Migne Reading Room

PG 21 · cols. 201–212 · Read from the page

Preparation for the Gospel, Book III

Preparation for the Gospel, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:201Read from the page
πῖλον δὲ περιέθεσαν κυάνεον, τῆς οὐρανίου σύμβολον περιφορᾶς, ἔνθα τοῦ πυρός ἐστι τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον. Τὸ δὲ εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον, δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ' ὕλης· διὸ χωλεύει, ὕλης δεόμενον εἰς ὑπέρεισμα. Καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες, Ἀπόλλωνα προσεῖπον, ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως. Ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι, ἥ τε ὑποσελήνιος σφαῖρα, καὶ αἱ ἑπτὰ τῶν πλανητῶν μία, καὶ ἡ μία τῆς ἀπλανοῦς. Περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην, τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν, καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσι, τοῦτο δὲ ὅτι λάλον καιόμενον, εἰς παράστασιν τοῦ προφητεύειν τὸν θεόν. Καθὸ δὲ ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος, Ἡρακλέα αὐτὸν προσεῖπον, ἐκ τοῦ κλᾶσθαι αὐτὸν πρὸς τὸν ἀέρα, ἀπ' ἀνατολῆς εἰς δύσιν ἰόντα. Δώδεκα δ' ἄθλους ἐκμοχθεῖν ἐμυθοποίησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως τῶν ζωδίων τὸ σύμβολον ἐπιφημίσαντες. Ῥόπαλον δὲ αὐτῷ καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς ἀνωμαλίας μήνυμα, τὸ δὲ τῆς κατὰ τὸ ζώδιον ἐμφανιστικὸν ισχύος. Τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως Ἀσκληπιὸς τὸ σύμβολον· ᾧ τὸ μὲν βάκτρον δεδώκασι, τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναστάσεως· ὁ δὲ ὄφις περισπείρεται τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον· (καὶ μὴν ὑφιστάντες ἡμῖν τὸν κόσμον οἱ φυσικοὶ, τὰ περὶ τὴν γῆν ιλυσπώμενα τῶν ζώων, τῆς παχύτητος καὶ γεώδους ᾐτιάσαντο οὐσίας·) πνευματικώτατον γὰρ τὸ ζῶόν ἐστι, καὶ τὴν ἀσθένειαν τοῦ σώματος ἀποδύεται· δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι· τῆς γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον, καὶ μυθεύεται τῆς ἀναβιώσεως εἰδέναι τινὰ βοτάνην. Τῆς δ' αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ' ἣν τοὺς καρποὺς πεπαίνει ἡ πυρὸς δύναμις, Διόνυσος κέκληται ἑτέρως, ἢ τῶν ὑγροποιῶν καρπῶν δύναμις, ἢ παρὰ τὸ περιδινεῖν, ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν περιφοράν· ᾗ δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ, καὶ χρόνων ἐστὶ ποιητικὸς, καὶ καιρῶν ὁ ἥλιος, Ὧρος κατὰ τοῦτο κέκληται· τῆς δ' αὖ γεωργικῆς αὐτοῦ δυνάμεως, καθ' ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ Πλούτων. Ὁμοίως μέντοι καὶ τὴν φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικίζουσι τὸν Σάραπιν· τοῦ μὲν δεδυκότος ὑπὸ
and placed around him a dark-blue cap, a symbol of the heavenly revolution, where the primal and purest part of fire is. Whereas the fire brought down to earth from heaven is weaker, and in need of support and a base resting upon matter; wherefore he limps, needing matter for a prop. And supposing the power of the sun also to be of such a kind, they called him Apollo, from the quivering of his rays. And there are nine Muses singing in accompaniment to him: both the sublunary sphere, and the seven [spheres] of the planets, one, and the one of the fixed [sphere]. And they placed the laurel around him, partly because the plant is full of fire, and on this account hateful to daemons, and partly because when burning it crackles, to represent the god's prophesying. And inasmuch as the sun is an averter of evils from earthly creatures, they called him Heracles, from his striking against the air as he goes from east to west. And they fabled that he toiled through twelve labours, assigning the symbol of the division of the zodiacal signs in heaven. And they arrayed him with a club and a lion's skin, the one an indication of unevenness, and the other expressive of his strength in that zodiacal sign. And of his saving power Asclepius is the symbol, to whom they have given the staff, [a sign] of supporting and raising up the sick; while the serpent coils around it, bearing a sign of preservation with respect to body and soul (and yet the natural philosophers, in expounding the universe to us, ascribed such of the animals as wriggle about the earth to thickness and earthy substance); for the creature is most full of spirit, and sloughs off the weakness of the body; and it seems also to be most skilled in healing; for it discovered the remedy for keenness of sight, and is fabled to know a certain herb of restoration to life. And again, from the choral and circular motion whereby the power of fire ripens the fruits, Dionysus has been so called in another sense than the power of moisture-producing fruits, either from the sun's whirling round or accomplishing his revolution in heaven; and insofar as the sun revolves round the seasons of the world, and is maker of times and seasons, according to this he has been called Horus; and again, of his agricultural power, whereby come the gifts of wealth, Pluto is the symbol. Yet in like manner he also possesses the destructive power, wherefore they associate Sarapis in dwelling with Pluto; of that which has sunk beneath
Notes, col. 201

On the reading

Printed ισχύος, for ἰσχύος.

Printed ιλυσπώμενα, for ἰλυσπώμενα.

PG 21:204Read from the page
γῆν φωτὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως, τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές. Ὁ δὲ Κέρβερος τρικέφαλος μὲν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολὴ, μεσημβρία, δύσις. Τὴν δὲ σελήνην, παρὰ τὸ σέβας ὑπολαβόντες, Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότομιν. Λοχία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ εἰς τὸ τίκτειν. Ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθηνᾶ τις οὖσα. Ἑκάτη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως, καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως. Διὸ τρίμορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον, καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ' αὖ πανσελήνου ἡ χαλκοσάνδαλος σύμβολον. Ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτοῖς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον, καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν, ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. Τόξον δὲ φέρει καθάπερ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα. Πάλιν δ' αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικὴν, Λάχεσις δὲ κατὰ τὴν θρεπτικὴν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον τοῦ θεοῦ. Συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ, δύναμιν ἐμποιοῦσαν αὐτῇ. Καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. Προσοικίζουσι δὲ καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσι. Τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν κατεῖδον, διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα, πολιὸν πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον· τῶν δὲ καιρῶν σύμβολα οἱ Κούρητες, τὸν Κρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει. Τῶν δὲ Ὡρῶν, αἱ μὲν ὀλυμπιάδες εἰσὶ τοῦ ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸν ἀέρα πύλας, αἱ δὲ ἐπιχθόνιοι τῆς Δήμητρος· καὶ κάλαθον ἔχουσι, τὸν μὲν τῶν ἀνθῶν σύμβολον τοῦ ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους. Τοῦ δὲ Ἄρεος τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέμων ποιητικὴν καὶ αἱματουργὸν, βλάπτειν τε καὶ ὠφελεῖν δυναμένην ἐποίησαν. Τὸν δὲ τῆς Ἀφροδίτης ἀστέρα θεωρήσαντες γενεσιουργὸν, ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δὲ, ὅτι καὶ Ἕσπερος,
the earth, the light, making the purple tunic a symbol, and the mutilated sceptre [a symbol] of the power below, and the posture of the hand [a symbol] of departing into the unseen. And Cerberus is three-headed because the upper regions of the sun are three: east, midday, west. And taking the moon from veneration, they addressed her as Artemis, as though air-cleaving. And Artemis is goddess of childbirth, even though being a virgin, because the power of the new moon is conducive to bringing forth. And what Apollo is in the sun, this Athena is in the moon; for she is a symbol of prudence, being a kind of Athena. And again the moon is Hecate, from her transformation in aspect and her power according to her phases. Wherefore the power is three-formed, bearing for the new moon the white-robed and golden-sandalled figure, and the lighted torches; and the basket which she bears on high [is a symbol] of the maturation of the fruits, which she nourishes according to the waxing of her light; and again of the full moon the bronze-sandalled figure is a symbol. Or even from the branch of the laurel one might gather for them her fiery nature, and from the poppy her fruitfulness and the multitude of the souls settled in her, just as in a city, because the poppy is a symbol of a city. And she bears a bow just as Artemis does, on account of the sharpness of birth-pangs. And once again the Fates are referred to her powers: Clotho to the generative, Lachesis to the nutritive, and Atropos that which is according to the inexorableness of the god. And they also associate with her the power generative of fruits, which is Demeter, implanting power in her. And the moon is sustaining of Kore. And they also settle Dionysus beside her, both on account of the sprouting of horns and on account of the region of the clouds that underlies the lower parts. And perceiving the power of Cronus to be sluggish and slow and cold, they therefore attributed to him the power of time; and they figure him standing, grey-haired, to indicate that time grows old; and the Curetes, tending Cronus, are symbols of the seasons, because time passes along through the seasons. And of the Hours, the Olympian ones belong to the sun, which also open the gates in the air, while the earthly ones belong to Demeter; and they hold a basket, the one of flowers as a symbol of spring, and the other of ears of corn [as a symbol] of summer. And apprehending the power of Ares to be fiery, they made it productive of wars and blood-shedding, capable both of harming and of benefiting. And observing the star of Aphrodite to be generative, and a cause of desire and offspring, they fashioned her as a woman on account of generation, and beautiful, because also Hesperus,
PG 21:205Read from the page
Ὅς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ.
Who stands in heaven the fairest star.
Καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν· σκέπειν δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία καὶ ἐκθρέψεως ἡ δύναμις. Ἔτι δὲ ἀπὸ θαλάττης, στοιχείου διύγρου καὶ θερμοῦ, καὶ πολλὰ κινουμένου, καὶ διὰ τὴν συγκίνησιν ἀφριῶντος, τὸ σπερματικὸν αἰνιττόμενοι. Τοῦ δὲ λόγου, τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ, ὁ Ἑρμῆς παραστατικός. Ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ τὴν εὐτονίαν· δείκνυσι δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν διήκοντα διὰ πάντων. Λοιπὸν δὲ σύνθετος λόγος, ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς· Ἑκάτη δὲ ὁ ἐν σελήνῃ· Ἑρμόπαν δὲ ὁ ἐν τῷ παντί· κατὰ πάντων γὰρ ὁ σπερματικὸς καὶ ποιητικός. Σύνθετος δὲ καὶ οἷον μιξέλλην, καὶ παρ' Αἰγυπτίοις ὁ Ἑρμάνουβις. Ἐπειδὴ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως ὁ παραστατικός. Διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις αὐτοῦ. Τοῦ δὲ παντὸς τὸν Πᾶνα σύμβολον ἔθεντο· τὰ μὲν κέρατα δόντες σύμβολα ἡλίου καὶ σελήνης, τὴν δὲ νεβρίδα τῶν κατ' οὐρανὸν ἀστέρων, ἢ τῆς τοῦ παντὸς ποικιλίας. » Καὶ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα.
And they placed Eros beside her on account of desire; and she covers her breasts and the privy part, because her power is the cause of generation and nurture. And further, from the sea, an element thoroughly moist and warm, and much moved, and foaming through its commotion, riddling the seminal principle. And of the reason that makes and interprets all things, Hermes is representative. And the tense Hermes signifies vigour; and he shows also the seminal reason that pervades all things. And further, composite reason in the sun is Hermes; and that in the moon is Hecate; and that in the universe is Hermopan; for over all things is the seminal and creative reason. And composite also, and as it were half-Greek, among the Egyptians too is Hermanubis. Since reason belonged also to the loving power, of this Eros is representative. Wherefore Eros is the child of Hermes, and an infant on account of his sudden falls into desires. And of the universe they set Pan as the symbol, giving him his horns as symbols of sun and moon, and the fawnskin as that of the stars in heaven, or of the variety of the universe." Such then are the Greek matters.
Τὰ δὲ τῶν Αἰγυπτίων πάλιν τοιαῦτά φησιν ἔχειν σύμβολα. Τὸν δημιουργὸν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι
And the matters of the Egyptians again he says have symbols such as these. The Demiurge, whom the Egyptians call Kneph
PG 21:208Read from the page
προσαγορεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ μέλανος ἔχοντα, κρατοῦντα ζώνην καὶ σκῆπτρον· ἐπὶ δὲ τῆς κεφαλῆς πτερὸν βασίλειον περικείμενον, ὅτι λόγος δυσεύρετος καὶ κεκρυμμένος, καὶ οὐ φανὸς, καὶ ὅτι ζωοποιὸς, καὶ ὅτι βασιλεὺς, καὶ ὅτι νοερῶς κινεῖται· διὸ ἡ τοῦ πτεροῦ φύσις ἐν τῇ κεφαλῇ κεῖται. Τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ στόματος προΐεσθαί φασιν ὠὸν, ἐξ οὗ γεννᾶσθαι θεὸν, ὃν αὐτοὶ προσαγορεύουσι Φθᾶ, οἱ δὲ Ἕλληνες Ἥφαιστον· ἑρμηνεύειν δὲ τὸ ὠὸν τὸν κόσμον. Ἀφιέρωται δὲ τῷ θεῷ τούτῳ πρόβατον, διὰ τὸ τοὺς παλαιοὺς γαλακτοποτεῖν. Αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκελον τοιόνδε ἀνέπλασαν. Ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβληκότας ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱματίον περιβεβλημένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν, διὰ τὸ μὴ μεταβαίνειν, καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν, καὶ ὅτι σφαιροειδὴς ὁ κόσμος. Ἥλιον δὲ σημαίνουσι ποτὲ μὲν δι' ἀνθρώπου ἐπιβεβηκότος πλοίου, ἐπὶ κροκοδείλου κειμένου. Δηλοῖ δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν· ὁ δὲ κροκόδειλος πότιμον ὕδωρ, ἐν ᾧ φέρεται ὁ ἥλιος. Ἐσημαίνετο τοίνυν ὁ ἥλιος δι' ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν ποιεῖσθαι. Τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν Ἶσιν προσεῖπον διὰ τὴν ισότητα, ἀφ' ἧς τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ καὶ γῆν καρποφόρον, ἐν ᾗ κατοικοῦμεν, λέγουσι. Τὸ δὲ αὐτὸ δύναται Δημήτηρ παρ' Ἕλλησι, καὶ Ἶσις παρ' Αἰγυπτίοις. Καὶ πάλιν Κόρη παρ' Ἕλλησι καὶ ⟨ ⟩ιόνυσος, καὶ Ἶσις καὶ Ὄσιρις παρ' Αἰγυπτίοις. Αὕτη δὲ τρέφουσα καὶ αἰροῦσα τὰ ἐπὶ γῆς· ὁ δὲ Ὄσίρις παρ' Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις ἀπομειλίσσονται εἰς γῆν ἀφανιζομένην ἐν τῷ σπόρῳ, καὶ ὑφ' ἡμῶν καταναλισκομένην εἰς τὰς τροφάς. Λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας τοῦ Νείλου δυνάμεως· ἀλλ' ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις· ὅταν δὲ τὴν οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται· πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλισσόμενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. Ἡ δὲ ἐν τοῖς μύθοις μισγομένη τῷ Ὀσίριδι Ἶσις ἡ Αἰγυπτία ἐστὶ γῆ· διόπερ ἰσοῦται, καὶ κυεῖ, καὶ ποιεῖ τοὺς καρποὺς, διὸ ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις, καὶ ἀδελφὸς, καὶ υἱὸς παραδέδοται.
they call, human in form, and having his colour of dark blue-black, holding a girdle and a sceptre; and upon his head wearing a royal plume, because reason is hard to find and hidden, and not manifest, and because it is life-giving, and because it is king, and because it is moved intellectually; wherefore the nature of the plume lies upon his head. And this god, they say, puts forth from his mouth an egg, out of which is born a god whom they themselves call Phtha, and the Greeks Hephaestus; and they interpret the egg as the world. And to this god a sheep is consecrated, because the ancients drank milk. And of the world itself they fashioned the likeness after this manner. It is a statue human in form, having its feet joined together, and clothed from above down to the feet in a variegated robe; and upon its head it has a golden sphere, on account of its not shifting place, and on account of the variegated nature of the stars, and because the world is spherical. And the sun they signify at one time by a man embarked upon a ship resting upon a crocodile. Now the ship shows motion in moisture; and the crocodile drinkable water, in which the sun is borne. It was signified, therefore, that the sun makes his revolution through moist and sweet air. And the power of the heavenly earth and of the terrestrial earth they called Isis on account of equality, from which comes justice; and the moon they call heavenly earth, and the fruit-bearing earth also, on which we dwell, terrestrial. And Demeter among the Greeks, and Isis among the Egyptians, have the same meaning. And again Kore and Dionysus among the Greeks, and Isis and Osiris among the Egyptians. Now she nourishes and raises up the things upon earth; while Osiris among the Egyptians represents the fruitful power, which they propitiate with lamentations as it vanishes into the earth in the sowing, and is consumed by us for nourishment. And he is also taken for the river-power of the Nile; yet when they signify the terrestrial earth, Osiris is taken as the fruitful power; whereas when [they signify] the heavenly, Osiris is the Nile, which they suppose to be brought down from heaven; and they mourn for this also, propitiating the power as it ceases and is expended. And Isis, who in the myths mingles with Osiris, is the Egyptian land; wherefore she is made level, and conceives, and produces the fruits; on which account Osiris has been handed down as husband of Isis, and brother, and son.
Notes, col. 208

On the reading

Printed ἱματίον, for ἱμάτιον.

Printed ισότητα, for ἰσότητα.

Printed Ὄσίρις, for Ὄσιρις.

PG 21:209Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Περὶ τοῦ κατὰ τὴν Ἐλεφαντίνην ἀγάλματος.
Concerning the statue at Elephantine.
Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα, πεπλασμένον μὲν, ἀλλ' ἀνδρείκελον καὶ καθήμενον, κυανοῦν τε τὴν χροιὰν, κεφαλὴν δὲ κριοῦ κεκτημένον, καὶ βασίλειον, κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δισκοειδής. Κάθηται δὲ, παρακειμένου κεραμέου ἀγγείου, ἐφ' οὗ ἄνθρωπον ἀναπλάσσειν. Δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα, τὴν ἐν Κριῷ σύνοδον ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυανοῦ χρῶμα, ὅτι ὑδραγωγὸς ἐν συνόδῳ ἡ σελήνη. Τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος πόλει καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος ἄνθρωπος, ζιβύνῃ χειρούμενος Τυφῶνα, ἱπποποτάμῳ εἰκασμένον. Λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα, τῆς μὲν λευκότητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου προσώπου, τὸ ἀφ' ἡλίου φωτίζεσθαι, καὶ πνεῦμα λαμβάνειν· τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσι· φωτὸς δὲ καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν, καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν, ἔνθα τὸ φῶς. Ὁ δὲ ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον, παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας. Θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὧρος. Ἡ δὲ τῆς Εἰληθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει. Τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετόμενον, ἧς τὸ πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. Σημαίνει δὲ τὸ μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην· ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὸν γῦπα, θηλείας πάσας ἀποφαινόμενοι. Ἐν δὲ τοῖς κατ' Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς εἰκόνα τοῦ Δημιουργοῦ ἐνσκευάζεται, δᾳδοῦχος δὲ εἰς τὴν ἡλίου· καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνην, ὁ δὲ ἱεροκήρυξ Ἑρμοῦ. Καὶ ἄνθρωπος δὲ παρ' Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναμις γάρ ἐστι κώμη Αἰγύπτου, ἐν ᾗ θεραπεύεται ἄνθρωπος, καὶ θύεται τούτῳ, καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα καίεται· ὁ δὲ μετ' ὀλίγον φάγοι ἂν τὰ ὡς ἂν ἀνθρώπῳ αὐτῷ παρεσκευασμένα. Ὅτι δὲ οὐδὲ τὰ ζῶα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμβολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς
And at the city of Elephantine there is honoured a statue, moulded indeed, yet fashioned like a man and seated, dark-blue in colour, possessing the head of a ram, and a royal diadem, having goat's horns upon which rests a disc-shaped circle. And he sits with an earthen vessel set beside him, upon which he is moulding a man. And by having the face of a ram and goat's horns, he shows the conjunction of sun and moon in Aries; and the dark-blue colour [shows] that the moon draws water in conjunction. And the second light of the moon is consecrated in the city of Apollo; and its symbol is a hawk-faced man subduing with a hunting-spear Typhon, who is likened to a hippopotamus. And the statue is white in colour, the whiteness representing the moon's being illuminated, and the hawk's face her being illuminated from the sun and receiving spirit; for they consecrate the hawk to the sun, and to them a hawk is a symbol of light and spirit both on account of its swiftness of motion and its soaring up to the height, where the light is. And the hippopotamus shows the western pole, from its swallowing up into itself those that revolve around. And Horus is honoured as god in this city. And the city of Eileithyia worships the third light. And the carved image is shaped into a flying vulture, whose plumage consists of precious stones. And its vulture-like form signifies the moon as generative of winds; for from the wind they suppose the vulture to conceive, declaring them all to be females. And in the mysteries at Eleusis the hierophant is arrayed in the image of the Demiurge, and the torch-bearer in that of the sun; and the priest at the altar for the moon, and the sacred herald [in that] of Hermes. Moreover, a human being also has been received among the Egyptians in their temples. For Anamis is a village of Egypt, in which a man is worshipped, and sacrifice is offered to him, and the victims are burned upon the altars; and after a little while he will eat the things prepared for him as for a human being. And that they do not regard the animals themselves as gods either, but made these into images and symbols of gods, is shown by the fact that in many places bulls offered up to gods
PG 21:212Read from the page
ἐν ταῖς ἱερομηνίαις, καὶ ταῖς πρὸς τοὺς θεοὺς θρησκείαις βουθυτεῖν.
at the sacred festivals of the month, and in the religious observances towards the gods, they sacrifice as oxen.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Περὶ τοῦ ἐν Ἡλίου πόλει θυομένου τῷ ἡλίῳ βοός.
Concerning the bull sacrificed to the sun in Heliopolis.
« Ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς ἀνιέρωσαν· ἀλλ' ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πόλει καλούμενος Μνεῦις βοῶν ἐστι μέγιστος, σφόδρα μέλας, μάλιστα ὅτι καὶ ὁ ἥλιος ὁ πολὺς μελαίνει τὰ ἀνθρώπεια σώματα. Ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς, καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρχεις μεγίστους, ἐπειδήπερ ὁ περὶ τὰ ἀφροδίσια ἷμερος γίνεται ὑπὸ θερμότητος, ὅτε ὁ ἥλιος σπερμαίνειν λέγεται τὴν φύσιν. Σελήνῃ δὲ ταῦρον ἀνέθεσαν, ὃν Ἄπιν ἐπονομάζουσι, μέλανα μὲν καὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους, φέροντα δὲ σημεῖα ἡλίου καὶ σελήνης, ὅτι καὶ τῆς σελήνης τὸ φῶς ἐξ ἡλίου· ἡλίου δὲ σημεῖον, τὸ μέλαν τοῦ σώματος, καὶ ὁ ὑπὸ τῇ γλώττῃ κάνθαρος· σελήνης δὲ σύμβολον τό τε διχότομον καὶ ἀμφίκυρτον. »
"For to sun and moon indeed they consecrated bulls; yet the one dedicated to the sun in Heliopolis, called Mnevis, is the largest of bulls, exceedingly black, chiefly because abundant sunshine also blackens human bodies. And contrary to other bulls, he has his tail and his whole body with hair turned upwards, just as the sun makes his course opposite to the pole; and his testicles very large, inasmuch as desire concerning venereal pleasures arises through heat, when the sun is said to impregnate nature. And to the moon they dedicated a bull which they surname Apis, black himself also beyond the others, yet bearing signs of sun and moon, because the moon's light also is from the sun; and the sign of the sun is the blackness of his body, and the beetle beneath his tongue; while the symbol of the moon is both the half-circle and the gibbous figure."
Ταῦτά μοι ἐκ τῆς τοῦ προειρημένου ἀνδρὸς γραφῆς ἐπιτετμήσθω, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν ἀποῤῥήτων τῆς Ἑλληνικῆς ὁμοῦ καὶ Αἰγυπτιακῆς θεολογίας· ἧς ἀποστάτας ἑαυτοὺς καὶ φυγάδας ὁμολογοῦμεν, κρίσει καὶ λογισμῷ σώφρονι καὶ τάδε παραιτησάμενοι. Οὐ γάρ με ἡ ἀλαζὼν ἐκπλήξει φωνὴ,
Let these extracts from the writing of the aforesaid man suffice as abridged by me, so that none of the secret doctrines of Greek and Egyptian theology alike might escape us — from which we confess ourselves apostates and fugitives, having rejected these things also with sober judgement and reasoning. For that boastful voice shall not dismay me,
Φθέγξομαι οἷς θέμις ἐστὶ, θύρας δ' ἐπίθεσθε, βέβηλοι,
I will speak to whom it is lawful; close the doors, ye profane,
φήσασα. Βέβηλοι γοῦν οὐχ ἡμεῖς, ἀλλ' οἵ γε τὰς τοιάσδε αἰσχρὰς καὶ ἀπρεπεῖς μυθολογίας κανθάρων πέρι καὶ θηρίων ἀλόγων σοφίας θεολόγου νοήματα εἶναι ἀποφηνάμενοι· οἳ, κατὰ τὸν θαυμάσιον Ἀπόστολον, φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· ὅτι δὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εικόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τεκραπέδων, καὶ ἑρπετῶν. Ἀλλ' ἐπεὶ πάντα τὸν περὶ τουτων ἀπόῤῥητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ' ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιΐαν αὐτῶν συντείνειν, ἀλλ' ἐπί τινας ἀοράτους καὶ ἀσωμάτους δυνάμεις· σκεψώμεθα εἰ μὴ καὶ οὕτως μίαν χρὴ τὴν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ' οὐ πολλὰς ἡγεῖσθαι. Οὐδὲ γὰρ ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσαύτας χρῆν ἡμᾶς τὰς ψυχὰς ἔχειν ἡγεῖσθαι, οὐδὲ τοσούτους ποιητὰς καὶ δημιουργοὺς τοῦ σώματος νομίζειν· ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν,
when it said so. Profane, at all events, are not we, but rather those who declared such shameful and unseemly mythologies about beetles and irrational beasts to be conceptions of theological wisdom; who, according to the admirable Apostle, professing themselves to be wise, were made fools, because indeed they changed the glory of the incorruptible God into a likeness of an image of corruptible man, and of birds, and of four-footed beasts, and of creeping things. Yet since they referred the whole secret and more mystical account concerning these things metaphorically to incorporeal powers, so as to seem no longer to direct their deification to the visible parts of the world, but to certain invisible and incorporeal powers, let us consider whether even so one ought not to marvel at one divine power, and not suppose them to be many. For neither, because many shapes and parts and members have been fashioned under a single body, ought we to suppose that we have just so many souls, nor deem that there are so many makers and framers of the body; but rather that both one soul moves the whole body,
Notes, col. 212

On the reading

Printed εικόνος, for εἰκόνος.

Printed τεκραπέδων, for τετραπόδων.

Printed τουτων, for τούτων.