Migne Reading Room

PG 21 · cols. 749–760 · Read from the page

Preparation for the Gospel, Book IX

Preparation for the Gospel, Book IX

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:749Read from the page
Αἰγύπτου βασιλέα τὴν ὑπογεγραμμένην ἐπιστολήν. »
king of Egypt the subjoined letter."
ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ.
Chapter XXXI.
Βασιλεὺς Σολομὼν Οὐαφρῇ βασιλεῖ Αἰγύπτου, φίλῳ πατρικῷ, χαίρειν.
King Solomon to Vaphres king of Egypt, his ancestral friend, greeting.
« Τίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ Θεοῦ τοῦ μεγίστου, καὶ ἐπιτεταχότος μοι υἰκοδομῆσαι ἱερὸν τῷ Θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν· ἅμα δέ σοι γράψαι, ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ παραστήσονταί μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι ἐπιτέτακται. »
"Know that I have received the kingdom from David my father through God the Most High, and that he has enjoined upon me to build a temple to God, Who created the heaven and the earth, and at the same time to write to you to send me from the peoples with you men who shall assist me until the completion of all things according to the need, even as has been enjoined."
ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ.
Chapter XXXII.
Βασιλεὺς Οὐαφρῆς Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν.
King Vaphres to Solomon the great king, greeting.
« Ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν, σφόδρα ἐχάρην, καὶ λαμπρὰν ἡμέραν ἤγαγον, ἐγώ τε καὶ ἡ δύναμίς μου πᾶσα, ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς, καὶ δεδοκιμασμένου ὑπὸ τηλικούτου Θεοῦ. Περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ' ἡμῖν, ἀπέσταλκά σοι μυριάδας ὀκτὼ, ὧν καὶ τὰ πλήθη ἐξ ὧν εἰσι, διασεσάφηκά σοι· ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ μυρίους, ἐκ δὲ τοῦ Μενδησίου καὶ Σεβεννήτου δισμυρίους, Βουσιρίτου Λεοντοπολίτου, καὶ Βαθριθίτου, ἀνὰ μυρίους. Φρόντισον δὲ καὶ δέοντα αῦτοις καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἵνα ἀποκατασταθῶσιν εἰς τὴν ἰδίαν, ὡς ἂν ἀπὸ τῆς χρείας γενομένης. »
"As soon as I read the letter from you, I rejoiced exceedingly, and kept a splendid day, both I and all my host, at your having received the kingdom from a good man, and one approved by so great a God. And concerning the things of which you write to me regarding the peoples among us, I have sent you eight myriads, whose numbers also and whence they are I have made clear to you: from the Sebrithite nome ten thousand, and from the Mendesian and Sebennyte twenty thousand, and from the Busirite, Leontopolite, and Bathrithite, ten thousand apiece. And take care also for the things needful for them and the other matters, so that all may be in good order, and that they may be restored to their own country, when once the need has been accomplished."
ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ.
Chapter XXXIII.
Βασιλεὺς Σολομὼν Σούρωνι τῷ βασιλεῖ Τύρου, καὶ Σιδῶνος, καὶ Φοινίκης, φίλῳ πατρικῷ, χαίρειν.
King Solomon to Suron the king of Tyre, and Sidon, and Phoenicia, his ancestral friend, greeting.
« Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ Θεοῦ τοῦ μεγίστου, ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ Θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν· ἅμα δὲ καὶ σοὶ γράψαι, ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ συμπαραστήτονται ἡμῖν, μέχρι τοῦ ἐπιτελέσαι τὴν τοῦ Θεοῦ χρείαν, καθότι μοι ἐπιτέτακται. Γέγραφα δὲ καὶ εἰς τὴν Γαλιλαίαν, καὶ Σαμαρῖτιν, καὶ Μωαβῖτιν, καὶ Ἀμονῖτιν, καὶ Γαλαδῖτιν, χορηγεῖσθαι αὐτοῖς τὰ δέοντα ἐκ τῆς χώρας κατὰ μῆνα, κόρους σίτου μυρίους. Ὁ δὲ κόρος ἐστὶν ἀρταβῶν ἕξ· καὶ οἴνου κόρους μυρίους· ὁ δὲ κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. Τὸ δὲ ἔλαιον καὶ τὰ ἄλλα χορηγηθήσεται αὐτοῖς ἐκ τῆς Ἰουδαίας, ἱερεῖα δὲ εἰς κρεωφαγίαν ἐκ τῆς Ἀραβίας. »
"Know that I have received the kingdom from David my father through God the Most High, he having enjoined upon me to build a temple to God, Who created the heaven and the earth, and at the same time also to write to you to send me from the peoples with you men who shall assist us together until the completion of the needful work of God, even as has been enjoined upon me. And I have written also into Galilee, and Samaritis, and Moabitis, and Amonitis, and Galaditis, that the things needful be supplied to them from the country month by month, ten thousand kors of wheat (now the kor is of six artabas), and ten thousand kors of wine (and the kor of wine is ten measures). And the oil and the other things shall be supplied to them out of Judaea, and sacrificial victims for eating of meat out of Arabia."
Notes, col. 749

On the reading

Printed Τίνωσκέ, for Γίνωσκέ.

Printed υἰκοδομῆσαι, for οἰκοδομῆσαι.

Printed αῦτοις, for αὐτοῖς.

Printed συμπαραστήτονται, for συμπαραστήσονται.

PG 21:752Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ.
Chapter XXXIV.
Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν.
Suron to Solomon the great king, greeting.
« Εὐλογητὸς ὁ Θεὸς, ὃς τὴν γῆν καὶ τὸν οὐρανὸν ἔκτισεν, ὃς εἵλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός. Ἅμα τοῦ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν, σφόδρα ἐχάρην, καὶ εὐλόγησα τὸν Θεὸν, ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν. Περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ' ἡμῖν, ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους, καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβὶδ, ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων καὶ ἀρχιτεκτονίαν, ὑφηγήσεταί σοι καὶ ποιήσει. Περὶ δὲ τῶν δεόντων καὶ ἀποστελλομένων σοι παίδων, καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα. » Διελθὼν δὲ Σολομὼν, ἔχων τοὺς πατρικοὺς φίλους ἐπὶ τὸ ὄρος τοῦ Λιβάνου, μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάττης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα· καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ Θεοῦ, ὄντα ἐτῶν ιγʹ. Ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα, καὶ φυλὰς ιβʹ τῶν Ἰουδαίων, καὶ παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα κατὰ μῆνα φυλὴν μίαν, θεμελιῶσαί τε τὸν ναὸν τοῦ Θεοῦ, μῆκος πηχῶν ἓξ, πλάτος πηχῶν ξʹ· τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶν ιʹ. Οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ Θεοῦ. Οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ ἔνδεσμον κυπαρίσσινον, πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμβάνοντας τοὺς δύο δόμους. Οὕτω δ' αὐτὸν οἰκοδομήσαντα, ξυλῶσαι ἔξωθεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθίνην οἰκοδομὴν μὴ φαίνεσθαι, χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη, καὶ προστιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκὴν, μαστοειδέσι τὸν ῥυθμὸν, τέσσαρσι δὲ τὸν ἀριθμόν. Οὕτω δ' αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς ὀροφῆς, τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν, ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα, καὶ τοῦτον καταχέοντα. Ποιῆσαι δὲ δύο στύλους χαλκοῦς, καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλῳ τὸ πάχος. Εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆναι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ εὐωνύμων. Ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς, δέκα τάλαντα ἑκάστην ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ Μωσέως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν. Στῆσαι δ' ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ, τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. Ποιῆσαι δ' αὐτὸν καὶ λύχνους χρυσοῦς οʹ, ὥστε καίεσθαι ἐφ' ἑκάστης λυχνίας ἑπτά. Οἰκοδομῆσαι δὲ καὶ τὰς πύλας τοῦ ἱεροῦ, καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ· καὶ καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις. Ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βοῤῥᾶν μέρος τοῦ
"Blessed be God, Who created the earth and the heaven, Who chose a good man from a good man. As soon as I read the letter from you, I rejoiced exceedingly, and blessed God at your having received the kingdom. And concerning the things of which you write to me regarding the peoples among us, I have sent you of Tyrians and Phoenicians eighty thousand, and as chief builder I have sent you a Tyrian man, of a Jewish mother, from the tribe of David; concerning whatsoever things you may ask him of all those under heaven, and in architecture, he will both instruct you and execute them. And concerning the things needful and the servants being sent to you, you will do well in writing to the local governors, so that the things needful may be supplied." And Solomon, having passed over with his ancestral friends to Mount Lebanon, with the Sidonians and Tyrians, transported the timber cut beforehand by his father by sea to Joppa, and thence on foot to Jerusalem; and began to build the temple of God, being of 13 years. And the aforesaid nations worked, and the 12 tribes of the Jews, and one tribe each month provided all the things needful for the sixteen myriads; and he laid the foundations of the sanctuary of God, six cubits in length, 60 cubits in breadth; and the breadth of the building and of the foundations was 10 cubits. For thus Nathan the prophet of God had commanded him. And they built alternately a course of stone and a tie-beam of cypress, fastening the two courses together with bronze dovetails of a talent's weight. And having built thus, he panelled it outside with cedar and cypress timbers, so that the stone building did not show, and gilded the sanctuary inside, casting golden bricks of five cubits, and applied them, nailing them on with silver nails of a talent in weight, breast-shaped in form, and four in number. And thus he gilded it from floor to ceiling, and made the ceiling of golden coffers, and made the roof of bronze, from bronze tiles, having smelted bronze and pouring this down. And he made two bronze pillars, and gilded them over with pure gold, a finger's breadth in thickness. And the pillars were equal in height to the sanctuary, and in breadth round about each pillar was of ten cubits; and they stood at the house, one on the right and one on the left. And he made also golden lampstands, each weighing ten talents in weight, taking as pattern the one placed by Moses in the tabernacle of witness. And he set them on either side of the shrine, some on the right and some on the left. And he made also 70 golden lamps, so that seven burned upon each lampstand. And he built also the gates of the temple, and adorned them with gold and silver, and roofed them over with cedar and cypress coffers. And he made also along the northward part of the
PG 21:753Read from the page
ἱεροῦ στοὰν, καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μηʹ. Κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν μῆκος πηχῶν κʹ, καὶ πλάτος πηχῶν κʹ· τὸ δὲ ὕψος πηχῶν εʹ. Ποιῆσαι δὲ ἐπ' αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι, καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς, χωνευτὰς δώδεκα, καὶ τῷ ὕψει ἀνδρομήκεις· καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου. Ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἵν' ἐφεστήκῃ ἐπ' αὐτῆς ὁ βασιλεὺς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. Οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον, πηχῶν κεʹ ἐπὶ πήχεις κʹ, τὸ δ' ὕψος πηχῶν ιβʹ. Ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς ἁλυσιδωτοὺς, καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κʹ, καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δικτύϊ κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δικτύας, πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας, καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν, καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν. Περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι, καὶ πύργοις, καὶ τάφροις. Οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. Προσαγορευθῆναι δὲ πρῶτον μὲν τὸ ἀνάκτορον ἱερὸν Σολομῶνος, ὕστερον δὲ, παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι· ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι. Συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα, ἐλθεῖν εἰς Σηλὼμ, καὶ θυσίαν τῷ Θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν, βοῦς χιλίους. Λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον, καὶ τὰ σκεύη, ἃ ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν, καὶ ἐν τῷ οἴκῳ θεῖναι. Καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυσοῦν, καὶ τὴν λυχνίαν, καὶ τὴν τράπεζαν, καὶ τὰ ἄλλα σκεύη ἐκεῖ κατατίθεσθαι, καθὼς προστάξαι αὐτῷ τὸν προφήτην. Προσαγαγεῖν δὲ τῷ Θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεντακοσίους. Τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων υξʹ, εἰς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριακονταδύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μύρια ὀκτακισχίλια πεντήκοντα. Ἀποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους, καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σίκλον. Καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῆ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι· τῷ δὲ Σούρωνι εἰς Τῦρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Διός. Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίῳ βασιλεῖ πέμψαι. Τὸν δὲ, εἰκόνα τῆς θυγατρὸς ζῶον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι. Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσᾶς
portico of the temple, and set under it forty-eight bronze pillars. And he also constructed a bronze laver twenty cubits in length and twenty cubits in breadth; and its height was five cubits. And upon it, towards the base, he made a rim projecting outside by one cubit, so that the priests, mounting upon it, might rinse their feet and wash their hands; and he also made the bases of the laver chased and cast, twelve in number, and of a man's height; and he set them at the hinder part beneath the laver, on the right of the altar. And he also made a bronze stand two cubits in height, over against the laver, that the king might stand upon it when he prayed, so that he might be seen by the people of the Jews. And he built the altar also, twenty-five cubits by twenty cubits, and its height twelve cubits. And he also made two chain-wrought bronze rings, and set them upon mechanisms rising twenty cubits in height above the sanctuary, and shading over the whole temple; and he hung upon each net four hundred bronze bells of a talent's weight; and he made all the nets so that the bells might sound and scare away the birds, that they might not settle upon the temple, nor nest in the coffers of the gates and porticoes, and defile the temple with their droppings. And he also surrounded Jerusalem the city with walls, and towers, and trenches. And he built palaces also for himself. And at first the royal shrine was called the Temple of Solomon, and afterwards, by corruption, the city was named Jerusalem from the temple; while by the Greeks it was called Hierosolyma, bearing a name derived therefrom. And when he had finished the temple and walled the city, he went to Selom, and offered to God a sacrifice for a whole burnt-offering, a thousand oxen. And having taken the tabernacle, and the altar, and the vessels which Moses made, he brought them to Jerusalem, and placed them in the house. And the ark also, and the golden altar, and the lampstand, and the table, and the other vessels he deposited there, just as the prophet had commanded him. And he offered to God a vast sacrifice, two thousand sheep, three thousand five hundred calves. And the whole amount of gold that was expended upon the two pillars and the sanctuary was talents of four hundred and sixty myriads; and for the nails and the rest of the furnishing, one thousand two hundred and thirty-two talents of silver; and of bronze for the columns and the laver and the portico, eighteen thousand and fifty talents. And Solomon sent away both the Egyptians and the Phoenicians, each people to their own country, having given to each man ten shekels of gold; and the talent was a shekel. And to Vaphres king of Egypt he sent ten thousand measures of oil, a thousand artabas of dates, a hundred vessels of honey, and spices; and to Suron at Tyre he sent the golden column, which is dedicated at Tyre in the temple of Zeus. And Theophilus says that Solomon sent the surplus gold to the Tyrian king, and that the latter fashioned a full-length lifelike figure as an image of his daughter, and set the golden column around the statue as a casing. And Eupolemus says that Solomon also made golden shields
Notes, col. 753

On the reading

Printed Τῦρον, for Τύρον.

PG 21:756Read from the page
χιλίας, ὧν ἑκάστην πεντακοσίων εἶναι χρυσῶν. Βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὧν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μʹ. »
a thousand, each of which was of five hundred gold [pieces]. And he lived fifty-two years, of which he reigned in peace forty years."
ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ.
Chapter XXXV.
Τιμοχάρους, περὶ τῆς Ἱερουσαλὴμ, ἀπὸ τῶν περὶ Ἀντιόχου τῆς αὐτης γραφῆς.
Of Timochares, concerning Jerusalem, from the same treatise Concerning Antiochus.
Τιμοχάρης δέ φησιν ἐν τοῖς περὶ Ἀντιόχου τὰ Ἱεροσόλυμα τὴν μὲν περίμετρον ἔχειν σταδίους μʹ· εἶναι δ' αὐτὴν δυσάλωτον, πάντοθεν ἀποῤῥῶξι περικλειομένην φάραγξιν. Ὅλην δὲ τὴν πόλιν ὕδασι καταῤῥεῖσθαι, ὥστε καὶ τοὺς κήπους ἐκ τῶν ἀποῤῥεόντων ὑδάτων ἐκ τῆς πόλεως ἄρδεσθαι· τὴν δὲ μεταξὺ ἀπὸ τῆς πόλεως ἄχρι τεσσαράκοντα σταδίων ἄνυδρον εἶναι· ἀπὸ δὲ τῶν μʹ σταδίων πάλιν κάθυδρον ὑπάρχειν.
And Timochares says in his [books] Concerning Antiochus that Jerusalem has a perimeter of forty stadia, and that it is hard to capture, being enclosed on all sides by precipitous ravines; and that the whole city is streamed over with waters, so that even the gardens are watered from the waters flowing off out of the city; and that the intervening [country] from the city up to forty stadia is waterless, while beyond the forty stadia it becomes well-watered again.
ΚΕΦΑΛΑΙΟΝ ΛϚʹ.
Chapter XXXVI.
Τοῦ τῆς Συρίας σχοινομέτρου, περὶ τῆς αὐτῆς.
Of the surveyor of Syria, concerning the same.
Ὁ δὲ τῆς Συρίας σχοινομέτρης γράψας, ἐν τῇ πρώτῃ φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ μετεώρου τε καὶ τραχέως τόπου· ᾠκοδομῆσθαι δέ τινα μὲν μέρη τοῦ τείχους, ἀπὸ λίθου ξεστοῦ, τὰ δὲ πλείονα ἀπὸ χάλικος· καὶ ἔχειν τὴν περίμετρον τὴν πόλιν σταδίων κζʹ· ὑπάρχειν δὲ καὶ πηγὴν ἐν τῷ χωρίῳ, ὕδωρ δαψιλὲς ἀναβλύζουσαν.
And the surveyor of Syria, having written, says in the first [book] that Jerusalem lies upon an elevated and rugged place; and that some parts of the wall are built of polished stone, but the greater number of rubble; and that the city has a perimeter of twenty-seven stadia; and that there is also a spring in the place, gushing forth abundant water.
ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ.
Chapter XXXVII.
Φίλωνος, περὶ τῶν ἐν Ἱεροσολύμοις ὑδάτων.
Of Philo, concerning the waters in Jerusalem.
Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς περὶ Ἱεροσολύμων κρήνην εἶναι· ταύτην δὲ ἐν μὲν τῷ χειμῶνι ξηραίνεσθαι, ἐν δὲ τῷ θέρει πληροῦσθαι. Λέγει δὲ ἐν τῇ πρώτῃ οὕτως·
And Philo says in his [books] Concerning Jerusalem that there is a fountain, and that in the winter this dries up, whereas in the summer it becomes full. And in the first [book] he speaks thus:
Νηχόμενος δ' ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο Δέρκηθρον σὺν ἀοιδᾷ, μεγιστούχοιο λοετροῖς Ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης·
And swimming above, that other most wondrous spectacle with song, with the baths of the supreme ruler's stream it fills the deep current as [the fountain] sends [it] forth;
καὶ τὰ ἑξῆς· οἷς πάλιν ὑποβὰς, περὶ τῆς πληρώσεως ἐπιλέγει·
and what follows; to which, proceeding further down, he adds concerning its filling:
Ῥεῦμα γὰρ ὑψιφάεννον, ἐν ὑετίοις νιφετοῖσιν Ἱέμενον, πολυγηθὲς, ὀρεινοῖς ὑπὲρ πύργοισιν Στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα, κρήνης Τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν,
For a stream shining on high, rushing on in rainy snow-showers, much-cheering, winds over mountain towers, and [across places] dry and dusty on the plain displays the far-shining, supreme wonders of the fountain to the peoples,
καὶ τὰ τούτοις ἀκόλουθα. Εἶτα πάλιν περὶ τῆς τοῦ ἀρχιερέως κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως·
and what follows upon these. Then again concerning the fountain of the high priest and its drainage-channel he recounts thus:
Αἰπὺ δ' ἄρ' ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι Σωλῆνες.
And high indeed through the earth pipes spout forth into water-conduits.
Καὶ ὅσα ἄλλα τούτοις ἕπεται. Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυΐστορος.
And whatever else follows these. So much, then, for the extracts from the [works] of Alexander Polyhistor.
ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ.
Chapter XXXVIII.
Ἀρισταίου, περὶ τῶν αὐτῶν.
Of Aristaeus, concerning the same.
Περὶ δὲ τῶν ἐν τῇ Ἱερουσαλὴμ ὑδάτων καὶ ὁ
And concerning the waters in Jerusalem, also
Notes, col. 756

On the reading

Printed αὐτης, for αὐτῆς.

Printed τραχέως, for τραχέος.

PG 21:757Read from the page
Ἀρισταῖος ἐν τῷ γραφέντι αὐτῷ βιβλίῳ περὶ τῆς ἑρμηνείας τοῦ τῶν Ἰουδαίων νόμου ταῦτα ἱστορεῖ· « Ὁ δὲ οἶκος ἀποβλέπει πρὸς ἠῶ, τὰ δ' ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν. Τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε, καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων ἐπιῤῥοῆς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων· πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας. Ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυῤῥύτου φυσικῶς ἐπιῤῥεούσης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχέων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἐπέφαινον, πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς, καὶ ἐκ τούτων σύριγγας ἀναρίθμους καθ' ἕκαστον μέρος ἑαυταῖς συναπτόντων τῶν ῥευμάτων. Καὶ ταῦτα πάντα μεμολυβδῶσθαι κατ' ἐδάφους καὶ τῶν τοίχων· ἐπὶ δὲ τούτων κεχύσθαι πολὺ πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων. »
Aristaeus, in the book written by him concerning the translation of the law of the Jews, relates these things: "Now the house looks towards the dawn, and its rear parts towards the west. And the whole floor is paved with stone, and has slopes towards the proper places for the sake of the influx of the waters, which takes place for the washing away of the blood from the sacrifices; for many myriads of cattle are brought on the days of the feasts. And there is an unfailing supply of water, inasmuch as an abundant spring also flows in naturally from within, and moreover there are wondrous and indescribable receptacles underground, as they showed, for five stadia round about the foundation of the temple, and from these the streams join innumerable pipes to one another on every side. And all these were lined with lead along the floor and the walls; and over these a great quantity of plaster had been spread, all having been wrought effectively."
ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ.
Chapter XXXIX.
Εὐπολέμου, περὶ Ἱερεμίου τοῦ προφήτου.
Of Eupolemus, concerning Jeremiah the prophet.
Ἐπὶ τούτοις, καὶ τῆς Ἱερεμίου προφητείας τοῦ Πολυΐστορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιωπῆσαι ταύτην πάντων ἂν εἴη παραλογώτατον. Κείσθω τοίνυν καὶ αὕτη· « Εἶτα Ἰωακείμ. Ἐπὶ τούτου προφητεῦσαι Ἱερεμίαν τὸν προφήτην. Τούτον, ὑπὸ τοῦ Θεοῦ ἀποσταλέντα, καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας εἰδώλῳ χρυσῷ, ᾧ εἶναι ὄνομα Βάαλ. Τοῦτον δὲ αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. Τὸν δὲ Ἰωακεὶμ ζῶντα αὐτὸν ἐπιβαλέσθαι κατακαῦσαι· τὸν δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν, καὶ σκάψειν τὰς τοῦ Τίγριδος καὶ Εὐφράτου διώρυχας αἰχμαλωτισθέντας. Τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα, παρακαλέσαι Ἀστιβάρην τὸν Μήδων βασιλέα συστρατεύειν αὐτῷ. Παραλαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους, καὶ συναγαγόντα πεζῶν μὲν ὀκτωκαίδεκα, ἱππέων δὲ μυριάδας δώδεκα, καὶ πεζῶν ἅρματα μύρια, πρῶτον μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι, καὶ Γαλιλαίαν, καὶ Σκυθόπολιν, καὶ τοὺς ἐν τῇ Γαλαατίδι οἰκοῦντας Ἰουδαίους· αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν, καὶ τὸν Ἰουδαίων βασιλέα Ἰωακεὶμ ζωγρῆσαι. Τὸν δὲ χρυσὸν τὸν ἐν τῷ ἱερῷ, καὶ ἄργυρον, καὶ χαλκὸν ἐκλέξαντα, εἰς Βαβυλῶνα ἀποστεῖλαι χωρὶς τῆς κιβωτοῦ καὶ τῶν ἐν αὐτῇ πλακῶν. Ταύτην δὲ τὸν Ἱερεμίαν κατασχεῖν. »
Besides these things, since Polyhistor has also made mention of the prophecy of Jeremiah, for us to pass this over in silence would be most unreasonable of all. Let this too, therefore, be set down: "Next Joakim. In his time Jeremiah the prophet prophesied. Sent by God, he caught the Jews sacrificing to a golden idol, whose name was Baal. And he declared to them the coming misfortune. Then Joakim attempted to burn him alive; but he said that with this wood they would cook food for the Babylonians, and as captives would dig the canals of the Tigris and Euphrates. And when Nabuchodonosor, the king of the Babylonians, heard the things foretold by Jeremiah, he invited Astibares, the king of the Medes, to join him in the campaign. And taking with him Babylonians and Medes, and having gathered eighteen myriads of foot-soldiers and twelve myriads of horsemen, and ten thousand chariots for foot-soldiers, first he subdued Samaria, and Galilee, and Scythopolis, and the Jews dwelling in Galaatis; and afterwards he took Jerusalem, and captured alive Joakim, the king of the Jews. And having chosen out the gold in the temple, and the silver, and the bronze, he sent them off to Babylon, apart from the ark and the tablets within it. This Jeremiah held back."
ΚΕΦΑΛΑΙΟΝ Μʹ.
Chapter XL.
Βηρωσσοῦ, περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας, τῆς ὑπὸ Ναβουχοδονόσορ· καὶ περὶ τῶν βασιλέων τῆς Βαβυλῶνος ἀπὸ τοῦ Ναβοπαλλασάρου μέχρι πρὸς τὸν Κῦρον· ἀπὸ τῶν Ἰωσήπου.
Of Berossus, concerning the captivity of the Jews under Nabuchodonosor, and concerning the kings of Babylon from Nabopallasarus down to Cyrus; from the [works] of Josephus.
« Τούτοις ἐπισυνάψαι ἀναγκαῖον καὶ τὰ περὶ τῆς
"To these things it is necessary to subjoin also the matters concerning the
Notes, col. 757

On the reading

Printed Τούτον, for Τοῦτον.

PG 21:760Read from the page
Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ, ὃς, τῷ ἀποστάτῃ ἐπιστρατεύσας, καὶ παραταξάμενος, αὐτοῦ τε ἐκυρίευσε, καὶ τὴν χώραν ἐξαῦθις ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἐποιήσατο. Τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπαλλασάρῳ, κατὰ τοῦτον τὸν καιρὸν ἀῤῥωστήσαντι, ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον, ἔτη βεβασιλευκότι καʹ. Αἰσθόμενος δὲ μετ' οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονόσορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα, καὶ τὴν λοιπὴν χώραν, καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων, καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν, συντάξας τισὶ τῶν φίλων, εἰς τὴν Βαβυλωνίαν παρεγένετο. » Καὶ μεθ' ἕτερά φησι· « Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἄρξασθαι τοῦ προειρημένου τείχους, ἐμπεσὼν εἰς ἀῤῥωστίαν, μετήλλαξε τὸν βίον, βεβασιλευκὼς ἔτη μγʹ. Τῆς δὲ βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐιλμαλούρουχος. Οὗτος, προστὰς τῶν πραγμάτων ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελφὴν ἔχοντος αὐτοῦ Νηριγλισάρου, ἀνῃρέθη, βασιλεύσας ἔτη βʹ. Μετὰ δὲ τὸ ἀναιρεθῆναι τοῦτον, διαδεξάμενος τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλισάρης, ἐβασίλευσεν ἔτη δʹ. Τούτου υἱὸς Χαβαεσσοαρᾶχος ἐκυρίευσε μὲν τῆς βασιλείας, παῖς ὢν, μῆνας ἐννέα· ἐπιβουλευθεὶς δὲ, διὰ τὸ πολλὰ ἐκφαίνειν κακοήθη, ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη. Ἀπολομένου δὲ τούτου, συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ, κοινῇ τὴν βασιλείαν περιέθηκαν Ναβοννίδῳ τινὶ τῶν ἐκ Βαβυλῶνος ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως. Ἐπὶ τούτου τὰ περὶ ποταμὸν τείχη τῆς Βαβυλωνίων πόλεως ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεκοσμήθη. Οὔσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει, προσεληλυθὼς Κῦρος ἐκ τῆς Περσίδος μετὰ δυνάμεως πολλῆς, καταστρεψάμενος τὴν λοιπὴν βασιλείαν ἅπασαν, ὥρμησεν ἐπὶ τῆς Βαβυλωνίας· Αἰσθόμενος δὲ Ναβόννιδος τὴν ἔφοδον αὐτοῦ, ἀπαντήσας μετὰ τῆς δυνάμεως, καὶ παραταξάμενος, ἡσσηθεὶς τῇ μάχῃ, καὶ φυγὼν ὀλιγοστὸς, συνεκλείσθη εἰς τὴν Βορσιππηνῶν πόλιν. Κῦρος δὲ Βαβυλῶνα καταλαβόμενος, καὶ συντάξας τὰ ἔξω τῆς πόλεως τείχη κατασκάψαι, διὰ τὸ λίαν αὐτῷ πραγματικὴν καὶ δυσάλωτον φανῆναι τὴν πόλιν, ἀνέζευξεν ἐπὶ Βόρσιππον, ἐκπολιορκήσων τον Ναβόννιδον. Τοῦ δὲ Ναβοννίδου οὐχ ὑπομείναντος τὴν πολιορκίαν, ἀλλ' ἐγχειρίσαντος αὑτὸν πρότερον, χρησάμενος Κῦρος φιλανθρώπως, καὶ δοὺς οἰκητήριον αὐτῷ Καρμανίαν, ἐξέπεμψεν ἐκ τῆς Βαβυλωνίας. Ναβόννιδος μὲν οὖν, τὸν λοιπὸν τοῦ χρόνου διαγενόμενος ἐν ἐκείνῃ τῇ χώρᾳ, κατέστρεψε τὸν βίον. Ταῦτα σύμφωνον ἔχει ταῖς ἡμετέραις βίβλοις τὴν ἀλήθειαν. Γέγραπται γὰρ ἐν αὐταῖς, ὅτι Ναβουχοδονόσορος ὀκτωκαιδεκάτῳ τῆς αὐτοῦ βασιλείας ἔτει τὸν παρ' ἡμῖν ναὸν ἠρήμωσε, καὶ ἦν ἀφανὴς ἐπὶ ἔτη πεντήκοντα· δευτέρῳ δὲ τῆς Κύρου βασιλείας ἔτει τῶν θεμελίων ὑποβληθέντων, δεκάτῳ πάλιν τῆς Δαρείου βασιλείας ἐτελέσθη. » Ταῦτα ὁ Ἰώσηππος.
captivity of the Jews under Nabuchodonosor, who, having marched against the rebel and joined battle, both mastered him and brought the country once more under his rule. And it befell his father Nabopallasarus, falling sick about this time, to depart from life in the city of the Babylonians, after he had reigned twenty-one years. When Nabuchodonosorus learned not long afterwards of his father's death, having settled affairs in Egypt and the rest of the country, and having committed the captives of the Jews and Phoenicians and Syrians, of the nations bordering on Egypt, to certain of his friends, he arrived in Babylonia." And after other matters he says: "Nabuchodonosorus accordingly, after he had begun the aforesaid wall, fell into a sickness and departed from life, having reigned forty-three years. And his son Euilmaluruchus became master of the kingdom. Governing affairs lawlessly and wantonly, he was plotted against by Neriglisarus, who had his sister to wife, and was slain after reigning two years. After this man was slain, Neriglisares, who had plotted against him, succeeded to the rule and reigned four years. His son Chabaessoarachus held sway over the kingdom, while a boy, for nine months; but having been plotted against because he displayed many evil dispositions, he was beaten to death by his friends. Upon his perishing, those who had plotted against him came together and by common consent conferred the kingdom upon a certain Nabonnidus, one of those from Babylon who belonged to the same conspiracy. In his reign the walls of the city of the Babylonians along the river were embellished with baked brick and bitumen. And when his reign was in its seventeenth year, Cyrus, having come forth out of Persia with a great force, and having subdued all the rest of the kingdom, set out against Babylonia; and when Nabonnidus learned of his advance, having met him with his force and drawn up for battle, being defeated in the battle and fleeing with a few attendants, he was shut up inside the city of the Borsippians. And Cyrus, having occupied Babylon, and having ordered the outer walls of the city to be razed because the city appeared to him exceedingly troublesome and hard to capture, marched off against Borsippus to besiege Nabonnidus. But when Nabonnidus did not await the siege, instead surrendering himself beforehand, Cyrus treated him humanely, and giving him Carmania as a dwelling-place, sent him away out of Babylonia. Nabonnidus accordingly, spending the rest of his time in that country, ended his life. These accounts have a truth harmonious with our own books. For it is written in them that Nabuchodonosorus in the eighteenth year of his reign laid waste the sanctuary among us, and it remained vanished for fifty years; and after the foundations were laid in the second year of the reign of Cyrus, again in the tenth [year] of the reign of Darius it was completed." Thus Josephus.
ΚΕΦΑΛΑΙΟΝ ΜΑʹ.
Chapter XLI.
Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς περὶ τοῦ Ναβουχοδονόσορ.
From the treatise of Abydenus concerning Nabuchodonosor.
Εὗρον δὲ καὶ ἐν τῇ Ἀβυδηνοῦ περὶ Ἀσσυρίων
And I found also in that of Abydenus Concerning the Assyrians
Notes, col. 760

On the reading

Printed τον, for τὸν.