γραφῇ περὶ τοῦ Ναβουχοδονοσορ ταῦτα· « Μεγασθένης δέ φησι, Ναβουχοδρόσορον Ἡρακλέως ἀλκιμώτερον γεγονότα, ἐπί τε Λιβύην καὶ Ἰβηρίην στρατεῦσαι. Ταύτας δὲ χειρωσάμενον, ἀποδασμὸν αὐτέων εἰς τὰ δεξιὰ τοῦ Πόντου κατοικίσαι. Μετὰ δὲ, λέγεται πρὸς Χαλδαίων, ὡς, ἀναβὰς ἐπὶ τὰ βασιλήϊα, κατασχεθείη θεῷ· ὅτε ᾠδῇ, φθεγξάμενος δὲ εἶπεν· Οὗτος ἐγὼ Ναβουχοδρόσορος, ὦ Βαβυλώνιοι, τὴν μέλλουσαν ὑμῖν προαγγέλλω συμφορὴν, τὴν ὅ τε Βῆλος ἐμὸς πρόγονος, ἥ τε βασίλεια Βῆλτις ἀποτρέψαι Μοίρας πεῖσαι ἀσθενοῦσιν. Ἥξει Πέρσης ἡμίονος, τοῖσιν ὑμετέροισι δαίμοσι χρεώμενος συμμάχοισιν· ἐπάξει δὲ δουλοσύνην. Οὗ δὴ συναίτιος ἔσται Μήδης, τὸ Ἀσσύριον αὔχημα. Ὢ εἴθε μιν, πρόσθεν ἢ δοῦναι τοὺς πολιήτας, Χάρυβδίν τινα ἢ θάλασσαν εἰσδεξαμένην, ἀϊστῶσαι πρόῤῥιζον· ἤ μιν ἄλλας ὁδοὺς στραφέντα φέρεσθαι διὰ τῆς ἐρήμου, ἵνα οὔτε ἄστεα, οὔτε πάτος ἀνθρώπων, θῆρες δὲ νομὸν ἔχουσι, καὶ ὄρνιθες πλάζονται, ἔν τε πέτρησι καὶ χαράδρησι μοῦνον ἀλώμενον· ἐμέ τε πρὶν εἰς νόον βαλέσθαι ταῦτα, τέλεος ἀμείνονος κυρῆσαι. Ὁ μὲν θεσπίσας παραχρῆμα ἠφάνιστο· ὁ δέ οἱ παῖς Εὐϊλμαλούρουχος ἐβασίλευε. Τὸν δ' ὁ κηδεστὴς ἀποκτείνας Νηριγλισάρης, λεῖπε παῖδα Λαβασσοάρασκον. Τούτου δὲ ἀποθανόντος βιαίῳ μόρῳ, Ναβαννίδοχον ἀποδεικνῦσι βασιλέα, προσήκοντά οἱ οὐδέν. Τῷ δὲ Κῦρος, ἑλὼν Βαβυλῶνα, Καρμανίης ἡγεμονίην δωρέεται. » Καὶ περὶ τοῦ κτίσαι δὲ τὸν Ναβουχοδονόσορ τὴν Βαβυλῶνα ὁ αὐτὸς ταῦτα γράφει· « Λέγεται δὲ πάντα μὲν ἐξ ἀρχῆς ὕδωρ εἶναι, θάλασσαν καλεομένην· Βῆλον δέ σφεα παῦσαι, χώρην ἑκάστῳ ἀπονείμαντα, καὶ Βαβυλῶνα τείχει περιβαλεῖν· τῷ χρόνῳ δὲ τῷ ἱκνευμένῳ ἀφανισθῆναι. Τειχίσαι δὲ αὖθις Ναβουχοδονόσορον τὸ μέχρι τῆς Μακεδονίων ἀρχῆς διαμεῖναν ἐὸν χαλκόπυλον. » Καὶ μεθ' ἕτερα ἐπιλέγει· « Ναβουχοδονόσορος δὲ διαδεξάμενος τὴν ἀρχὴν, Βαβυλῶνα μὲν ἐτείχισε τριπλῷ περιβόλῳ ἐν πεντεκαίδεκα ἡμέρῃσι, τόν τε Ἀρμακάλην ποταμὸν ἐξήγαγεν, ἐόντα κέρας Εὐφρήτεω, τόν τε Ἀκράκανον. Ὑπὲρ δὲ τῆς Σιππαρηνῶν πόλιος, λάκκον ὀρυξάμενος περίμετρον μὲν τεσσαράκοντα παρασαγγέων, βάθος δ' ὀργυιέων εἴκοσι, πύλας ἐπέστησε, τὰς ἀνοίγοντες ἄρδεσκον τὸ πεδίον· καλέουσι δ' αὐτὰς Ἐχετογνώμονας. Ἐπετείχισε δὲ καὶ τῆς Ἐρυθρῆς θαλάσσης τὴν ἐπίκλυσιν, καὶ Τερηδόνα πόλιν ἔκτισεν κατὰ τὰς Ἀράβων εἰσβολάς· τὰ τε βασιλήϊα δένδροις ἤσκησε, κρεμαστοὺς παραδείσους ὀνομάσας. » Καὶ ταῦτα δέ μοι ἀπὸ τῆς δηλωθείσης κείσθω γραφῆς, διὰ τὸ φέρεσθαι ἐν τῇ τοῦ Δανιὴλ προφητείᾳ, ὡς ἄρα Ναβουχοδονόσορ ἐν τῷ ναῷ τῆς βασιλείας αὐτοῦ, τῷ ἐν Βαβυλῶνι, περιπατῶν, μέγα φρονήσας, ἀπηυθαδίσατο εἰπών· « Οὐχ αὕτη ἐστὶ Βα-
treatise, concerning Nabuchodonosor, these things: "And Megasthenes says that Nabuchodrosorus, having proved mightier than Heracles, marched against both Libya and Iberia; and having subdued these, settled a portion of their inhabitants on the right side of the Pontus. Afterwards, it is said by the Chaldeans that, having gone up upon the palace, he was possessed by a god; when with a chant, having uttered his voice, he said: Here I, Nabuchodrosorus, O Babylonians, foretell to you the coming calamity, which neither Belus my forefather nor Queen Beltis has strength to persuade the Fates to turn aside. There shall come a Persian mule, using your own deities as allies; and he shall bring slavery upon you. And a joint cause of this shall be a Mede, the Assyrian boast. O would that before he gave over my citizens, some Charybdis or sea, receiving him into itself, might blot him out root and branch; or that, turned aside onto other paths, he might be borne through the desert, where there are neither cities nor tread of men, where wild beasts have pasture and birds roam, wandering alone among rocks and ravines; and that I, before he cast these things into his mind, had met with a better end! Having uttered this oracle, he vanished straightway; and his son Euilmaluruchus reigned. His kinsman by marriage Neriglisares slew him and left a son Labassoarascus. And when he died by a violent fate, they appointed Nabannidochus king, being no relation to him at all. To him Cyrus, upon taking Babylon, grants the governorship of Carmania." And concerning Nabuchodonosor's founding of Babylon also, the same writer writes these things: "It is said that from the beginning all things were water, called sea; and that Belus checked them, assigning a region to each thing, and surrounded Babylon with a wall; and at the appointed time he vanished. And Nabuchodonosorus walled it anew, that [wall] with bronze gates which remained down to the empire of the Macedonians." And after other matters he adds: "And Nabuchodonosorus, having succeeded to the rule, walled Babylon with a triple circuit in fifteen days, and diverted the river Armacales, which was a branch of the Euphrates, and the Acracanus. And above the city of the Sipparenes, having dug a reservoir forty parasangs in perimeter and twenty fathoms in depth, he set up sluice-gates, by opening which they used to water the plain; and they call them Echetognomones. And he also walled off the inundation of the Red Sea, and founded the city of Teredon over against the inroads of the Arabs; and he adorned the palace with trees, calling them hanging parks." And let these extracts also stand set down by me from the treatise indicated, because it is recorded in the prophecy of Daniel how Nabuchodonosor, walking in the temple of his kingdom that was in Babylon, having become high-minded, spoke arrogantly, saying: "Is not this Ba-