sight suffered sudden death, speaking thus.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ὡς θανάτου ποιητικοί εἰσιν οἱ λεγόμενοι αὐτῶν ἀγαθοὶ δαίμονες.
That those called good daemons by them are productive of death.
« Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν ἀνεδείχθησαν θεράποντές τινων, ὡς ὁ Πὰν τοῦ Διονύσου· δεδήλωκε δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων. Ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων γοῦν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν, ἔχρησεν ὁ θεός·
"And already in other cases also some have been shown to be servants of certain ones, as Pan is of Dionysus; and Apollo at Branchidae has made this plain through these verses. For nine men were found dead; when, therefore, those dwelling in the country inquired the cause, the god gave oracle:
Χρυσόκερως βλοσυροῖο Διονύσου θεράπων Πὰν, Βαίνων ὑλήεντα κατ' οὔρεα, χειρὶ κραταιῇ Ῥάβδον ἔχεν, ἑτέρῃ δὲ λιγὺ πνείουσαν ἔμαρπτε Σύριγγα γλαφυρὴν, νύμφῃσι δὲ θυμὸν ἔθελγεν· Ὀξὺ δὲ συρίξας μέλος, ἀνέρας ἐπτοίησεν Ὑλοτόμους πάντας, θάμβος δ' ἔχεν εἰσορόωντας Δαίμονος ὀρνυμένου κρυερὸν δέμας οἰστρήεντος. Καὶ νύ κε πάντας ἔμαρψε τέλος κρυεροῦ θανάτοιο, Ει μη οἱ κότον αἰνὸν ἐνὶ στήθεσσιν ἔχουσα Ἄρτεμις ἀγροτέρη παῦσεν μένεος κρατεροῖο· Ἣν καὶ χρὴ λίσσεσθ', ἵνα σοι γίγνοιτ' ἐπαρωγός. »
Golden-horned Pan, servant of grim Dionysus, walking down the wooded mountains, in his mighty hand held a staff, and with the other grasped a hollow pipe breathing shrilly, and charmed the heart in the nymphs; but having piped a piercing strain, he terrified all the woodcutters, and stupor held them as they beheld the chilling frame of the frenzied daemon rushing on. And now the end of chilling death would have seized them all, had not Artemis of the wilds, holding dread wrath against him in her breast, stayed him from his mighty rage; whom also you must entreat, that she may become your helper."
Ἀκήκοας οἷα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ, τό τε σχῆμα καὶ τὰς πράξεις ὁ ἐν Βραγχίδαις ἐδίδαξεν Ἀπόλλων; Θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα κατορθώματα, ὧν δὴ ἕνεκα την οὐρόνιον ἀπολελοιπότες διατριβὴν, τὴν σὺν ἀνθρώποις ἀντικατηλλάξαντο. Πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης κατάρχειν, καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ὑποτίθεσθαι. Οἱ δὲ τούτων μὲν οὐδέν· ἄκουε δ' οἷα ἐκφαίνει ὁ τὰ ἀῤῥητότερα τῶν ἀῤῥήτων διηρευνηκὼς καὶ τῶν ἀποῤῥήτων ἀξιωθεὶς τῆς γνώσεως. Τοτὲ μὲν οὖν τινας τῶν ἀγαθῶν τούτων δαιμόνων φησὶν ἐρωτικαῖς ἡδυπαθείαις ὑπηρετεῖσθαι· τοτὲ δ' ἑτέρους τυμπάνων αὐλοῖς
Have you heard of what sort Apollo at Branchidae taught both the form and the deeds of the daemon whom he calls good to be? Behold now also the noble achievements of the rest, for the sake of which, having left their heavenly abode, they took in exchange a life among men. Altogether, surely, they ought to lead the way in temperance, and to suggest what is profitable and beneficial to men. Yet they do nothing of these things; hear rather what sort of things he reveals who has searched out the more unspeakable of unspeakable things and been deemed worthy of the knowledge of secrets. At one time, then, he says that certain of these good daemons minister to amatory pleasures; and at another, that others in flutes of timbrels
Notes, col. 329

On the reading

Printed Ει, for Εἰ.

Printed μη, for μὴ.

Printed την, for τὴν.

Printed οὐρόνιον, for οὐράνιον.

PG 21:332Read from the page
καὶ θηλειῶν πατάγοις χαίρειν· ἄλλους δὲ αὖ πάλιν μάχαις καὶ πολέμοις ἀγάλλεσθαι, καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν, καὶ τοῖς ἀπὸ γῆς καρποῖς τὴν Δηώ· θρηνεῖν δὲ τὸν Ὄσιριν εἰσέτι νῦν τὴν Ἶσιν, καὶ τὸν Ἀπόλλω μαντεύεσθαι. Τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἱ εἰς ἀνθρώπους ὠφέλειαι. Δέχου δὲ καὶ τούτων τὰς ἀποδείξεις.
and in clatterings of women take delight; and that others again exult in battles and wars, and Artemis in hunting, and Deo in the fruits from the earth; and that Isis even until now laments Osiris, and Apollo utters prophecies. Such are the benefits towards men of those whom they call good daemons. And receive the proofs of these things also.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ὅτι ἐρωτικαῖς ἡδυπαθείαις ἐξυπηρετοῦνται, καὶ ποίαις ἕκαστος αὐτῶν χαίρει.
That they minister thoroughly to amatory pleasures, and in what sort each of them takes delight.
« Οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτ' ἀδείματον, Οὐδ' ἀκράαντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις· Ἀλλ' ἀπὸ παγκράτοιο νόου πατρόθεν κατιοῦσα Αἰὲν ἀληθείης σελαγίζεται, ἀμφὶ δὲ μῆτις Ἔμπεδος ἀῤῥήκτοισι μένει λογίοις βεβαυῖα. Δεσμῷ δ' οὖν κλήϊζε· θεὴν γὰρ ἄγεις με τοσήνδε, Ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον. »
"Nothing fearless among the immortal gods, nor unfulfilled, did Hecate ever speak to wise prophets of the gods; but descending from the all-ruling mind of her sire, she ever beams with truth, and round about her abides counsel firm, standing fast upon unbreakable oracles. Invoke me, therefore, with a bond; for you bring me, a goddess so great as sufficed to animate the supreme cosmos."
Καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή. Ταύτης δὲ τὸ μὲν θυμοειδὲς, τὸ δὲ ἐπιθυμητικὸν, ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ καλεῖται. Ταῦτα οὐκ ἐμὰ, μήτοι νομίσῃς, τοῦ δὲ προειρημένου συγγραφέως ἀκήκοας, οὗ πάλιν καὶ ταῦτά ἐστι. « Πάνυ δέ με θράττει, πῶς, ὡς κρείττους παρακαλούμενοι, ἐπιτάττονται ὡς χείρους· καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα, τἄδικα αὐτοὶ κελευσθέντες δρᾷν ὑπομένουσι· καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσειαν, αὐτοὶ δ' ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τοιούτους, ἢ μᾶλλον εἰπεῖν τοὺς τυχόντας, οὐκ ὀκνοῦσιν. » Εὕροις δ' ἂν καὶ ταῦτα ἐν τῇ πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον τοῦ αὐτοῦ ἐπιστολῇ. Ἐν δὲ τῇ προλεχθείσῃ πραγματείᾳ τῆς ἐκ λογίων Φιλοσοφίας προστίθησι τοῖς εἰρημένοις, λέγων ὧδε· « Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται, καὶ τί, καὶ τίνι αὐτῶν δεδηλώκασιν, ὥσπερ ὁ Διδυμαῖος διὰ τούτων· (ἦν δ' ἡ πεῦσις, εἰ δεῖ ὀμόσαι τῷ ἐπαγαγόντι τὸν ὅρκον·)
And perhaps on this account she is three-formed, and the soul also is three-parted. And of this, one part is the spirited, and another the appetitive, whence also she is summoned for amatory matters. These words are not mine, do not suppose it, but you have heard them from the aforesaid writer, whose also again are these words: "And it troubles me exceedingly how, though invoked as superiors, they are commanded as inferiors; and though requiring the worshipper to be just, they themselves submit, when bidden, to do unjust things; and though they would not hearken to one calling upon them who is not pure from sexual pleasures, they themselves do not hesitate to lead such men, or rather to say chance comers, into unlawful sexual pleasures." And you would find these things also in the epistle of the same writer to Anebo the Egyptian. And in the aforementioned treatise of the Philosophy from Oracles he adds to what has been said, speaking thus: "And indeed what has been assigned to each, both what and to which of them, they have made plain, just as the Didymaean Apollo does through these verses (and the inquiry was whether one must swear to him who tendered the oath):
Μητέρι μὲν μακάρων μέλεται τιτηνίδι Ῥείῃ
To the Mother of the blessed ones, Titanian Rhea, are a care