Migne Reading Room

PG 21 · cols. 228–237 · Read from the page

Preparation for the Gospel, Book IV

Preparation for the Gospel, Book IV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:228Read from the page
ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΤΕΤΑΡΤΟΝ ΒΙΒΛΙΟΝ.
These things the fourth book contains.
αʹ. Προοίμιον περὶ τῶν κατὰ πόλεις χρηστηρίων, καὶ ὧν μάλιστα διατεθρύλληται τὰ μαντεῖα ἐν παραδόξοις δαιμόνων ἐπιφανείαις, τίνι τε λόγῳ καὶ τούτων κατεφρονήσαμεν.
1. Preface concerning the oracle-shrines in the various cities, and those whose divinations have been most talked of in marvellous apparitions of daemons, and on what ground we have despised these also.
βʹ. Ὅτι τοῖς θέλουσιν εὐχερὲς ἀποφῆναι πλάνην εἶναι τὴν περὶ τῶν χρηστηρίων ἐπαγγελίαν, καὶ γοήτων ἀνδρῶν ῥᾳδιουργίαν.
2. That for those who wish it is easy to show that the profession concerning the oracle-shrines is error, and the knavery of sorcerer men.
γʹ. Ἐκ τῶν Διογενιανοῦ, ὅτι ἀσύστατος αὐτῶν ἡ μαντικὴ, καὶ πολλὰ ψευδομένη, καὶ ὅτι ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόῤῥησις.
3. From the writings of Diogenianus, that their art of divination is inconsistent and utters many falsehoods, and that their foretelling is useless and harmful.
δʹ. Ὅτι μεγίστων ἡμᾶς κακῶν τούτων αὐτῶν ἠλευθέρωσεν ἡ τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικὴ διδασκαλία.
4. That from these very greatest evils the evangelical teaching of our Saviour has set us free.
εʹ. Τίς ἡ διαίρεσις τῆς καθ' Ἕλληνας θεολογίας.
5. What the division of theology among the Greeks is.
ϛʹ. Ὅτι μὴ ἀφ' ἑαυτῶν, ἀλλ' ἐκ τῶν Ἑλληνικῶν παραθέσεων, τὰς τῶν ἐλέγχων μαρτυρίας πιστούμεθα.
6. That not from ourselves, but from the Greek citations, we confirm the testimonies of our refutations.
ζʹ. Περὶ τῶν κατὰ χρησμοὺς ἀποῤῥήτων ἐκ τῆς Ἑλληνικῆς παραθέσεως· καὶ ὅρκος περὶ τῶν χρησμῶν, ἐκ τῶν Πορφυρίου.
7. Concerning the secrets relating to oracles from the Greek citation; and an oath concerning the oracles, from the writings of Porphyry.
ηʹ. Ὅτι οὐ χρῂ τὰ λεχθησόμενα εἰς πάντας ἐκφέρειν.
8. That one ought not to publish to all men the things that are about to be spoken.
θʹ. Ὅπως θεραπεύειν διὰ θυσιῶν ὁ Ἀπόλλων προστάττει τοὺς θεούς.
9. How Apollo commands men to worship the gods through sacrifices.
ιʹ. Ὅτι οὐκ ἂν εἶεν θεοὶ οἱ ταῖς ζώων θυσίαις χαίροντες.
10. That those who rejoice in sacrifices of animals could not be gods.
ιαʹ. Ὅτι οὐδὲν τῶν ἀπὸ γῆς χρὴ τῷ ἐπὶ πάντων Θεῷ οὔτε θυμιᾶν, οὔτε θύειν.
11. That one ought neither to burn as incense nor to sacrifice anything of the things from the earth to the God Who is over all.
ιβʹ. Ὅτι οὐδὲ ταῖς θείαις δυνάμεσι τῶν ἀπὸ γῆς τι θύειν ἢ θυμιᾶν προσήκει.
12. That neither is it fitting to sacrifice or burn as incense anything of the things from the earth to the divine powers.
ιγʹ. Ἔτι περὶ τοῦ μὴ χρῆναι τῷ ἐπὶ πάντων Θεῷ τῶν ἀπὸ γῆς τι προσφέρειν.
13. Further concerning why one ought not to offer anything of the things from the earth to the God Who is over all.
ιδʹ. Ὅτι παράνομόν ἐστι, καὶ βλαβερὸν, καὶ ἄδικον, καὶ ἀνόσιον, τὸ θύειν ζῶα θεοῖς, καὶ ὅτι κατάραις ὑποβεβλημένον.
14. That sacrificing animals to gods is unlawful, and harmful, and unjust, and unholy, and that it is subject to curses.
ιεʹ. Ὅτι τὰ θυόμενα παρ' αὐτοῖς, δαίμοσιν, ἀλλ' οὐ θεοῖς, θύεται.
15. That the things sacrificed among them are sacrificed to daemons, and not to gods.
ιϛʹ. Περὶ τῆς παλαιᾶς ἀνθρωποθυσίας, ἐκ τοῦ Πορφυρίου καὶ τῶν ἄλλων.
16. Concerning the ancient human sacrifice, from Porphyry and the others.
ιζʹ. Ὅτι μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν ἡ παλαιὰ ἀνθρωποθυσία κατελύθη.
17. That after the evangelical teaching the ancient human sacrifice was abolished.
ιηʹ. Ὅτι μὴ δεῖ τοῖς πονηροῖς δαίμοσι θύειν.
18. That one must not sacrifice to the wicked daemons.
ιθʹ. Ὅπως ἀνακεῖσθαι δεῖ τῷ ἐπὶ πάντων Θεῷ.
19. How one must be dedicated to the God Who is over all.
κʹ. Ὡς ὁ Ἀπόλλων τῷ πονηρῷ δαίμονι προστάττει θύειν.
20. How Apollo commands men to sacrifice to the wicked daemon.
καʹ. Ὡς οὐδεὶς ἄλλος τῶν ἐξ αἰῶνος, ἢ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ πᾶν τῶν ἀνθρώπων γένος τῆς δαιμονικῆς ἠλευθέρωσε πλάνης.
21. How no one else of those from of old, save our Saviour and Lord alone, has set the whole race of mankind free from daemonic error.
κβʹ. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας.
22. What the manner of daemonic operation is.
κγʹ. Περὶ τῶν πονηρῶν δαιμόνων, καὶ τίνες ποτ' εἰσὶν αὐτῶν οἱ ἄρχοντες· καὶ ὅτι πᾶσι ζώοις ὁμοιούμενοι οἱ πονηροὶ δαίμονες προσίασι τοῖς ἀνθρώποις.
23. Concerning the wicked daemons, and who ever their rulers are; and that likening themselves to all animals the wicked daemons approach men.
Notes, col. 228

On the reading

Printed χρῂ, for χρὴ.

PG 21:229Read from the page
ΚΕΦΑΛΑΙΟΝ Αʹ.
Chapter I.
Περὶ τῶν κατὰ πόλεις χρηστηρίων, καὶ ὧν μάλιλιστα διατεθρύλληται τὰ μαντεῖα ἐν παραδόξοις δαιμόνων ἐπιφανείαις· τίνι τε λόγῳ καὶ τούτων κατεφρονήσαμεν.
Concerning the oracle-shrines in the various cities, and those whose divinations have been most talked of in marvellous apparitions of daemons; and on what ground we have despised these also.
ΠΡΟΟΙΜΙΟΝ.
Preface.
Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ' ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἠλευθερώθημεν, ἐν τῷ τετάρτῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ. Ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν· εἴς τε τὸ μυθικὸν, ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον, καὶ εἰς τὸ φυσικὸν, τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρημένον, εἴς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον, ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον· τούτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγγραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικὸν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσι, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύθους, ὃ δὴ φυσικὸν, ἢ θεωρητικὸν, ἢ ὅπη ἄλλῃ χαίρουσιν προσαγορεύοντες· καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν, τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστὸς, πολιτικὸν αὐτοῖς προσαγορευόμενον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον, καὶ τῆς τῶν θεολογουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον. Διατεθρύλληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοὶ, θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν, ἐπισκήψεις τε κατὰ ἀσεβῶν· ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες, εὖ μάλα πεπείκασιν ἑαυτοὺς, τὰ θεῖα τιμῶντας, τὰ δίκαια πράττειν· ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐδενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας· δέον σέβειν ἕκαστον τὰ πάτρια, μηδὲ κινεῖν τὰ ἀκίνητα, στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ, ἀλλὰ μὴ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. Ταύτῃ γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν. Τὸ μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς θεολογίας εἶδος, ὅπη τις βούλεται ποιητῶν τιθέσθω· ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον· τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν, τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται, μήτε τις ποιητῶν, φασὶ, μήτε φιλοσόφων κινείτω· τοῖς δ' ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἔν τε ἀγροῖς καὶ πόλεσι μενέτω πᾶς σταχῶν, νόμοις πατρίοις πειθόμενος. Πρὸς δὴ οὖν ταῦτα καιρὸς ἀποδοῦναι τὸν παρ' ἡμῖν λόγον, ἀπολογισμόν τε ὑποσχεῖν τῆς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικῆς πραγματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις, καὶ τοῖς τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης.
The third kind of polytheistic error, from which by the power and beneficence of our Redeemer and Saviour Jesus Christ we have been set free, the occasion calls upon us to refute in this fourth treatise of the Preparation for the Gospel. For since they divide the whole class of their theology more generally into three — into the mythical, decked out in tragic style by the poets, and into the physical, that which has been devised by the philosophers, and into that which is maintained by the laws, preserved in each city and country; and of these, two parts have already beforehand been unfolded by us through the treatises preceding this, both the historical, which indeed they term mythical, and that which transcends the myths, which they delight in calling physical, or theoretical, or howsoever else — it would be seasonable at present to go through the third, and this is that which is established city by city and country by country, termed by them civic; which also is above all maintained by the laws, as being at once ancient and ancestral, and straightway displaying the excellence of the power of those celebrated as gods. At all events, shrines of divination and oracles are much talked of among them, and healings and cures of all manner of affections, and visitations against the impious; of which things claiming indeed to have had actual experience, they have thoroughly persuaded themselves that in honouring things divine they do what is just, whereas we commit the greatest impiety, holding such manifest and beneficent powers of no account, and flatly transgressing the laws: seeing that each man ought to reverence ancestral customs, and not disturb things immovable, but walk in and follow the piety of forefathers, and not meddle out of a passion for innovation. In this way, at all events, they say that death has worthily been appointed by the laws as the penalty for offenders. Let the first kind of theology, then, being historical and mythical, be placed howsoever any of the poets wishes; just as also the second [by any] of the philosophers, set forth through the more physical allegory of the myths; whereas the third, which has been enacted by the rulers as worthy to be honoured and guarded, inasmuch as it is at once ancient and civic, let neither any of the poets, say they, nor of the philosophers disturb; and in the ordinances that have prevailed from of old in country and cities let every chance man abide, obeying ancestral laws. In reply to these things, then, it is time to render the account on our side, and to present a defence of the evangelical dispensation of our Saviour, which proclaims the contrary to what has been said, and legislates in opposition to the laws of all the nations.
Notes, col. 229

On the reading

Printed μάλιλιστα, for μάλιστα.

Printed σταχῶν, for ὁ τυχὼν.

PG 21:232Read from the page
Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα, προφανὲς καὶ αὐτοῖς· ὅτι δ' οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν θεολογίας φέροι τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον, ἐν τῷ πρώτῳ δέδεικται συγγράμματι· ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ, καὶ τρίτῳ, ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβίαστον αὐτοῖς περιέχει τὴν ἐξήγησιν. Τὸ δὴ τρίτον φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς ξοάνοις ἐμφωλευούσας δυνάμεις· πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς, καὶ ὡς ἀληθῶς θείας, ἢ τούτων ἁπάντων τὰ ἐναντία. Ἄλλος μὲν οὖν τάχα ἂν ἴσως, τὸν περὶ τούτων ἐφοδεύων λόγον, πλάνην εἶναι τὸ πᾶν, καὶ γοήτων ἀνδρῶν τεχνάσματά τε καὶ ῥᾳδιουργίας ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι Θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος εἶναι νομίζειν τὰ περὶ αὐτοῦ θρυλλούμενα. Τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις, οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημένων πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ, πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφθαι. Πόλλὰ γὰρ εἶναι εἴδη ῥιζῶν, καὶ βοτανῶν, καὶ φυτῶν, καὶ καρπῶν, καὶ λίθων, ξηρῶν τε ἄλλων καὶ ὑγρῶν παντοίας ὕλης δυνάμεων ἐν τῇ τῶν ὅλων φύσει· τὰ μὲν ἀποκρουστικὰ, καί τινων ἀπελαστικὰ, τὰ δὲ συνάγειν πεφυκότα καὶ ἐφέλκεσθαι, τὰ δὲ διακρίνειν καὶ σκεδαννύναι, πυκνοῦν τε καὶ στέλλειν δυνάμενα· ἕτερα δὲ χαλᾷν καὶ ὑγραίνειν καὶ ἀραιοῦν, σώζειν τε αὖ πάλιν ἄλλα, καὶ ἕτερα κτείνειν, τρέπειν τε διόλου, καὶ τὸ παρὸν ἐναλλάττειν, καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν, τοτὲ δὲ τῇδε· καὶ τὰ μὲν πρὸς πλείω χρόνον, τὰ δὲ πρὸς βραχὺν τοῦτο ποιεῖν· καὶ πάλιν τὰ μὲν εἰς πλῆθος, τὰ δὲ μέχρις ὀλίγον μόνον ἰσχύειν· καὶ τῶν μὲν τάδε ἡγεῖσθαι, τισὶ δὲ ἕτερα ἐπακολουθεῖν, συντρέχειν τε ἄλλα ἄλλοις, καὶ συναύξειν καὶ συμφθείρεσθαι. Ναὶ μὴν καὶ ὑγιείας εἶναί τινα ποιητικὰ, ἰατρικῆς οὐκ ἄπωθεν ἐπιστήμης· τὰ δὲ νοσοποιὰ τυγχάνειν καὶ δηλητήρια. Ἤδη δὲ καὶ φυσικαῖς ἀνάγκαις συμβαίνειν τινὰ, καὶ τῇ σελήνῃ συναύξειν καὶ συμφθίνειν· ζώων τε εἶναι, καὶ φυτῶν, καὶ ῥιζῶν ἀντιπαθείας μυρίας, καὶ πολλὰ θυμιαμάτων καρωτικῶν τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν. Συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία, καὶ τοὺς τόπους ἐν οἷς τελίσκεται τὰ γινόμενα· ὄργανά τε εἶναι καὶ σκεύη, πόῤῥωθεν αὐτοῖς ἐπιτηδείως τῇ τέχνῃ προηυτρεπισμένα. Πολλοὺς δὲ καὶ συνεργοὺς τῆς μαγγανείας παραλαμβάνεσθαι ἔξωθεν, πολυπραγμονοῦντας τοὺς ἀφικνουμένους, καὶ τὰς ἑκάστου χρείας, ὧν ἧκέ τις δεησόμενος· πολλὰ δὲ καὶ τὰ ἄδυτα, καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐντὸς ἀποκρύπτειν. Καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνεργεῖν τῇ καθ' ἑαυτοὺς ὑποθέσει. Καὶ αὐτὴν δὲ οὐχ ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν, καὶ τὴν τῶν ὡς θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν, τήν τε ἐκ
That lifeless carved images, then, are not gods is evident even to themselves; and that neither do the doctrines of their mythical theology carry any reverend and God-befitting sense has been shown in the first treatise; just as also in the second and third, that not even the matter of their more physical and philosophical interpretation of the myths contains an unforced explanation for them. Come then, in the third place let us consider what one ought ever to think the powers lurking within the carved images to be: whether refined in character and good, and truly divine, or the opposites of all these. Now someone else perhaps, in pursuing the argument concerning these things, might perchance have maintained that the whole affair is error, and the contrivances and frauds of jugglers, sweeping away the opinion altogether, so as to suppose the things rumoured about him to belong not only not to God, but not even to an evil daemon. For the poems and the compositions of the oracles, [he would say,] happen to be fabrications of men by no means dull-witted, nay rather very well equipped for deceit, put together in a neutral and ambiguous manner, and fitting not unskilfully either of the outcomes expected from the event; whereas the marvels that deceive the multitude through certain prodigies depend upon natural causes. For there are in the nature of the universe many kinds of roots, and herbs, and plants, and fruits, and stones, and other dry and moist powers of every sort of matter: some repellent, and capable of driving away certain things, others naturally suited to draw together and attract, and others able to separate and disperse, and to condense and check; while others loosen and moisten and rarefy, and again others preserve, and others kill, and alter completely, and exchange the existing state, transforming it now this way and now that; and some do this for a longer time, others for a brief one; and again some avail for a multitude, others to a slight extent only; and some precede these things, while others follow upon certain things, and some concur with others, and grow together and perish together. Yea indeed, some are productive of health, not far removed from medical science; while others happen to be disease-producing and poisonous. Moreover, certain effects also take place by natural necessities, and wax together and wane together with the moon; and there are countless antipathies of animals, and of plants, and of roots, and many sorts of incenses both stupefying and soporific, and of others productive of hallucinations. And not least do the sites also contribute, and the places in which the rites performed are celebrated; and there are instruments and vessels prepared beforehand by them from afar suitably for their craft. And many accomplices in the sorcery are also brought in from outside, busily inquiring into those who arrive, and the needs of each, for the sake of which anyone has come to make petition; and the inner shrines too, and the recesses of the temples inaccessible to the multitude, conceal much within. And darkness also contributes in no small degree to their undertaking. And not least, too, the preconceived supposition itself, and the superstition of those approaching them as gods, and that from
Notes, col. 232

On the reading

Printed Πόλλὰ, for Πολλὰ.

PG 21:233Read from the page
προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν. Προσκείσθω καὶ τὸ τῶν πολλῶν ἠλίθιον τῆς διανοίας, τό τε ἀδρανὲς τοῦ λογισμοῦ καὶ ἀβασάνιστον τοῦ πλήθους· καὶ ἔμπαλιν τὸ δεινὸν καὶ κακεντρεχὲς τῶν περὶ τὴν κακότεχνον ταύτην διατριβὴν τευταζόντων· τό τε τῶν γοήτων ἀπατηλὸν καὶ πανοῦργον τοῦ τρόπου· τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προϋπισχνουμένων, καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσι θεραπευόντων, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων, καὶ εἰς ἄδηλον καταμαντευομένων, τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκοτούντων, ὡς μή τινα συνιέναι τὸ χρησθὲν, τῇ δὲ τοῦ λεχθέντος ἀδηλίᾳ τὸν ἔλεγχον ἐκφεύγειν. Πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαραλαμβανομένων τοῖς γινομένοις ἐπῳδῶν δή τινων, μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιῤῥήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκεῖν τὰ μηδ' ὁτιοῦν πρὸς αὐτῶν γινόμενα· μάλιστα δὲ τοὺς πολλοὺς, καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ, τῷ τε πεπλασμένῳ τύπῳ τῆς θεοφορίας ἐσχηματισμένα, καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών.
their forefathers, the opinion that had preoccupied them. Let there be added also the foolishness of mind of the many, and the feebleness of reasoning and uncritical temper of the multitude; and, on the other hand, the cleverness and mischievousness of those who busy themselves about this evil-arted pursuit; and the deceitfulness and knavery of character of the jugglers, at one time promising beforehand to each what suits his pleasure, and tending the present need upon fair hopes, and at another time guessing at the future, and divining into uncertainty, and darkening the meaning of the oracles with ambiguities of words and obscurities, so that no one understands what was uttered, while through the indistinctness of what was said they escape refutation. And many things also come about through certain other deceits and marvels, certain incantations forsooth being employed along with the proceedings, together with some unintelligible and barbaric invocation, so that things not in the least brought about by them may seem to be effected by their agency; while above all the poems of the oracles themselves astound the many, even among those supposed to set out from education, being well embellished in the composition of the words, and well puffed up with the pomp of grandiloquence, and fashioned with much boastfulness of strained intensity and with the feigned air of divine inspiration, and through their ambiguous utterance deceiving almost the whole populace.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Ὅτι τοῖς θέλουσιν εὐχερὲς ἀποφῆναι πλάνην εἶναι τὴν περὶ τῶν χρηστηρίων ἐπαγγελίαν καὶ γοήτων ἀνδρῶν ῥᾳδιουργίαν.
That for those who wish it is easy to show that the profession concerning the oracles is error and the fraud of jugglers.
Ὅσα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγε τῶν χρησμῶν, οὐ κατὰ πρόγνωσιν τοῦ μέλλοντος, κατὰ δέ τινα στοχασμὸν ἐξηνεγμένα· τούτων μυρία, μᾶλλον δὲ τὰ πάντα σχεδὸν ἥλω πολλάκις τῆς προῤῥήσεως ἀποπεπτωκότα, ἐναντίως ἢ κατὰ το χρησθὲν τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μή ποτ' ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν κατά τινα φορὰν συντυχικὴν, ἢ κατὰ τὴν στοχασθεῖσαν τοῦ μέλλοντος προσδοκίαν, τὸν χρησμὸν ἐπαληθεύειν ἐνομίσθη ποιεῖν. Ὃ δὴ καὶ μάλιστα θρυλλοῦντας ἂν ἴδοις, καὶ στήλαις ἐγχαράττοντας, καὶ πανταχόσε γῆς βοῶντας· ὅτι μὲν, εἰ τύχοι, τοσοίδε τὸν ἀριθμὸν ἀπεσφάλησαν, μηδαμῆ μηδενὸς ἐθέλοντες μνημονεύειν· ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέ τι τῶν χρησθέντων, ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰσάπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχε, θαυμάζοι, ὡς κατὰ μαντείαν καὶ πρόγνωσιν ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη
As many of their oracles, at any rate, as have escaped ambiguity, having been uttered not by foreknowledge of the future, but by a certain conjecture—of these, countless instances, or rather almost all, have often been convicted of having fallen short of the prediction, the issue of the outcome of events having turned out contrary to what was uttered, unless perhaps rarely some one instance out of ten thousand, occurring by some accidental turn or according to the conjectured expectation of the future, has been supposed to make the oracle come true. And this very thing you may see them above all bruiting abroad, and engraving upon pillars, and proclaiming everywhere on earth: willing nowhere at all to make mention of a single one where so many in number, it may be, failed of the mark, yet carrying about up and down that for such a one out of ten thousand something of what was uttered chanced to happen; just as if, in the case of two persons drawing lots out of ten thousand, if ever once upon a time it chanced that they coincided upon the same things, someone should marvel, as though by divination and foreknowledge it befell both that one and the same
Notes, col. 233

On the reading

Printed το, for τὸ.

PG 21:236Read from the page
περιελθεῖν ἀριθμόν. Οὕτω γὰρ ἔχειν τὸ ἀπὸ μυρίων ἐπὶ μυρίοις χρησθέντων, ἅπαξ ποτὲ συμβὰν κατὰ τύχην· ὃ καὶ συνιδόντα τὸν μηδὲν στεῤῥὸν ἐν βάθει ψυχῆς κεκτημένον ὑπερεκπλήττεσθαι τὸ χρηστήριον, ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν, συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι, στάσεώς τε καὶ πολέμων οἱ δεδηλωμένοι· σκέψασθαί τε τῶν παλαιῶν τὰς ἱστορίας, καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνικάδε ἀρετῆς τι θείας ἔργον ἀπεδείξαντο, ὁπηνίκα ἤνθει μὲν τὰ Ἑλληνικὰ, συνειστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ' ὄντα χρηστήρια, πάσης προνοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων, τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόντων, καὶ τότε γοῦν μάλιστα τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν πολέμων συμφοραῖς· ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ, δι' ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας· ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες ὅπως καὶ εἰς τὸν κατ' ἀλλήλων πόλεμον τοὺς χρωμένους παρώξυνον, καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγμάτων τὰς ἀποκρίσεις ἐποιοῦντο, καὶ ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας, καὶ ὡς τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἀπεκρύπτοντο. Σκέψαι δὲ καὶ αὐτὸς πυθόμενος, ὡς καὶ ἀῤῥώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν ὑποσχόμενοι, κἄπειτα πιστευθέντες ὡς δὴ θεοὶ, καὶ τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς εἰσπραξάμενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν, γόητες ἄνδρες, ἀλλ' οὐ θεοὶ διελεγχθέντες, οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβούσης. Τί δὴ λέγειν, ὡς οὐδὲ τοῖς ἑαυτῶν συνοίκοις, τοῖς δὴ κατὰ τὴν αὐτὴν πόλιν διατρίβουσιν, οἱ θαυμάσιοι μάντεις τὰς ἐξ αὐτῶν παρέσχον ἐπικουρίας, ἀλλὰ καὶ νοσοῦντας ἂν ἴδοις αὐτόσε καὶ ἀναπήρους, καὶ πᾶν τὸ σῶμα λελωβημένους μυρίους; Τί δή ποτε οὖν τοῖς μὲν ἔξω καὶ πόῤῥωθεν ἐξ ἀλλοδαπῆς ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας, οὐκ ἔτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς δὴ καὶ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν παρέχειν· ἀλλ' ὅτι τοὺς μὲν ξένους, ἀγνῶτας ὄντας τῆς ῥᾳδιουργίας, ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ τοὺς συνήθεις, ὡς ἂν τῆς τέχνης οὐκ ἀπείρους, συνίστορας δὲ ὄντας τῆς ἐπιτελουμένης παιδιᾶς; Οὕτω δὲ τὸ πᾶν οὐ θεῖον, οὐδὲ ἀνθρωπίνης ἐπινοίας κρεῖττον ἦν· ὥστε κἂν ταῖς μεγίσταις συμφοραῖς, ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως Θεοῦ κατὰ τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώμασι καὶ ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς νεὼς αὐτῶν ὑπομεῖναι. Ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; ποῦ ὁ Πύθιος; ὁ Κλάριος; ποῦ καὶ ὁ Δωδωναῖος; τὸ μέν γε Δελφικὸν χρηστήριον, τρίτον ὑπὸ
number came round to them. For so stands the case of what, out of ten thousand upon ten thousand utterances, has once at some time happened by chance; on perceiving which, he who possesses nothing firm in the depth of his soul is exceedingly astounded at the oracle—for whom it were far better not to play the fool, reckoning up to how many others the persons aforesaid have become causes of death, and of sedition and wars; and to examine the histories of the ancients, and perceive how not even at that time did they display any work of divine virtue, when Greek affairs were flourishing, and the oracles formerly celebrated, though now no longer existing, stood firm, deemed worthy of all forethought and zeal by the inhabitants, who revered and tended them with ancestral laws and mysteries—and even then above all they were convicted of having no power in the calamities of wars; in which, being unable to render aid, the noble oracle-chanters were caught cheating those who fled to them through ambiguity of the oracles; even as we shall show at the proper season, setting forth how they even incited those who consulted them into war against one another, and how they did not even make their replies concerning serious matters, and how they led astray those who inquired by sporting with them through the oracles, and how in the darkness of obscurity they concealed their own ignorance. Consider too for yourself upon inquiry, how often, having promised strength and life and safety to the sick, and thereafter having been believed as though forsooth gods, and having exacted great fees for this divinely inspired merchandise, not long afterwards they were detected for who they were, proved to be jugglers and not gods, an unpropitious end having overtaken those who had been deceived. What need to tell how not even to their own neighbours, those dwelling in the very same city, did the marvellous seers furnish help from themselves, whereas you might see there countless persons sick and maimed, and mutilated throughout their whole body? Why ever then did they sketch out fair hopes to outsiders arriving from afar out of a foreign land, yet no longer to those dwelling with them in the same place, to whom indeed before all they ought, as to intimate friends and fellow citizens, to have furnished the benefit arising from the presence of the gods—unless because strangers, being ignorant of the fraud, they could more easily deceive as well, whereas no longer their familiars, inasmuch as these were not unacquainted with the craft, but privy to the game being carried on? And thus the whole affair was nothing divine, nor superior to human contrivance; so that even in the greatest calamities, those suspended from above from God the all-sovereign King against the ungodly, their temples underwent utter destruction and wholesale collapses together with the votive offerings and carved images themselves. For where, pray, is your shrine at Delphi, celebrated from of old among all Greeks? Where is the Pythian? the Clarian? where too the Dodonaean? The Delphic oracle, at any rate, for a third time by
PG 21:237Read from the page
Θρᾳκῶν ἐμπρησθῆναι κατέχει λόγος, οὐδὲν τοῦ μαντείου εἰς τὴν τοῦ μέλλοντος γνῶσιν, ἀλλ' οὐδὲ τοῦ Πυθίου τὰ οἰκεῖα προφυλάξασθαι δεδυνημένου. Ταυτὸν παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ' οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρησμὸν ὑπομεῖναι. Ἀμφὶ δὲ Ἰούλιον τὸν Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπιακὸν ἄγαλμα, τὸ ἐν αὐταῖς Ὀλυμπιάσι, κεραυνῷ πρὸς τοῦ Θεοῦ βληθὲν ἀναγράφουσι. Καὶ ἄλλο τέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ διαφθαρῆναι· τό τε ἐν Ἀλεξανδρείᾳ Σαραπεῖον ὁμοίως καταφλεχθῆναι. Καὶ τούτων παρ' αὐτοῖς Ἕλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. Μακρὸς δ' ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ' ἕκαστα ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος, ὅτι μηδὲ τοῖς οἰκείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυνατοὶ πεφώρανται· οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμφοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ' ἄν ποτε κἂν ἄλλοις ἐπαρκέσειαν. Ἕν δέ τι προσθεὶς τοῖς εἰρημένοις, μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν, θεολόγων τε αὐτοῖς καὶ προφητῶν πλείους οὐ μόνον πάλαι, ἀλλὰ καὶ ἔναγχος καθ' ἡμᾶς αὐτοὺς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βασάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν πᾶσαν ἐξεφώνησαν πλάνην ἀνδρῶν ἀπάταις γίνεσθαι, καὶ γοητείαν τετεχνασμένην τὸ πᾶν εἶναι ὁμολογήσαντες· οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς, καὶ τὰς μεθόδους τῆς κακοτεχνίας, ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο. Διὸ δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτίσαντες, πάντα λόγον ἀνεκάλυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. Ὁποῖοι δὲ ἦσαν οὗτοι; μὴ δὴ νόμιζε τῶν ἀπεῤῥιμμένων καὶ ἀφανῶν τινας. Οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὴν τρίβωνα, καὶ τὴν ἄλλην ὀφρῦν ἀνεσπακότων· οἱ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ταῖς καθ' ἡμῶν ὕβρεσιν ἐν τῷ καθ' ἡμᾶς διωγμῷ λαμπρυνόμενοι. Ἴσμεν δὲ καὶ τὸν φιλόσοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα. Ταῦτα δή τις καὶ πλείω τούτων ἔτι συνάγων, εἴποι ἂν μὴ θεοὺς εἶναι, μηδὲ μὴν δαίμονας, τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους· πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων. Καὶ ἦσάν γε παρ' αὐτοῖς Ἕλλησιν ὅλαι διὰ φιλοσοφίας διαπρεπεῖς αἱρέσεις, ταύτης προϊστάμεναι τῆς δόξης· ὡς οἱ ἀπὸ τοῦ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου, Κυνικοί τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε
Thracians was burned down, as report maintains, neither the shrine having been able to attain knowledge of the future, nor even the Pythian himself to guard his own possessions. The Capitol in Rome also is recorded to have suffered the same thing in the times of the Ptolemies, during which it is said that the temple of Vesta at Rome also underwent burning. And around the time of Julius Caesar they record that the great and Olympian statue of the Greeks, the one at Olympia itself, was struck with a thunderbolt by God. And another thing too, they say that the temple of Capitoline Zeus was burned down; and that the Pantheon was destroyed by a thunderbolt; and that the Serapeum in Alexandria was likewise consumed by fire. And of these events written testimonies are extant among the Greeks themselves. Long indeed would be the account, if one were to enumerate the particulars one by one, endeavouring to show that the wondrous oracle-givers have been detected unable to defend even their own shrines; and those who have proved of no use even to themselves in calamities would scarcely ever avail for others either. Yet if one adds one single point to what has been said, he would perceive a most weighty head of the argument: how already even of the exceedingly inspired men—the foremost hierophants themselves, and those held among them as theologians and prophets—very many, not only of old, but also recently in our own times, who were celebrated for this divine wisdom, through the infliction of tortures before the Roman courts declared that the whole error comes about through the deceits of men, confessing too that the whole affair is a contrived jugglery; and they even had the entire manner of the fabrication, and the methods of their evil craft, registered in the utterances left by them in the public records. Wherefore indeed, paying the fitting penalty for their ruinous error, they laid bare the whole account, confirming by very deeds the proof of what is set forth. And what sort of men were these? Do not suppose them to be any of the outcast and obscure. Some among them set out from this admirable and noble philosophy, of those who wear the philosopher's cloak and have raised the rest of their supercilious brow; while others were caught from among the magistrates of the city of the Antiochenes, the very ones who above all distinguished themselves by outrages against us in the persecution against us. And we know too the man who was at once philosopher and prophet, who underwent things similar to those mentioned at Miletus. Gathering these facts and still more than these, anyone might say that neither gods nor yet daemons are the authors of the oracles throughout the cities, but the error and deceit of jugglers. And there were indeed among the Greeks themselves whole sects distinguished in philosophy that championed this opinion: such as the followers of Aristotle and all those in succession of the Peripatos, both Cynics and Epicureans, whom I myself above all