Migne Reading Room

PG 21 · cols. 689–700 · Read from the page

Preparation for the Gospel, Book IX

Preparation for the Gospel, Book IX

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:689Read from the page
καὶ περὶ τὰς πράξεις ἱκανώτατος, ἰδίαν βίβλον ἀναθεὶς τῇ περὶ Ἰουδαίων ἱστορίᾳ, πλεῖστα περὶ αὐτῶν διέξεισιν, ἀφ' ὧν ἐπὶ τοῦ παρόντος ἀρκέσει παρατεθέντα ταῦτα· «Ἔστι γὰρ τῶν Ἰουδαίων τὰ πολλὰ ὀχυρώματα κατὰ τὴν χώραν, καὶ κῶμαι· μία δὲ ἡ Ἱερουσαλὴμ πόλις ὀχυρὰ, πεντήκοντα μάλιστα σταδίων τὴν περίμετρον· ἣν οἰκοῦσι μὲν ἀνθρώπων περὶ δώδεκα μυριάδες, καλοῦσι δ' αὐτὴν Ἱεροσόλυμα. Ἐνταῦθα δέ ἐστι κατὰ μέσον μάλιστα τῆς πόλεως περίβολος λίθινος, μῆκος ὡς πεντάπλεθρος, εὖρος δὲ πηχέων ἑκατὸν, ἔχων διπλᾶς πύλας, ἐν ᾧ βωμός ἐστι τετράγωνος· ἀτμήτων συλλέκτων ἀργῶν λίθων οὕτω συγκείμενος· πλευρὰν δὲ ἑκάστην εἴκοσι πηχέων, ὕψος δωδεκάπηχυ. Καὶ παρ' αὐτὸν οἴκημα μέγα οὗ βωμός ἐστι καὶ λυχνίον, ἀμφότερα χρυσᾶ, δύο τάλαντα τὴν ὁλκήν· ἐπὶ δὲ τούτων φῶς ἐστιν ἀναπόσβεστον καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας. Ἄγαλμα δ' οὐκ ἔστιν οὐδ' ἀνάθημα τὸ παράπαν, οὐδὲ φύτευμα παντελῶς, οὐδὲ οἷον ἀλσῶδες, ἤ τι τοιοῦτον. Διατρίβουσι δ' ἐν αὐτῷ καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας ἱερεῖς, ἁγνείας τινὰς ἁγνεύοντες, καὶ τὸ παράπαν οἶνον οὐ πίνοντες ἐν τῷ ἱερῷ.» Ταῦτα εἰπὼν, ὑποβὰς, ὅτι καὶ Ἀλεξάνδρῳ τῷ βασιλεῖ συνεστρατεύσαντο, καὶ μετὰ ταῦτα τοῖς διαδόχοις αὐτοῦ, μεμαρτύρηκεν. Οἷς δ' αὐτὸς παρατυχεῖν φησιν, ὑπ' ἀνδρὸς Ἰουδαίου κατὰ τὴν στρατείαν γενομένοις, τοῦτο παραθήσομαι. Λέγει δὲ οὕτως· «Ἐμοῦ γοῦν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν βαδίζοντος, συνηκολούθει τις μετὰ τῶν ἄλλων τῶν παραπεμπόντων ἡμᾶς ἱππέων Ἰουδαίων, ὄνομα Μοσόμαμος, ἄνθρωπος ἱκανὸς κατὰ τὴν ψυχὴν, εὔρωστος, καὶ τοξότης ὑπὸ δὴ πάντων ὁμολογούμενος καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἄριστος. Οὗτος οὖν ὁ ἄνθρωπος, βαδιζόντων πολλῶν κατὰ τὴν ὁδὸν, καὶ μάντεώς τινος ὀρνιθευομένου, καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώτησε διὰ τί προσμένουσι. Δείξαντος δὲ τοῦ μάντεως αὐτῷ τὸν ὄρνιθα, καὶ φήσαντος, ἐὰν μὲν αὐτοῦ μένῃ, προσμένειν συμφέρει πᾶσιν· ἐὰν δὲ ἀναστὰς εἰς τοὔμπροσθεν πέτηται, προάγειν· ἐὰν δὲ εἰς τὸ ὄπισθεν, ἀναχωρεῖν
and most capable in practical affairs, having dedicated a special book to the history concerning the Jews, recounts very many things about them, from which for the present it will suffice that these be set down: "For there are many strongholds of the Jews throughout the country, and villages; and one strong city, Jerusalem, about fifty stades in perimeter, which some twelve myriads of men inhabit, and they call it Hierosolyma. And here, very nearly in the middle of the city, is a stone enclosure, about five plethra in length, and a hundred cubits in breadth, having double gates, within which is a square altar, put together thus of uncut, gathered, unworked stones, each side twenty cubits, and twelve cubits in height. And beside it is a great building, wherein is an altar and a lampstand, both of gold, two talents in weight; and upon these is an unquenchable light both by night and by day. And there is no statue nor votive offering at all, nor any plantation whatever, nor anything like a sacred grove, or any such thing. And priests pass their time in it both by night and by day, performing certain purifications, and drinking no wine at all in the temple." Having said these things, lower down he has borne witness that they also served in the campaigns with King Alexander, and after these things with his successors. And from the things at which he himself says he was present, done by a Jewish man during the campaign, I shall set down this. He speaks thus: "When I, at any rate, was marching towards the Red Sea, there accompanied us, along with the rest of the Jewish horsemen who were escorting us, a certain man named Mosomamus, a man capable in soul, stout of strength, and an archer acknowledged indeed by all, both Greeks and barbarians, to be the best. This man, therefore, as many were marching along the road, and a certain seer was taking auspices from a bird and bidding them all halt, asked why they were waiting. And when the seer pointed out the bird to him, and said that if it stayed on the spot, it was expedient for all to wait; and if it rose up and flew forward, to advance; and if backward, to retire
PG 21:692Read from the page
αὖθις· σιωπήσας καὶ ἑλκύσας τὸ τόξον, ἔβαλε, καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν. Ἀγανακτοῦντος δὲ τοῦ μάντεως καί τινων ἄλλων, καὶ καταρωμένων αὐτῷ· Τί μαίνεσθε, ἔφη, κακοδαίμονες; Εἶτα τὸν ὄρνιθα λαβὼν εἰς τὰς χεῖρας· Πῶς γὰρ οὗτος, ἔφη, τὴν αὑτοῦ σωτηρίαν οὐ προειδὼς, περὶ τῆς ἡμετέρας ἡμῖν πορείας ἄν τι ὑγιὲς ἀνήγγειλεν; Εἰ γὰρ ἐδύνατο προγινώσκειν τὸ μέλλον, εἰς τὸν τόπον τοῦτον οὐκ ἂν ἦλθε, φοβούμενος μὴ τοξεύσας αὐτὸν ἀποκτείνῃ Μοσόμαμος ὁ Ἰουδαῖος.» Καὶ ταῦτα μὲν ὁ Ἑκαταῖος.
again; keeping silent and drawing his bow, he shot, and striking the bird killed it. And when the seer and certain others were indignant, and were cursing him: Why do you rave, said he, ill-fated men? Then taking the bird into his hands: For how, said he, could this creature, not foreknowing its own safety, have reported anything sound to us concerning our march? For if it had been able to foreknow the future, it would not have come to this place, fearing lest Mosomamus the Jew should shoot it with an arrow and kill it." Thus far Hecataeus.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Κλεάρχου περὶ τῶν αὐτῶν, ἀπὸ τοῦ αʹ τῶν Περὶ ὕπνων.
Of Clearchus concerning the same, from the first [book] On Sleep.
Κλέαρχος δὲ ὁ Περιπατητικὸς φιλόσοφος ἐν τῷ πρώτῳ Περὶ ὕπνου βιβλίῳ Ἀριστοτέλει τῷ φιλοσόφῳ τοιόνδε τινὰ περὶ Ἰουδαίων ἀνατίθησι λόγον, ὧδε πρὸς ῥῆμα γράφων· «Ἀλλὰ τὰ μὲν πολλὰ μακρὸν ἂν εἴη λέγειν· ὅσα δὲ ἔχει τῶν ἐκείνου θαυμασιότητά τινα καὶ φιλοσοφίαν, ὁμοίως διελθεῖν οὐ χεῖρον. Σαφῶς δ' ἴσθι, εἶπεν, Ὑπεροχίδη, θαυμαστὸν καὶ ὀνείροις ἴσα σοι δόξω λέγειν. Καὶ ὁ Ὑπεροχίδης εὐλαβούμενος· Δι' αὐτὸ γὰρ, ἔφη, τοῦτο καὶ ζητοῦμεν ἀκοῦσαι πάντες. Οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα, γένος αὐτοῦ πρῶτον διέλθωμεν· ἵνα μὴ ἀπειθῶμεν τοῖς τῶν ἀπαγγελιῶν διδασκάλοις. Λέγε, εἶπεν ὁ Ὑπεροχίδης, οὕτως εἰ δοκεῖ. Ἐκεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος ἐκ τῆς Κοίλης Συρίας. Οὗτοι δ' εἰσὶν ἀπόγονοι τῶν ἐν Ἰνδοῖς Καλανῶν, παρὰ δὲ Σύροις Ἰουδαίων, τοὔνομα λαβόντων ἀπὸ τοῦ τόπου. Προσαγορεύεται γὰρ ὃν κατοικοῦσι τόπον Ἰουδαία· τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα πάνυ σκολιόν ἐστιν· Ἱερουσαλὴμ γὰρ αὐτὴν καλοῦσιν. Οὗτος οὖν ὁ ἄνθρωπος ἐπιξενούμενος τοῖς πολλοῖς, κἂν τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὑποκαταβαίνων, Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ. Καὶ τότε διατριβόντων ἡμῶν περὶ τὴν Ἀσίαν, παραβαλὼν εἰς αὐτοὺς τοὺς τόπους ἄνθρωπος ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν, πειρώμενος αὐτῶν τῆς σοφίας. Ὡς δὲ πολλοῖς τῶν ἐν παιδείᾳ
Now Clearchus the Peripatetic philosopher, in the first book On Sleep, attributes to Aristotle the philosopher a discourse of this sort concerning the Jews, writing word for word thus: "But to tell the greater part would be long; yet so much of that man's traits as possesses a certain wonderfulness and philosophy, to recount in like manner is no worse. Be well assured, said he, Hyperochides, I shall seem to you to speak something marvellous and equal to dreams. And Hyperochides modestly said: Why, for this very reason we all seek to hear it. Well then, said Aristotle, according to the precept of the rhetoricians, let us first go through his race, so that we may not disobey the teachers of narratives. Speak, said Hyperochides, thus if it seems good. That man, then, by race was a Jew from Coele-Syria. Now these are descendants of the Calani in India, and among the Syrians called Jews, having taken the name from the place. For the place which they inhabit is called Judaea; and the name of their city is altogether crooked, for they call it Jerusalem. This man, therefore, being entertained as a guest by many, even when coming down from the upper districts to the maritime parts, was Greek not in speech alone, but also in soul. And at that time, while we were tarrying in Asia, the man, having arrived at the same places, fell in with us and with certain others of the scholars, making trial of their wisdom. And as with many of those in learning
Notes, col. 692

On the reading

Printed κἂν, for κἀκ.

PG 21:693Read from the page
συνῳκείωτο, παρεδίδου τι μᾶλλον ὧν εἶχε.» Ταῦτα καὶ ὁ Κλέαρχος.
he had lived in familiar intercourse, he imparted somewhat more of the things which he possessed." Thus far Clearchus also.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Κλήμεντος περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ αʹ Στρωματέως.
Of Clement concerning those who have made mention of the nation of the Jews, from the first Stromateus.
Τούτου δὲ μνημονεύει καὶ ὁ ἡμέτερος Κλήμης ἐν τῷ πρώτῳ Στρωματεῖ, δι' ὧν ταῦτά φησι· «Κλέαρχος δ' ὁ περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο.» Καὶ μεθ' ἕτερα ἐπιλέγει· «Νουμᾶς δὲ ὁ Ῥωμαίων βασιλεὺς πυθαγόρειος μὲν ἦν, ἐκ δὲ τῶν Μωϋσέως ὠφεληθεὶς, διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζωόμορφον εἰκόνα Θεοῦ Ῥωμαίους κτίζειν. Ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι, ναοὺς οἰκοδομούμενοι, ἄγαλμα οὐδὲν οὔτε πλαστὸν, οὔτε μὴν γραπτὸν ἐποιήσαντο. Ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δι' ἀποκρύψεως, ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν γλώττῃ, μόνῳ δὲ τῷ νῷ.» Ἔτι πρὸς τούτοις ἑξῆς ὑποβὰς, τάδε φησί· «Φανερώτατα δὲ Μεγασθένης ὁ συγγραφεὺς, ὁ Σελεύκῳ τῷ Νικάνορι συμβεβιωκὼς, ἐν τῇ τρίτῃ τῶν Ἰνδικῶν ὧδε γράφει· Ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι· τὰ μὲν παρὰ τοῖς Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν Συρίᾳ ὑπὸ τῶν καλουμένων Ἰουδαίων.» Ἔτι πρὸς τούτοις ὁ Κλήμης Ἀριστοβούλου τοῦ περιπατητικοῦ καὶ Νουμηνίου τοῦ πυθαγορείου μνημονεύει, λέγων· «Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν Πρὸς τὸν Φιλομήτορα, κατὰ λέξιν γράφει· Κατηκολούθηκε δὲ ὁ Πλάτων τῇ καθ' ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιεργασμένος ἕκαστα τῶν ἐν αὐτῇ λεγομένων. Διηρμήνευται δὲ πρὸ Δημητρίου ὑφ' ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν, καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια, καὶ κράτησις τῆς χώρας, καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις. Ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλὰ, γέγονε γὰρ πολυμαθὴς, καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ' ἡμῖν μετενεγκὼν εἰς τὴν ἑαυτοῦ δογματοποιίαν. Νουμήνιος δὲ ὁ πυθαγορικὸς φιλόσοφος ἄντικρυς γράφει· Τί γάρ ἐστι Πλάτων ἢ Μωϋσῆς ἀττικίζων;» Ταῦτα ὁ Κλήμης.
And of this our Clement also makes mention in the first Stromateus, wherein he says these things: "And Clearchus the Peripatetic says that he knew a certain Jew who associated with Aristotle." And after other matters he adds: "Now Numa the king of the Romans was indeed a Pythagorean, yet having profited from the writings of Moses, he forbade the Romans to fashion a human-shaped or animal-formed image of God. During the first hundred and seventy years, at any rate, though building temples, they made no statue at all, neither moulded nor yet painted. For Numa covertly showed them that it is not possible to lay hold of the Best by speech, but by the mind alone." Moreover besides these things, going further down in order, he says as follows: "And most plainly Megasthenes the historian, who lived with Seleucus Nicanor, in the third [book] of his Indica writes thus: All things, however, that have been said concerning nature among the ancients are said also among those who philosophize outside Greece, partly among the Indians by the Brahmans, and partly in Syria by those called Jews." Furthermore besides these, Clement makes mention of Aristobulus the Peripatetic and Numenius the Pythagorean, saying: "And Aristobulus, in the first [book] of his [books] To Philometor, writes word for word: And Plato has followed the legislation among us, and is manifest as having studiously examined each of the things said in it. For before Demetrius there had been translated by others, prior to the supremacy of Alexander and of the Persians, both the events concerning the exodus from Egypt of the Hebrews our fellow-citizens, and the manifestation of all the things that befell them, and the mastery of the land, and the exposition of the whole legislation. So that it is quite evident that the aforesaid philosopher took many things, for he was a man of much learning, just as Pythagoras also transferred many of the things among us into his own system of doctrines. And Numenius the Pythagorean philosopher writes outright: For what is Plato but Moses speaking Attic?" Thus Clement.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Νουμηνίου τοῦ πυθαγορικοῦ φιλοσόφου περὶ Ἰουδαίων, ἀπὸ τοῦ αʹ τῶν Περὶ τἀγαθοῦ.
Of Numenius the Pythagorean philosopher concerning the Jews, from the first [book] On the Good.
Καὶ αὐτοῦ δὲ τοῦ πυθαγορικοῦ φιλοσόφου, τοῦ Νουμηνίου λέγω, ἀπὸ τοῦ πρώτου Περὶ τἀγαθοῦ τάδε παραθήσομαι· «Εἰς δὲ τοῦτο δεήσει, εἰπόντα καὶ σημηνάμενον ταῖς μαρτυρίαις τοῦ Πλάτωνος, ἀνα-
And of the Pythagorean philosopher himself, Numenius I mean, from the first [book] On the Good I shall set down these things: "And towards this it will be needful, once one has spoken and sealed it with the testimonies of Plato, to go back
PG 21:696Read from the page
χωρήσασθαι καὶ ξυνδήσασθαι τοῖς λόγοις τοῦ Πυθαγόρου· ἐπικαλέσασθαι δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον αὐτῶν τὰς τελετὰς, καὶ τὰ δόγματα, τάς τε ἱδρύσεις συντελουμένας Πλάτωνι ὁμολογουμένως, ὁπόσας Βραχμᾶνες καὶ Ἰουδαῖοι, καὶ Μάγοι, καὶ Αἰγύπτιοι διέθεντο.» Ταῦτα μὲν οὖν περὶ τῶνδε.
and bind it together with the words of Pythagoras; and to appeal to the nations that are held in high repute, adducing their initiations, and doctrines, and religious foundations accomplished in agreement with Plato, even so many as Brahmans and Jews, and Magi, and Egyptians established." So much, then, concerning these things.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Τοῦ αὐτοῦ περὶ Μωϋσέως ὁμοῦ καὶ περὶ Ἰουδαίων, ἀπὸ τοῦ γʹ τῆς αὐτῆς ὑποθέσεως.
Of the same concerning Moses together with the Jews, from the third [book] of the same treatise.
Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μωϋσέως ὁ αὐτὸς τάδε λέγων μνημονεύει· «Τὰ δ' ἑξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς, Αἰγύπτιοι ἱερογραμματεῖς, ἄνδρες οὐδενὸς ἥττους μαγεῦσαι κριθέντες εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ Αἰγύπτου. Μουσαίῳ γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ, ἀνδρὶ γενομένῳ Θεῷ εὔξασθαι δυνατωτάτῳ, οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν Αἰγυπτίων, οὗτοι ἦσαν, τῶν τε συμφορῶν, ἃς ὁ Μουσαῖος ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν ἐπιλύεσθαι ὤφθησαν δυνατοί.» Διὰ δὴ τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ Μωϋσέως ἐπιτελεσθεῖσι παραδόξοις θαύμασι, καὶ αὐτῷ δὲ ὡς θεοφιλεῖ γενομένῳ μαρτυρεῖ.
And in the third book the same writer makes mention of Moses, speaking thus: "And next came Jannes and Jambres, Egyptian sacred scribes, men judged to be inferior to none in practising magic, at the time when the Jews were being driven out of Egypt. Those, at any rate, who were deemed worthy by the multitude of the Egyptians to stand against Musaeus, the leader of the Jews, a man who had proved most powerful in praying to God, were these; and of the calamities which Musaeus brought upon Egypt, they were seen to be able to undo the most violent of them." Through these words indeed Numenius bears witness both to the marvellous wonders wrought by Moses, and also to himself as having been dear to God.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Χοιρίλου ποιητοῦ, περὶ Ἰουδαίων.
Of the poet Choerilus, concerning the Jews.
Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοίριλος ἀρχαῖος γενόμενος ποιητὴς μέμνηται, καὶ ὡς συνεστράτευσαν τῷ βασιλεῖ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα. Λέγει δὲ οὕτως·
And of the nation of the Jews Choerilus also, who was an ancient poet, makes mention, and how they joined in the expedition with King Xerxes against Greece. And he speaks thus:
Τῶν δ' ὄπιθεν διέβαινε γένος θαυμαστὸν ἰδέσθαι, Γλῶσσαν μὲν Φοίνισσαν ἀπὸ στομάτων ἀφιέντες, ᾬκουν δ' ἐν Σολύμοις ὄρεσι, πλατέῃ παρὰ λίμνῃ, Αὐχμαλέοι κεφαλὰς, τροχοκουράδες· αὐτὰρ ὕπερθεν, Ἵππων δαρτὰ πρόσωπ' ἐφόρουν ἐσκληκότα καπνῷ.
Behind them crossed over a race wondrous to behold, sending forth a Phoenician tongue from their mouths; they dwelt in the Solymian mountains, beside a broad lake, squalid as to their heads, shorn round about; and above, they wore the flayed faces of horses hardened with smoke.
Δῆλον δ' ἐστὶν, ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ' εἴρηται, ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ' Ἕλλησι Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν κατὰ τὸν ποιητὴν, καὶ μείζονα πασῶν τῶν ἐν Συρίᾳ λιμνῶν. Ταῦτα μὲν οὖν καὶ οὗτος.
Now it is plain that these things have been said by him concerning the Jews, from the fact that Hierosolyma also lies in the mountains named Solymian among the Greeks, and that near by is the Asphaltitis lake, which is very broad according to the poet, and greater than all the lakes in Syria. So much, then, does this writer also say.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Ἐκ τοῦ Πορφυρίου τοῦ καθ' ἡμᾶς, χρησμοὶ τοῦ Ἀπόλλωνος περὶ Ἑβραίων.
From Porphyry our contemporary, oracles of Apollo concerning the Hebrews.
Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ Τῆς ἐκ λογίων φιλοσοφίας, αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει, μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων ἐθνῶν, σοφίαν ἐπιμαρτυροῦντα. Λέγει δὲ ὁ παρ' αὐτῷ Ἀπόλλων δι' οὗ ἐκτίθεται χρησμοῦ, τάδε. Ἐκκειμένων δὲ ἔτι περὶ τῶν θυσιῶν ἐπάγει, οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας.
And Porphyry, in the first [book] of his Philosophy from Oracles, introduces his own god himself bearing witness to wisdom in the race of the Hebrews, along with the other nations famed for understanding. And Apollo in his work speaks, through the oracle which he sets forth, as follows. And while matters concerning sacrifices are still set out, he adds words to which one must give heed, inasmuch as they are full of all divine wisdom.
PG 21:697Read from the page
Αἰπεινὴ γὰρ ὁδὸς μακάρων, τρηχεῖά τε πολλὸν, Χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν. Ἀτραπιτοὶ δὲ ἔασσιν ἀθέσφατοι ἐγγεγαυῖαι, Ἃς πρῶτοι μερόπων ἐπ' ἀπείρονα πρῆξιν ἔφηναν, Οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης· Πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν, Ἀσσύριοι, Λυδοί τε, καὶ Ἑβραίων γένος ἀνδρῶν.
For steep is the road of the blessed ones, and very rough, opened at first by bronze-bound gates. And paths beyond telling have arisen therein, which first among mortal men they revealed for boundless practice, who drink the fair water of the Nilotic land; many roads of the blessed ones the Phoenicians also learned, the Assyrians, and the Lydians, and the race of Hebrew men.
Καὶ τὰ τούτοις ἀκόλουθα, οἷς συγγραφεὺς ἐπιλέγει· «Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς, αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. Τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε, Φοίνιξί τε καὶ Χαλδαίοις· Ἀσσύριοι γὰρ οὗτοι· Λυδοῖς τε καὶ Ἑβραίοις. Ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ φησὶν ὁ Ἀπόλλων·
And the lines following these, upon which the author adds: "For bronze-bound is the road towards the gods, both steep and rough, many paths whereof barbarians indeed discovered, whereas Greeks went astray, and those who already held it even corrupted it. And the discovery the god attested to Egyptians, and Phoenicians, and Chaldaeans—for these are Assyrians—and Lydians, and Hebrews. Moreover besides these things, in another [oracle] also Apollo says:
Μοῦνοι Χαλδαῖοι σοφίαν λάχον, ἠδ' ἄρ' Ἑβραῖοι, Αὐτογένεθλον ἄνακτα σεβαζόμενοι Θεὸν ἁγνῶς.
Only Chaldaeans obtained wisdom, and indeed Hebrews, purely reverencing a self-begotten King as God.
Καὶ πάλιν ἐρωτηθεὶς, τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανοὺς, ἔχρησε τάδε·
And again, on being asked for what reason men speak of many heavens, he gave this oracle:
Εἷς ἐν παντὶ πέλει κόσμου κύκλος, ἀλλὰ σὺν ἑπτὰ Ζώναισιν πεφόρηται εἰς ἀστερόεντα κέλευθα, Ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλητοι Ἑβραῖοι Οὐρανίας ὀνόμηναν, ἐς ἑβδόματον δρόμον ἕρπειν.»
One circle of the cosmos there is in the whole, yet with seven zones is it borne along into starry paths, which indeed Chaldaeans and much-envied Hebrews named heavenly, moving unto a seventh course."
Περὶ μὲν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων προσηγορίας, τῆς τε παρ' αὐτοῖς πάλαι διαπρεπούσης εὐσεβείας τε καὶ φιλοσοφίας, ἐκκείσθω ταῦτα. Περὶ δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν. Μωϋσέως ἐν ταῖς τοῦ παντὸς ἀρχαιολογίαις κατακλυσμὸν ἱστορήσαντος, καὶ ὡς ὁ παρ' Ἑβραίοις ὀνομαζόμενος Νῶε, ἐν λάρνακι ξύλου πεποιημένῃ μετὰ τῶν οἰκείων διασέσωσται· Βηρωσσὸς ὁ Χαλδαῖος, καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, Νικόλαός τε ὁ Δαμασκηνὸς, ἱστορικοὶ συγγραφεῖς, ὅπως τῶν αὐτῶν ἐμνημόνευσαν, Ἰώσηπος ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας τοῦτον παρατίθεται τὸν τρόπον.
Concerning the appellation of both Jews and Hebrews, then, and the piety and philosophy long since distinguished among them, let these things stand set forth. Next behold how many have agreed concerning their ancestral history. After Moses, in the ancient histories of the universe, had recorded a flood, and how the man named Noah among the Hebrews was saved together with his household in an ark made of wood, in what manner Berossus the Chaldaean, and Hieronymus the Egyptian, and Nicolaus of Damascus, historical writers, made mention of the same events, Josephus in the first [book] of his Antiquities sets down in this way.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Ἀπὸ τῆς Ἰωσήπου Ἀρχαιολογίας, ὁπόσοι τῶν ἔξωθεν συγγραφέων ἐμνήσθησαν τοῦ παρὰ Μωϋσεῖ κατακλυσμοῦ.
From the Antiquities of Josephus, how many of the external writers made mention of the flood in Moses.
«Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς Βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι καὶ Βηρωσσὸς ὁ Χαλδαῖος. Διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτω που διέξεισι· Λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι, καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας. Χρῶνται δὲ μάλιστα οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς. Μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ, καὶ οἱ ἄλλοι πλείους. Καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ
"Now of this flood and of the ark all those make mention who have written down the Barbarian histories, among whom is also Berossus the Chaldaean. For in narrating the events concerning the flood, he recounts somewhat thus: And it is said that there is still some part of the vessel in Armenia at the mountain of the Cordyaeans, and that certain people carry away some of the bitumen, scraping it off. And men make use above all of what is carried away for averting evils. And Hieronymus the Egyptian also makes mention of these things, who composed the Phoenician antiquity, and Mnaseas too, and very many others. And Nicolaus of Damascus also, in the
PG 21:700Read from the page
ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν, λέγων οὕτως· Ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν, Βάρις λεγόμενον, εἰς ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ, λόγος ἔχει περισωθῆναι, καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν οἰκεῖλαι, καὶ τὰ λείψανα τῶν ξύλων ἐπιπολὺ σωθῆναι. Γενοίτο δ' ἂν οὗτος, ὅντινα καὶ Μωϋσῆς ἀνέγραψεν, ὁ Ἰουδαίων νομοθέτης.» Ταῦτα μὲν ὁ Ἰώσηπος.
ninety-sixth book, relates concerning them, speaking thus: There is above Minyas a great mountain in Armenia, called Baris, unto which the story goes that many fled together at the time of the flood and were saved, and that a certain man borne upon an ark ran aground upon the summit, and that the remnants of the timbers were preserved for a long time. And this man might be the one whom Moses also, the lawgiver of the Jews, recorded." Thus far Josephus.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς, περὶ τοῦ κατακλυσμοῦ.
From the writing of Abydenus, concerning the flood.
Ἐγὼ δέ σοι, τὰ Μηδικὰ καὶ Ἀσσύρια διελθὼν, ἐκ τῆς Ἀβυδηνοῦ γραφῆς περὶ τῆς αὐτῆς ἱστορίας τάσδε τοῦ ἀνδρὸς παραθήσομαι τὰς λέξεις· «Μεθ' ὃν ἄλλοι τε ἦρξαν, καὶ Σείσιθρος, ᾧ δὴ Κρόνος προσημαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων Δεσίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὅ τι γραμμάτων ἦν ἐχόμενον, ἐν Ἡλίου πόλει τῇ ἐν Σιππάροισιν ἀποκρύψαι. Σείσιθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας, εὐθέως ἐπ' Ἀρμενίους ἀνάπλεε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ Θεοῦ. Τρίτῃ δὲ ἡμέρῃ ἔπειτα, ὦν ἐκόπασε, μετήει τῶν ὀρνίθων πείρην ποιεύμενος, εἴ κου γῆν ἴδοιεν, τοῦ ὕδατος ἐκδῦσαν. Αἱ δὲ, ἐκδεχομένου σφέας πελάγεος ἀχανέος, ἀπορέουσαι ὅκῃ κατορμήσονται, παρὰ τὸν Σείσιθρον ὀπίσω κομίζονται, καὶ ἐπ' αὐτῇσιν ἕτεραι. Ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν, ἀπίκατο γὰρ δὴ πηλοῦ κατάπλεοι τοὺς ταρσοὺς, θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσιν· τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο.» Ταῦτα μὲν οὗτος.
And I for you, having gone through the Median and Assyrian records, from the writing of Abydenus concerning the same history shall set down these words of the man: "After whom both others ruled, and Seisithrus, to whom indeed Cronus foretells that there will be a multitude of rains on the fifteenth of Desius, and bids him hide away in the city of the Sun, the one in Sippara, whatsoever pertained to writings. And Seisithrus, having accomplished these things, straightway sailed up towards the Armenians, and immediately the things from God overtook him. And on the third day thereafter, when accordingly it had abated, he began to let go some of the birds, making trial whether anywhere they might see land emerged from the water. And they, as a yawning sea received them, being at a loss whither they should come to anchor, are borne back again to Seisithrus, and after them others. And when with the third set he met with success, for indeed they arrived with the flats of their feet full of mud, the gods make him vanish from among men; and the vessel in Armenia afforded wooden amulets averting ills to the inhabitants of the country." Thus far this writer.
Notes, col. 700

On the reading

Printed οἰκεῖλαι, for ὀκεῖλαι.

Printed Γενοίτο, for Γένοιτο.