προστάξαι αὐτῷ τὸν τῆς οἰκουμένης Δεσπότην ἀπολῦσαι τοὺς Ἰουδαίους. Τὸν δὲ, πυθόμενον, εἰς φυλακὴν αὐτὸν καθεῖρξαι. Νυκτὸς δὲ ἐπιγενομένης τάς τε θύρας πάσας αὐτομάτως ἀνοιχθῆναι τοῦ δεσμωτηρίου, καὶ τῶν φυλάκων οὓς μὲν τελευτῆσαι, τινὰς δὲ ὑπὸ τοῦ ὕπνου παρεθῆναι, τὰ τε ὅπλα κατεαγῆναι. Ἐξελθόντα δὲ τὸν Μωῦσον, ἐπὶ τὰ βασίλεια ἐλθεῖν· εὑρόντα δὲ ἀνεῳγμένας τὰς θύρας εἰσελθεῖν, καὶ ἐνθάδε τῶν φυλάκων παρειμένων τὸν βασιλέα ἐξεγεῖραι. Τὸν δὲ, ἐκπλαγέντα ἐπὶ τῷ γεγονότι, κελεῦσαι τῷ Μωῦσῳ τὸ τοῦ πέμψαντος αὐτὸν Θεοῦ εἰπεῖν ὄνομα, διαχλευάσαντα αὐτόν. Τὸν δὲ, προσκύψαντα πρὸς τὸ οὖς, εἰπεῖν. Ἀκούσαντα δὲ τὸν βασιλέα, πεσεῖν ἄφωνον· διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωῦσου, πάλιν ἀναβιῶσαι. Γράψαντα δὲ τοὔνομα εἰς δέλτον, κατασφραγίσασθαι· τῶν δὲ ἱερέων τὸν ἐκφαυλίσαντα τὰ ἐν τῇ πινακίδι γεγραμμένα, μετὰ σπασμοῦ τὸν βίον ἐκλιμπάνειν· εἰπεῖν τε τὸν βασιλέα σημεῖόν τι αὐτῷ ποιῆσαι. Τὸν δὲ Μωῦσον, ἣν εἶχε ῥάβδον ἐκβαλόντα, ὄφιν ποιῆσαι· πτοηθέντων δὲ πάντων, ἐπιλαβόμενον τῆς οὐρᾶς ἀνελέσθαι, καὶ πάλιν ῥάβδον ποιῆσαι. Προελθόντα δὲ μικρὸν, τὸν Νεῖλον τῇ ῥάβδῳ πατάξαι· τὸν δὲ ποταμὸν, πολύχουν γενόμενον, κατακλύζειν ὅλην τὴν Αἴγυπτον. Ἀπὸ τότε δὲ καὶ τὴν κατάβασιν αὐτοῦ γίνεσθαι. Συναγαγὸν δὲ τὸ ὕδωρ ἀποζέσαι, καὶ τὰ ποτάμια διαφθεῖραι ζῶα, τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι. Τὸν δὲ βασιλέα, τούτων γενομένων τῶν τεράτων, φάναι μετὰ μῆνα τοὺς λαοὺς ἀπολύσειν, ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν. Τὸν δὲ Μωῦσον, πάλιν τῇ ῥάβδῳ πατάξαντα τὸ ὕδωρ, συστεῖλαι τὸ ῥεῦμα. Τούτου δὲ γενομένου, τὸν βασιλέα τοὺς ἱερεῖς τοὺς ὑπὲρ Μέμφιν καλέσαι, καὶ φάναι αὐτοὺς ἀναιρήσειν, καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ αὐτοὶ τερατουργήσωσι. Τοὺς δὲ τότε διά τινων μαγγάνων καὶ ἐπαοιδῶν δράκοντα ποιῆσαι, καὶ τὸν ποταμὸν μεταχρῶσαι. Τὸν δὲ βασιλέα φρονηματισθέντα ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. Τὸν δὲ Μωῦσον, ταῦτα ὁρῶντα, ἄλλα τε σημεῖα ποιῆσαι, καὶ πατάξαντα τὴν γῆν τῇ ῥάβδῳ, ζῶόν τι πτηνὸν ἀνεῖναι, ὃ λυμήνασθαι τοὺς Αἰγυπτίους, πάντα τε ἐξελκωθῆναι τὰ σώματα. Τῶν δὲ ἰατρῶν μὴ δυναμένων ἰᾶσθαι τοὺς κάμνοντας, οὕτω πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους. Πάλιν τε τὸν Μωῦσον βάτραχον διὰ τῆς ῥάβδου ἀνεῖναι, πρὸς δὲ τούτοις ἀκρίδας, καὶ σκνίπας. Διὰ τοῦτο δὲ καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι εἰς πᾶν ἱερὸν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν γῆν εἶναι Ἶσιν, παιομένην δὲ τῇ ῥάβδῳ, τὰ τέρατα ἀνεῖναι. Τοῦ δὲ βασιλέως ἔτι ἀφρονουμένου, τὸν Μωῦσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν φεύγοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι, τούς τε τὴν χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι. Συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας, τῶν τε ναῶν τοὺς πλείστους. Τελευταῖον τοιαύταις συμφοραῖς περιπεσόντα τὸν βασιλέα, τοὺς Ἰουδαίους ἀπολῦσαι. Τοὺς δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν, ἄλλην τε παμπληθῆ γάζαν, διαβάντας τοὺς
that the Lord of the inhabited world had enjoined him to release the Jews. And the king, learning this, shut him up in prison. When night came on, all the doors of the prison opened of their own accord, and of the guards some died, while certain were relaxed by sleep, and their weapons were broken in pieces. And Moysus went out and came to the palace; and finding the doors open he went in, and there too, as the guards lay slackened, he aroused the king. And he, astonished at what had happened, ordered Moysus to tell the name of the God Who had sent him, scoffing at him. And he, bending forward to his ear, told it; and when the king heard it, he fell speechless, but on being held fast by Moysus came back to life again. And writing the name upon a tablet, he sealed it up; and one of the priests who disparaged what was written on the tablet departed this life in a convulsion. And the king told him to work some sign for him. And Moysus, casting forth the rod which he held, made it a serpent; and when all were terrified, seizing it by the tail he took it up, and made it a rod again. And advancing a little, he smote the Nile with the rod; and the river, becoming swollen with flood, inundated the whole of Egypt; and from that time also its sinking back takes place. And the water, gathering together, stank, and destroyed the river creatures, and the peoples perished through thirst. When these wonders had taken place, the king said that after a month he would release the peoples if he restored the river. And Moysus, smiting the water again with the rod, drew back the stream. When this was done, the king summoned the priests from above Memphis, and said that he would slay them and raze their temples unless they also wrought wonders. And they then through certain juggleries and incantations made a dragon, and changed the colour of the river. And the king, puffed up with pride at what had happened, maltreated the Jews with every vengeance and punishment. Seeing these things, Moysus both wrought other signs, and smiting the earth with the rod, sent up a certain winged creature, which ravaged the Egyptians, and all their bodies broke out into sores. And as the physicians were unable to heal the sufferers, thus the Jews again obtained relief. And again Moysus through the rod sent up frogs, and besides these locusts and gnats. And on this account the Egyptians also dedicate the rod in every temple, and likewise to Isis as well, because the earth is Isis, and when struck with the rod sent up the wonders. While the king still persisted in folly, Moysus brought about hail and earthquakes by night, so that those fleeing the earthquake were slain by the hail, and those turning aside from the hail were destroyed by the earthquakes. And at that time all the houses collapsed, and most of the shrines. At last the king, having fallen into such calamities, released the Jews. And they, having borrowed from the Egyptians many drinking-cups, and no little raiment, and abundant other treasure besides, having crossed the