Migne Reading Room

PG 21 · cols. 213–224 · Read from the page

Preparation for the Gospel, Book III

Preparation for the Gospel, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:213Read from the page
καὶ μίαν δημιουργὸν δύναμιν τὸ πᾶν ζῶον τεκτήνασθαι. Οὕτω δὴ τὰ καὶ ἐπὶ τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος, καὶ ἐκ μιᾶς τῆς σωματικῆς ὕλης συνεστῶτος, εἰς μέρη δὲ πλεῖστα διῃρημένου, καὶ μίαν τῶν ὅλων φυσικὴν συμπάθειαν ὑποφαίνοντος κρᾶσίν τε καὶ μίξιν τῶν ἐν αὐτῷ στοιχείων, ἀλλοιώσεις τε καὶ μεταβολὰς αὐτῶν εἰς ἑαυτά· ὅλον δὲ καὶ τὸ πᾶν, ἕνα κόσμον καὶ μίαν ἁρμονίαν ἐπιδεικνυμένου· οὐ πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργοὺς δυνάμεις, μόνην δὲ μίαν θεολογεῖν, τὴν ὡς ἀληθῶς Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Ὁ δὲ καὶ τὰς Αἰγυπτιακὰς μυθολογίας πάλιν ἐπὶ ἀσωμάτους μεταφέρει δυνάμεις, λαθὼν ὁ σοφώτατος αὐτὸς ἑαυτόν. Ἀκήκοας γὰρ ἐν τοῖς πρόσθεν, ὅπως τὸν Χαιρήμονα καὶ πλείους ἄλλους ὡμολόγει μηδ' ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγεῖσθαι, ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύειν. Εἰ δὴ οὖν, κατὰ τὴν αὐτῶν ὁμολογίαν, Αἰγυπτίων ἦν τὸ μηδὲν ἀνάγειν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν, τί δὴ ἐξ ὑπαρχῆς εὑρεσιλογοῦντες, Αἰγυπτίοις τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφετε, ἐπὶ δυνάμεις ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς θεολογίας αὐτῶν ποιεῖσθαι; Καθόλου μὲν οὖν ταῦτα αἰτιατέον. Καὶ ἐπὶ τῶν κατὰ μέρος δὲ ἡγοῦμαι τὸν ἔλεγχον τῆς κατηναγκασμένης ἀποδόσεως αὐτῶν οὐ μακρᾶς ἀνασκευῆς δεῖσθαι. Ἵνα γὰρ τὸν Αἰγυπτιακὸν παρελθών τις λῆρον, καὶ τὴν πολλὴν αὐτῶν καὶ ἀδόλεσχον φλυαρίαν, ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων μετέλθοι φυσιολογίας· τίς οὐκ ἂν τῶν εὖ φρονούντων αὐτόθεν καταμέμψαιτο τοῖς τὰ τοιαῦτα παρεξηγεῖσθαι πειρωμένοις; Ἔστω γὰρ ὁ Ζεὺς μηκέθ' ἡ πυρώδης καὶ αἰθέριος οὐσία, ὥσπερ οὖν τοῖς παλαιοῖς ἐνομίζετο κατὰ τὸν Πλούταρχον, ἀλλ' αὐτὸς ὁ ἀνωτάτωι νοῦς, ὁ τῶν ὅλων δημιουργὸς, ὁ τὰ πάντα ζωογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὃν φασιν εἶναι τὸν χρόνον, Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν; Τὴν γὰρ Ἥραν οὐκ οἶδ' ὅπως τὸν ἀέρα, τὸν καὶ αἰθέρα προσειπὼν, ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά φησιν εἶναι τοῦ κοσμοποιοῦ καὶ ζωοποιοῦ πάντων νοῦ. Ἀλλὰ καὶ ἡ Λητὼ πάλιν ληθώ τις καλείσθω διὰ τὴν κατὰ τὸν ὕπνον, ὥς φασιν, ἀναισθησίαν, καὶ ὅτι λήθη ξυνομαρτεῖ ταῖς ὑπὸ σελήνην γενομέναις ψυχαῖς· πῶς οὖν ἡ λήθη γένοιτ' ἂν ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παίδων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων; Τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν Δήμητραν, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; Τήν τε Κόρην τὸν κόρον ἀλληγοροῦντες, τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾷν; Τί δὲ μᾶλλον τὴν σπερματοῦχον δύναμιν, καὶ τὴν τῶν ἀκροδρύων γένεσιν ἢ τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθῶν καὶ πρὶν τελεσιογονῆσαι διαῤῥεόντων. ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα, Διόνυσον καὶ Ἄττιν καὶ Ἄδωνιν ἐπονομάζοντες, ὡς θεοὺς χρῆναι σέβειν· οὐχὶ δὲ τούτων ἁπάντων τὸ ἀν-
and one framing power fashioned the whole living creature. Thus indeed too in the case of the whole cosmos — since it is one, and consists of the one bodily matter, yet is divided into very many parts, and displays one natural sympathy of the whole, a blending and mingling of the elements within it, and their alterations and changes into one another, while as a whole and in its entirety it exhibits one cosmos and one harmony — one ought not to suppose many framing powers, but to celebrate as divine one alone, that which is truly the power of God and the wisdom of God. Yet he again transfers the Egyptian mythologies also to incorporeal powers, this wisest of men forgetting his own self. For you have heard in what went before how he acknowledged that Chaeremon and many others held that the Egyptians believed in, and set in the place of a first principle, nothing else prior to the visible worlds; for these men interpreted all things with reference to physical objects, and nothing with reference to incorporeal and living substances. If then indeed, according to their own admission, it belonged to the Egyptians to refer nothing to incorporeal and living substances, but to transfer all the myths told among them concerning gods to the physical parts of the cosmos, why then, inventing subtleties anew, do you ascribe to the Egyptians things in no way proper to them, asserting that they make the reference of their theology to incorporeal powers? In general, then, this charge must be brought. And in the particulars as well, I deem that the refutation of their forced explanation stands in need of no long disproof. For if one should pass by the Egyptian nonsense, and their abundant and garrulous folly, and pass over to the physical explanations of the wise Greeks, who among men of sound mind would not straightway find fault with those who attempt to misinterpret such things? For let Zeus be no longer the fiery and ethereal substance, just as was supposed by the ancients according to Plutarch, but the supreme mind itself, the framer of all things, which gives life to all things: how then shall Cronus, whom they say is time, be his father, and Rhea his mother, whom the interpreter declared to be the rocky and mountainous power? For having somehow or other addressed Hera as the air, and also ether, he says that she is at once sister and wife of the world-making and life-giving mind of all things. And again, let Leto too be called a certain Letho because of the insensibility during sleep, as they say, and because forgetfulness accompanies the souls that come into being beneath the moon: how then could forgetfulness become mother of sun and moon, when Apollo and Artemis, the children of Leto, have been transferred to sun and moon? And why ought one to worship Rhea or Demeter as a god, if the one was said to bear the symbols of the rocky and mountainous earth, and the other those of the plain? And allegorizing Kore as satiety, on what ground do they think that she too ought to be honoured with the august title? And why [do they think] rather that one ought to worship as gods the seed-bearing power, and the generation of tree-fruits, or the symbols of the flowers that appear in spring and fall away before bringing their fruit to perfection, or of the cutting of the ripe fruits, naming them Dionysus and Attis and Adonis, and not above all these the
Notes, col. 213

On the reading

Printed δὴ τὰ, for δῆτα.

Printed ἀνωτάτωι, for ἀνωτάτω.

PG 21:216Read from the page
θρώπειον γένος προτιμᾷν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ τροφὴν ὁ τῶν ὅλων δημιουργὸς Θεὸς ὑπεστήσατο; Μεταβὰς δὲ ἐκ τούτων, καὶ τὰ λοιπὰ κατὰ τὸν ὅμοιον τρόπον τῆς γενναίας ἀπελέγξεις φυσιολογίας, εὐλόγως τῆς ἀναισχυντίας ἐπιμεμψάμενος τοῖς, φέρε, τὸν ἥλιον αὐτὸν εἶναι τὸν Ἀπόλλω, καὶ πάλιν τὸν Ἡρακλέα, καὶ αὖθις τὸν Διόνυσον, καὶ τὸν Ἀσκληπιὸν ὁμοίως ἀποφηναμένοις. Πῶς γὰρ ὁ αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱὸς, Ἀσκληπιὸς ὁμοῦ καὶ Ἀπόλλων; Πῶς δὲ πάλιν εἰς Ἡρακλέα μετενεχθείη, εἰ δὴ ἐκ θνητῆς γυναικὸς τῆς Ἀλκμήνης ὁ Ἡρακλῆς αὐτοῖς ὁμολογεῖται; Πῶς δ' ἂν ἐμμανὴς γένοιτο, καὶ σφάξειε τοὺς ἑαυτοῦ παῖδας ὁ Ἥλιος; ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ Ἡρακλεῖ. Ἀλλὰ τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα τῆς κατ' οὐρανὸν διαιρέσεως τοῦ ζωδιακοῦ κύκλου, ὃν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν. Τίς οὖν ἔτι γένοιτ' ἂν Εὐρυσθεὺς, ὁ τῷ Ἡλίῳ ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων; Πῶς δὲ ἐπὶ τὸν Ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεστίου θυγατέρες, καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος, αἷς τὸν Ἡρακλέα λόγος ἔχει μιγῆναι; ἐξ ὧν καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπιμήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν. Τίς δ' ἂν εἴη ὁ κένταυρος. οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηϊάνειρα, τὸν Ἥλιον, ὥσπερ οὖν τὸν Ἡρακλέα, τῇ δεδηλωμένῃ περιβάλλοι ἂν συμφορᾷ; Ἀλλὰ γὰρ μηκέτ' ἔστω ὁ Ἥλιος αὐτοῖς Ἡρακλῆς· ἔστω δὲ Διόνυσος· καὶ ταῦτα πρὸς τὸν Διόνυσον φαίη τις ἂν εἰκότως· τίς γὰρ ἡ τοῦτον γεννήσασα; εἴτε Σελήνη τις λέγοιτο, εἴτε Περσεφόνη. Πῶς δ' ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ Ἥλιος, καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς, καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις; Τί δ' ἂν γένοιτο τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῆθος; Τίς δὲ καὶ ἡ τοῦ Ἡλίου, ὥσπεροῦν ἡ τοῦ Διονύσου, Ἀριάδνη; Τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων, καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ' ἂν χορηγὸς ὁ Διόνυσος ἐπὶ τὸν Ἥλιον μεταγόμενος; Εἰ δὲ καὶ Ἀσκληπιὸς αὐτοῖς πάλιν εἴη ὁ Ἥλιος, πῶς οὗτος ὑπὸ τοῦ Διὸς κεραυνοῦται ῥυπαρᾶς ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν Πίνδαρον ὧδέ πως λέγοντα·
human race be honoured in preference, for whom God, the framer of all things, brought these into being for use and nourishment? Passing on from these things, you will refute in like manner the rest of their noble physical explanation as well, reasonably reproaching with shamelessness those who, for instance, have pronounced the sun itself to be Apollo, and again Heracles, and in turn Dionysus, and likewise Asclepius. For how could the same one become both father and son, at once Asclepius and Apollo? And how again could he be transferred to Heracles, if indeed Heracles is acknowledged by them [to have been born] of a mortal woman, Alcmena? And how could the Sun go mad and slay his own children? — since these things too are recorded of Heracles. Yes, [they say,] Heracles accomplishing the twelve labours bears the symbol of the division in heaven of the zodiacal circle, through which they say the sun revolves. Who then will any longer be Eurystheus, the one who enjoins upon the Sun, just as upon Heracles, to perform the labours? And how could the fifty daughters of Thestius be referred to the Sun, and the multitude of the remaining captive women, with whom report has it that Heracles lay, from whom also mortal children born to him prolonged to a very great length the succession of his descendants? And who would the centaur be, with whose blood Deianira stained the tunic and so would plunge the Sun, just as Heracles, into the calamity that has been described? Yet let the Sun no longer be Heracles for them, but let him be Dionysus; these things too one might reasonably say with regard to Dionysus: for who was she that gave him birth, whether she be called a certain Selene or Persephone? And how could Dionysus be at once both Sun and the power that puts forth shoots in moist fruits and tree-fruits? And what would become of the multitude of women who campaigned with him? And who also is the Ariadne of the Sun, just as of Dionysus? And why should Dionysus, when transferred to the Sun, become the supplier rather of wine, and not of wheat and pulse and all the fruits from the earth? And if again Asclepius too should for them be the Sun, how is he struck by the thunderbolt of Zeus for sordid greed of base gain, according to the Boeotian lyric poet Pindar, who speaks somewhat thus:
Notes, col. 216

On the reading

Printed ὥσπεροῦν, for ὥσπερ οὖν.

PG 21:217Read from the page
Ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανείς. — χερσὶ δ' ἄρα Κρονίων Ῥίψαις δι' ἀμφοῖν, ἀμπνοὰν Στέρνων καθέλεν Ὠκέως· αἴθων δὲ κεραυνὸς ἐνέσκηψε μόρον.
Gold appearing in his hands turned even that man with a proud wage. — So with his hands the son of Cronus, hurling through both, swiftly took away the breath from their breasts, and the blazing thunderbolt dashed down doom.
Τίνες δὲ καὶ οἱ ἐξ Ἡλίου Ἀσκληπιάδαι, εἰς μακρὸν τοῦ βίου διαφυλαχθέντες, καὶ θνητῶν ἀνδρῶν γένεσιν πᾶσιν ἀνθρώποις παραπλησίαν ὑποστησάμενοι; Πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς, τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσιν, εἰς ἥλιον καὶ σελήνην, καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ἀνατρέχοι ἂν ὁ λόγος· εἴ γε πῦρ μὲν ἦν αὐτοῖς ὁ Ἥφαιστος, καὶ ἡ θερμὴ δύναμις, Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀὴρ, καὶ γῆ πάλιν ἡ μὲν ὄρειος καὶ πετρώδης Ῥέα, ἡ δὲ πεδινὴ καὶ γόνιμος Δημήτηρ, Κόρη τε ἡ σπερματοῦχος, καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις· καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις· σελήνη δὲ τοτὲ μὲν Ἄρτεμις, τοτὲ δὲ Ἀθηνᾶ, καὶ πάλιν Ἑκάτη, καὶ Εἰλήθυια· οὐκοῦν πάλιν την κτίσιν παρὰ τὸν κτίστην, καὶ τὴν δημιουργίαν τοῦ παντὸς, ἀλλ' οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως, καὶ ἐπὶ κακῷ τῆς ἰδίας αὐτῶν κεφαλῆς. Εἰ δὲ μὴ τὰ ὁρώμενα σώματα ἡλίου καὶ σελήνης καὶ ἄστρων, μηδέ γε τὰ αἰσθητὰ μέρη τοῦ κόσμου φήσουσι θεοποιεῖν, ἀλλὰ τὰς ἐν τούτοις ἀοράτους δυνάμεις, αὐτοῦ δὴ τοῦ ἐπὶ πᾶσιν· (ἕνα γὰρ ὄντα Θεὸν, παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν, καὶ διὰ πάντων διήκειν, καὶ τοῖς πᾶσιν ἐπιστατεῖν· ἀσωμάτως δὲ καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα, καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασί·) τί δῆτα τοιγαροῦν οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας, ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι, καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους, ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας, ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον ἀόρατον Θεὸν γυμνῶς καὶ καθαρῶς, καὶ ἄνευ τινὸς αἰσχρᾶς περιπλοκῆς ἀνυμνοῦσι; Τοῦτο γὰρ δέον ἦν ποιεῖν τοῖς τ' ἀληθὲς ἐπεγνωκόσι, μηδὲ κατάγειν καὶ καταβάλλειν εἰς αἰσχρὰς καὶ ἐμπαθεῖς ἀῤῥητολογίας τὴν σεβάσμιον τοῦ Θεοῦ πρόσρησιν· ἀλλὰ μηδ' ἐν οἰκίσκοις καὶ σκότου μυχοῖς, ἀνδρῶν τε οἰκοδομαῖς σφᾶς αὐτοὺς ἐναποκλείειν, ὡς ἔνδον εὑρήσοντας τὸν Θεὸν, μηδ' ἐν ξοάνοις ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας τιμᾷν οἴεσθαι δυνάμεις, μηδὲ μὴν γεώδε-
And who also are the Asclepiadae sprung from the Sun, preserved for a long span of life, and having established a race of mortal men similar to all mankind? Yet once again for them, as they flee from the shameful and mythical narratives concerning the gods as if by a stage-machine, the argument would run back to sun and moon and the remaining parts of the cosmos: if indeed Hephaestus was for them fire and the hot power, and Poseidon the moist substance, and Hera the air, and earth again — the mountainous and rocky part Rhea, and the level and fertile part Demeter — and Kore the seed-bearing power, and Dionysus the generative power of tree-fruits; and Apollo the sun together with those enumerated; and the moon now Artemis, now Athena, and again Hecate, and Eileithyia; accordingly they are convicted once more of celebrating as divine the creation rather than the Creator, and the framing of the universe, and not the Framer, most precariously and perilously, and to the ruin of their own head. But if they shall say that they deify not the visible bodies of sun and moon and stars, nor yet the sensible parts of the cosmos, but the invisible powers within these, of Him Who is over all (for they say that God, being one, fills all things with manifold powers, and pervades all things, and presides over all things; and that since He is incorporeally and invisibly in all things, and pervades all things, they reasonably worship Him too through the things that have been set forth): why then, pray, do they not reject the shameful and unseemly mythologies concerning the gods as lawless and impious, and put out of sight the very books about these things as containing impious and licentious matter, and hymn the one and only invisible God nakedly and purely, and without any shameful entanglement? For this is what those who had recognized the truth ought to have done, and not drag down and cast down into shameful and passionate tales unfit to be spoken the august appellation of God; nor yet shut themselves up in little chambers and recesses of darkness and buildings of men, as though they would find God within, nor think that they honour the divine powers in carved images made of lifeless matter, nor yet with earthy
Notes, col. 217

On the reading

Printed την, for τὴν.

PG 21:220Read from the page
σιν ἀτμοῖς αἱμάτων, καὶ λύθρου, καὶ νεκρῶν ζώων αἵμασι, κεχαρισμένα τῷ Θεῷ πράττειν νομίζειν. Τούτων δὲ ἁπάντων, ὡς ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνῶς προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν δ' ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν, καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ ἅψαντας, οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ' οὐδὲ στεφάνοις καὶ ξοάνοις, καὶ ναῶν οἰκοδομαῖς τὸ Θεῖον τιμᾷν οἰομένους· λογισμοῖς δὲ κεκαθαρμένοις καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν τῆς ἀρετῆς ὁμοιώσει. Ἀλλ' οὐδείς γε πώποτε, οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις ταύτης κατῆρξε τῆς ἀληθείας, ἢ μόνος ὁ ἡμέτερος Σωτήρ· ὃς δὴ, τῆς παλαιᾶς πλάνης πᾶσι τοῖς ἔθνεσιν ἀποφυγὴν προκηρύξας, τοῖς πᾶσιν ἀφθόνως εὕρατο τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ἁπάντων Θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν. Οἱ δέ τοι ἄλλοι σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, γνόντες Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρίστησαν· ἀλλ' ἐματαιώθησαν ἐν τοῖς λογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φήσαντες γοῦν εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὃς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας.
exhalations of blood, and of gore, and with the blood of dead animals, suppose that they do things pleasing to God. Loosed from all these things as from bonds of error, the wise men and talkers of things on high ought surely to have shared their natural contemplation ungrudgingly with all mankind, all but nakedly proclaiming beforehand to all to marvel not at the things that appear, but only at the unseen Framer of the things that appear, and to worship His invisible and incorporeal powers invisibly and incorporeally — not kindling fire, nor yet sacrificing ram and bull, nor even supposing that they honour the Divine with garlands and carved images and buildings of temples, but doing this with purified thoughts and right and true doctrines, in passionlessness of soul and in assimilation to Him, so far as is possible, through virtue. Yet no one ever, neither barbarian nor Greek, initiated this truth for all mankind, save our Saviour alone; Who indeed, having proclaimed to all the nations an escape from the ancient error, ungrudgingly procured for all men conversion and piety towards the true and only God of all things. Whereas the other wise men of life who boasted of the supreme philosophy, as the divine Apostle says, knowing God, glorified Him not as God, nor gave thanks, but became vain in their reasonings, and their senseless heart was darkened. Professing therefore to be wise, they became fools, and reverenced and served the creation rather than the Creator, Who is blessed unto the ages.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Ὅτι τὰς μυθικὰς περὶ θεῶν διηγήσεις ἀπελέγχουσιν ἐναντία πράττοντες.
That they refute the mythical narratives concerning the gods by doing the opposite.
Μετὰ γοῦν τὴν μακρὰν καὶ πολλὴν φιλοσοφίαν, καὶ μετὰ τὰς σεμνὰς μετεωρολογίας καὶ φυσιολογίας, ἄνωθέν ποθεν, ὡς ἀφ' ὑψηλοτάτης ἀκρωρείας, καταπίπτοντες, σὺν τοῖς πλήθεσι κατεσύροντο, καὶ τῇ τῶν παλαιῶν πολυθέῳ πλάνῃ συνεφύροντο, τὰ τοῖς πολλοῖς ὅμοια, διὰ τοῦ θύειν καὶ τοῖς ξοάνοις προσπίπτειν, δοξάζειν ὑποκρινόμενοι, αὔξοντές τε καὶ ἔτι μᾶλλον κρατύνοντες τὴν δημώδη τῶν μυθικῶν διηγημάτων περὶ θεῶν ὑπόληψιν. Πῶς οὖν οὐκ ἂν εἶεν τοῖς πᾶσι πρόδηλοι, σεμνολογούμενοι μὲν ταῖς φυσιολογίαις, καὶ μέχρι λόγων τὰ αἰσχρὰ καλλωπίζοντες τῇ παρατροπῇ τῆς ἀληθείας, ἔργοις δ' αὐτοῖς τὴν μυθικὴν συνιστῶντες πλάνην καὶ τὴν πάνδημον δεισιδαιμονίαν; Καὶ οὐδέπω τοῦτο θαυμαστὸν, ὅτε καὶ αὐτοὺς ἀναγράφουσι τοὺς ἑαυτῶν θεοὺς ταῖς περὶ αὐτῶν συμφερομένους μυθολογίαις. Ἄκουε γοῦν, ὅπως ὁ Ἀπόλλων αὐτὸς περὶ ἑαυτοῦ διδάσκει ὕμνον, ὃν εἰς ἑαυτὸν ἐξέδωκεν, ὁμολογῶν ἐν Δήλῳ τῇ νήσῳ ὑπὸ Λητοῦς γε-
After their long and abundant philosophy, then, and after their solemn discourses on things on high and on nature, falling down from somewhere above as if from a loftiest mountain peak, they were dragged down along with the multitudes, and wallowed together in the polytheistic error of the ancients, pretending by sacrificing and falling down before carved images to hold the same opinions as the many, increasing and still further strengthening the popular belief in the mythical narratives concerning the gods. How then should they not be manifest to all, talking solemnly with their physical explanations and as far as words go embellishing shameful things by the perversion of the truth, while by their very deeds they uphold mythical error and universal superstition? And not yet is this marvellous, when they record even their own gods themselves as agreeing with the mythologies current concerning them. Hear, at all events, how Apollo himself teaches concerning himself a hymn which he gave forth upon himself, acknowledging that in the island of Delos by Leto he had been
PG 21:221Read from the page
γεννῆσθαι· καὶ πάλιν ὁ Ἀσκληπιὸς ἐν Τρίκκῃ· ὥς καὶ Ἑρμῆς τετέχθαι ὁμολογῶν ἀπὸ τῆς Μαίας. Γράφει δὲ ὁ Πορφύριος καὶ ταῦτα, ἐν οἷς ἐπέγραψε περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν ὧδέ πως ἐχόντων·
begotten; and again Asclepius in Tricca; just as Hermes too acknowledges that he was born from Maia. And Porphyry writes these things also in the work which he entitled On Philosophy from Oracles, where he also made mention of the oracles running somewhat thus:
Ὦ μέγα πᾶσι χάρμα βροτοῖσιν, Ἀπὸ σῶν ἱερῶν ματέρος ἁγνᾶς Προθορὼν τοκετῶν.
O great joy to all mortals, leaping forth from your sacred birth-pangs of a pure mother.
Οἷς ἐπιλέγει·
To which he adds:
Ἀλλ' ὅτε Λατὼ ὠδὶς ἱερὰ Λάζοιτο πᾶσα, ὀροθυνομένων Διδύμων τοκετῶν ἔνδοθε σηκῶν, Ἵστατο μὲν γαῖα, ἵστατο δ' ἀὴρ, Πάγνυτο νᾶσος, πάγνυτο κῦμα· Ἀνὰ δ' ἐξέθορες, μάντι Λυκωρεῦ, Τοξότα Φοῖβε, κατὰ χρησμολάλων Βασιλεῦ τριπόδων.
Yet when the sacred pang wholly seized Leto, as twin births stirred within the chambers, earth stood still, and air stood still, the island grew fixed, the wave grew fixed; and up you leapt forth, Lycorean seer, Archer Phoebus, king over oracle-speaking tripods.
Καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ·
And Asclepius again concerning himself:
Τρίκκης ἐξ ἱερῆς ἥκω θεὸς, ὅν ποτε μήτηρ, Φοίβῳ ὑπευνασθεῖσα, κυεῖ σοφίας βασιλῆα, Ἴδριν ἰητορίης Ἀσκληπιόν. Ἀλλὰ τί πεύθῃ;
From sacred Tricca I come, a god whom once my mother, laid in wedlock beneath Phoebus, conceived as king of wisdom, Asclepius skilled in the healing art. Yet why do you inquire?
Ὁ δ' Ἑρμῆς φησιν·
And Hermes says:
Ὃς δ' ἐγὼ, ὃν καλέεις, Ζηνὸς καὶ Μαιάδος υἱὸς, Ἑρμῆς προβέβηκα λιπὼν ἀστραῖον ἄνακτα.
And I who am he whom you call upon, son of Zeus and Maia, Hermes, have come forth leaving the starry king.
Καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσι τοῦ σχήματος, ὥσπερ ὁ Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε λέγει διδάσκων· Εὔχομαι βροτὸς γεγὼς Πανὶ συμφύτῳ θεῷ, δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι. Ταῦτα ἐν ἀποῤῥήτοις τῆς ἐκ λογίων φιλοσοφίας ὁ δηλωθεὶς ἀνὴρ τέθειται. Οὐκέτ' ἄρα ὁ Πὰν σύμβολον ἦν τοῦ παντὸς, δαίμων δ' ἂν εἴη τις τοιοῦτος, οἷος καὶ ὑπογέγραπται, ὁ καὶ τὸν χρησμὸν ἐκδούς. Οὐ γὰρ δὴ τὸ πᾶν, καὶ ὁ σύμπας κόσμος ἔχρησε τὰ προκείμενα. Τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ' οὐ τοῦ παντὸς τὴν εἰκόνα ἐκτυπώσαντες ἄνδρες, τὸ προγεγραμμένον ἐμιμήσαντο σχῆμα. Καὶ ὁ Ἑρμῆς δὲ πῶς ἂν νοοῖτο ὁ τῶν ἁπάντων ποιητικός τε καὶ ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντος ὁμολογῶν ἐσχηκέναι, τήν γε περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ' οὐ φυσιολογίαν ἐγκρίνας; Οὕτω καὶ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς Ἥλιον, πατρίδα τὴν Τρίκκην ἐπιγραφόμενος, καὶ ἀπὸ θνητῆς ὁμολογῶν γεγονέναι μητρός; Πῶς δὲ Ἥλιος ὢν, αὐτὸς τοῦ Ἡλίου υἱὸς πάλιν ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ ἄλλον εἶναι τοῦ Ἡλίου ἐφυσιολόγησαν. Ἐξ Ἡλίου δὲ καὶ θνητῆς γυναικὸς φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον; Ἐπεὶ καὶ αὐτὸν τὸν πατέρα Ἥλιον, ὃν δὴ Λπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγεννῆσθαι τῇ νήσῳ ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς; Ἐνταῦθά μοι τήρει ὁπόσους Ἕλληνες θεοὺς γεννητοὺς γυναικῶν ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πειρῶνται σκώπτειν τὴν τοῦ ἡμετέρου Σωτῆρος γένεσιν,
And they also sketch out the form of their own figure, just as Pan himself too in oracles speaks thus, teaching concerning himself: Born a mortal, I pray to Pan, a kindred god, two-horned, two-footed, goat-legged, revelling in luxury. These things the man aforesaid has set down among the secrets of the Philosophy from Oracles. No longer, then, was Pan a symbol of the universe, but he who also gave forth the oracle would be some such daemon as has been sketched out. For surely the universe and the whole cosmos did not utter the oracle set before us. Fashioning therefore the image of this daemon, and not of the universe, men imitated the figure described above. And Hermes too — how could he be conceived of as the creative and interpretative reason of all things, when he acknowledges that he had Maia the daughter of Atlas for mother, approving the mythology told concerning himself, and not the physical explanation? So also Asclepius — how could he be transferred to the Sun, claiming Tricca as his fatherland, and acknowledging that he was born of a mortal mother? And how, being the Sun, could he himself again be declared the son of the Sun? — since his father Phoebus too they explained physically to be none other than the Sun. And to say that he is sprung from the Sun and a mortal woman — how is that not most ridiculous of all? Since even his father the Sun himself, whom indeed they say is Apollo — how is it reasonable that he was begotten in the island of Delos by a mortal mother again, Leto? Here observe for me how many gods born of women the Greeks have celebrated in their theology, for comparison, if ever they attempt to mock the birth of our Saviour,
Notes, col. 221

On the reading

Printed Λπόλλωνά, for Ἀπόλλωνά.

PG 21:224Read from the page
ὅτι δὲ οὐ ποιητῶν εἴσιν αἱ φωναὶ, ἀλλ' αὐτῶν τῶν θεῶν αἱ προκείμεναι σημειώσεις.
and that the voices are not those of poets, but the declarations set before us are those of the gods themselves.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Ὅτι καὶ τὰς τῶν φιλοσόφων θεωρίας ἐβεβαίουν διὰ τῶν χρησμῶν, ἐναντίως τοῖς περὶ αὐτῶν μύθοις ἀλληγοροῦντες.
That they also confirmed the theories of the philosophers through their oracles, allegorizing contrarily to the myths concerning themselves.
Ποιητῶν μὲν οὖν, ὥς φασι, μύθους περὶ θεῶν πλαττομένων, φιλοσόφων δὲ, φυσιολογούντων· χρῆν δή που εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους, καὶ μᾶλλον τῶν ποιητικῶν λήρων τὰς τῶν κρειττόνων ἐκδέχεσθαι πιθανολογίας. Θεῶν δ' αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλλαν κατιόντων, καὶ τῶν μὲν ἐπὶ χρησμοῖς τὰ καθ' ἑαυτοὺς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρεσιλογίας τὰς περὶ ὧν μὴ ἴσασιν ὑπονοίας περιτρεπόντων· τίσιν ἐρεῖ λόγος πείθεσθαι; Ἢ τοῦτο οὐδὲ ἐρωτᾷν ἄξιον; Εἰ δὴ οὖν ἀληθεύουσιν οἱ θεοὶ κυροῦντες τὰς περὶ αὐτῶν ἀνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἱ ἀθετοῦντες αὐτάς· εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἱ φυσιολογίαι, ψευδεῖς ἂν γένοιντο αἱ τῶν θεῶν μαρτυρίαι. Ἀλλὰ καὶ αὐτὸς, εἴποι τις, ὁ Ἀπόλλων ἔφη που ἐν χρησμοῖς ἐρωτηθεὶς περὶ αὑτοῦ ὅστις εἴη.
Now when poets, as they say, fabricate myths concerning gods, while philosophers give physical explanations, one ought surely with good reason to despise the former, and admire the latter as philosophers, and accept the plausible arguments of the better men rather than the nonsense of poets. Yet when on the other hand gods and philosophers enter into rivalry, and the former in oracles teach accurately the matters concerning themselves, inasmuch as they know better, while the latter turn their conjectures about things they do not know into discordant and unproven subtleties, whom will reason say one should obey? Or is this not even worth asking? If then indeed the gods speak truth in ratifying the human passions attributed to them, those who reject them would be false; whereas if the physical explanations of the philosophers are true, the testimonies of the gods would prove false. Yet Apollo himself too, someone might say, spoke somewhere in oracles when asked concerning himself who he was.
Ἥλιος, Ὧρος, Ὄσιρις, Ἄναξ, Διόνυσος, Ἀπόλλων, Ὡρῶν καὶ καιρῶν ταμίης, ἀνέμων τε καὶ ὄμβρων, Ἠοῦς καὶ νυκτὸς πολυαστέρος ἡνία νωμῶν, Ζαφλεγέων ἄστρων βασιλεὺς, ἠδ' ἀθάνατον πῦρ.
Sun, Horus, Osiris, Lord, Dionysus, Apollo, steward of hours and seasons, of winds and rains, wielding the reins of Dawn and of starry night, king of brightly blazing stars, and immortal fire.
Οὐκοῦν οἱ αὐτοὶ καὶ τοῖς τῶν ποιητῶν μύθοις καὶ ταῖς τῶν φιλοσόφων ὑπονοίαις συμφέρονται, μαχομένοις συνιστάμενοι. Εἰ γὰρ μητέρας ἐπιγράφονται θνητὰς, καὶ πατρίδας τὰς ἐπὶ γῆς ὁμολογοῦσι, πῶς ἂν εἶεν οἵους φυσιολογοῦσιν; Ἔστω γὰρ ὁ Ἀπόλλων Ἥλιος· (πάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ περιτρεχων αὐτοῖς ὁ λόγος ἁλώσεται·) πῶς οὖν ἡ Δῆλος ἡ κατὰ θάλασσαν εἰσέτι νῦν προφαινομένη νῆσος γένοιτ' ἂν τοῦ Ἡλίου πατρὶς, μήτηρ δὲ ἡ Λητώ; Ταυτὶ γὰρ ἀρτίως ἐκύρουν ὡς ἀληθῆ γε ὄντα οἱ αὐτοῦ χρησμοί. Πῶς δὲ καὶ τοῦ Ἀσκληπιοῦ ἀνδρὸς θνητοῦ τὴν φύσιν γένοιτ' ἂν ὁ Ἥλιος πατὴρ, ἐκ θνητῆς αὐτὸν γυναικὸς πεποιημένος; Ἀλλὰ παρείσθω ταῦτα.
Accordingly the very same ones agree both with the myths of the poets and with the conjectures of the philosophers, siding with things that are at war with each other. For if they claim mortal mothers, and acknowledge earthly fatherlands, how could they be such as men explain them physically to be? For let Apollo be the Sun (for once again their argument will be caught running round up and down to the same points): how then could Delos, the island still even now visible in the sea, become the fatherland of the Sun, and Leto his mother? For his own oracles just now ratified these very things as being true. And how also could the Sun become father of Asclepius, a man mortal by nature, having begotten him from a mortal woman? Yet let these things be passed over.
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.
Chapter XVI.
Ὅτι τῶν ἀδυνάτων πέφυκε, τὰ μέρη τοῦ κόσμου, ἢ τὰς θείας δυνάμεις γοητικαῖς ἀνάγκαις καθέλκεσθαι, καὶ διὰ χρησμῶν τοῖς ἐρωτῶσι θεσπίζειν.
That it is by nature impossible for the parts of the cosmos or the divine powers to be drawn down by magical compulsions and to prophesy through oracles to those who inquire.
Τοῦ δὲ χρησμοῦ τὸ ψεῦδος καὶ ἄλλως ἀπελεγκτέον.
And the falsehood of the oracle must be refuted in another way as well.
Notes, col. 224

On the reading

Printed εἴσιν, for εἰσὶν.

Printed περιτρεχων, for περιτρέχων.