εἱμαρμένην λέγουσι, πάντα καταδήσαντες, καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς. Οὕτω λυτῆρας τῆς εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις, καὶ τοῖς ἄλλοις θεραπεύουσι. » Ταῦτα μὲν οὖν ἀπὸ τῆς δηλωθείσης ἐπιστολῆς κείσθω, σαφῶς διαγορεύοντα, ὅτι καὶ ἡ τῶν Αἰγυπτίων ἀπόῤῥητος θεολογία, οὐδὲ ἄλλους πλὴν τῶν κατ' οὐρανὸν ἀστέρων, τῶν τε ἀπλανῶν καλουμένων, καὶ τῶν ὀνομαζομένων πλανητῶν ἐθεολόγει, δημιουργόν τε τῶν ὅλων εἰσῆγεν, οὔτιναοῦν ἀσώματον, οὐδὲ λόγον δημιουργικὸν, οὐδὲ μὴν θεὸν, οὐδὲ θεοὺς, οὐδέ τινας νοερὰς καὶ ἀφανεῖς δυνάμεις· μόνον δὲ τὸν ὁρώμενον ἥλιον· διὸ καὶ μόνοις τοῖς ἄστροις τὴν τῶν ὅλων ἀνετίθεσαν αἰτίαν, τὰ πάντα εἱμαρμένης ἐξάπτοντες, καὶ τῆς τῶν ἄστρων κινήσεώς τε καὶ φορᾶς· ὥσπερ ἀμέλει εἰσέτι καὶ νῦν ἥδε παρ' αὐτοῖς κεκράτηκεν ἡ δόξα. Εἰ τοίνυν εἰς μόνον τὰ ὁρώμενα τοῦ κόσμου στοιχεῖα, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἡρμήνευται τοῖς Αἰγυπτίοις· τὰ δὲ στοιχεῖα καὶ πάντα τὰ ὁρατὰ σώματα, τῷ ἰδίῳ λόγῳ ἄψυχα καὶ ἄλογα, ῥευστά τε τὴν φύσιν καὶ φθαρτὰ καθέστηκε· θέα εἰς οἷα πάλιν αὐτῶν καταπέπτωκεν ἡ θεολογία, τὴν ἄψυχον οὐσίαν, καὶ τὰ νεκρὰ καὶ ἄψυχα σώματα θειάζουσα, μάλιστα ὅτε εἰς ἀσωμάτους καὶ νοερὰς οὐσίας οὐδὲν αὐτοῖς ἀνεφέρετο, οὐδὲ ἐπὶ νοῦν καὶ λόγον δημιουργικὸν τῶν ὅλων. Ἐπεὶ δὲ προωμολογήθη διὰ τῶν πρόσθεν εἰς Ἕλληνας παρ' Αἰγυπτίων τὰ τῆς θεολογίας μετακεκομίσθαι, ὥρα τούτοις στοιχεῖν καὶ Ἕλληνας, καὶ τὰ αὐτὰ Αἰγυπτίοις φυσιολογεῖν, ἀπελέγχεσθαί τε αὐτοὺς οὐδὲν πλέον τῆς ἀψύχου ὕλης θεοποιοῦντας. Ταῦτα γὰρ ἦν τὰ σεμνὰ Αἰγυπτίων κατὰ τὴν τοῦ δεδηλωμένου συγγραφέως γραφήν· ὅστις πάλιν ἐν οἷς ἐπέγραψε Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς, τοιαῦτα περὶ τῶν αὐτῶν διέξεισιν· « Ἀπὸ δὲ ταύτης ὁρμώμενοι τῆς ἀσκήσεως, καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως, ἔγνωσαν ὡς οὐ δι' ἀνθρώπου μόνου τὸ θεῖον διῆλθεν· οὔτε ψυχὴ ἐν μόνῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων ἦλθε τῶν ζώων. Διὸ εἰς τὴν θεοποιΐαν παρέλαβον πᾶν ζῶον, καὶ ὁμοίως που ἀνέμιξαν θηρία καὶ ἀνθρώπους, καὶ πάλιν ὀρνέων σώματα καὶ ἀνθρώπων. Εἴκασται γάρ τις παρ' αὐτοῖς μέχρι τραχήλου ἀνθρωποειδὴς, τὸ δὲ πρόσωπον ὀρνέου, ἢ λέοντος, ἢ ἄλλου τινὸς ζώου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος, καὶ ἄλλων τινῶν ζώων μέρη, πῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπικείμενα. Δι' ὧν δηλοῦσιν, ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ, καὶ σύντροφα ἡμῖν καὶ τιθασσά ἐστι τῶν θηρίων τὰ ἄγρια, οὐκ ἄνευ τινὸς θείας βουλήσεως. Ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται, καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσι νομὸν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, καὶ ἄλλο Κυνοπολίτην. Τὴν γὰρ ἐπὶ πάντα δύναμιν διὰ τῶν συν-
they call fate, binding all things down, and fastening all things onto these gods. Thus both in temples and in carved images, and in other things, they worship them alone as deliverers from fate." Let thus much, then, stand set down from the aforesaid epistle, clearly declaring that even the secret theology of the Egyptians theologized about not even any others save the stars in heaven, both those called fixed and those named planets, and introduced as creator of all things no incorporeal being whatsoever, nor a creative reason, nor indeed a god, nor gods, nor any intellectual and invisible powers, but only the visible sun; wherefore they also assigned the cause of all things to the stars alone, suspending all things from fate, and from the motion and revolution of the stars; just as, to be sure, even until now this opinion has prevailed among them. If, therefore, things have been interpreted by the Egyptians solely into the visible elements of the cosmos, and nothing into incorporeal and living substances, while the elements and all visible bodies, by their own definition, are lifeless and irrational, and fluid in nature and perishable: behold into what things their theology has again fallen down, deifying lifeless substance, and dead and lifeless bodies, especially when nothing was referred by them to incorporeal and intellectual substances, nor to a mind and creative reason of all things. And since it was previously acknowledged through what went before that the matters of theology were brought over from the Egyptians to the Greeks, it is time for the Greeks too to stand in the same rank with these, and to give the same natural explanations as the Egyptians, and to be convicted of deifying nothing more than lifeless matter. For such were the solemn doctrines of the Egyptians according to the writing of the aforesaid author; who again, in the books which he entitled On Abstinence from Animate Things, recounts such things concerning the same matters: "Setting out from this discipline, and from their affinity with the divine, they recognized that the divine passed through not man alone, nor did soul tabernacle upon earth in man alone, but nearly the same soul passed through all animals. Wherefore into their deification they admitted every animal, and similarly somehow mixed together wild beasts and men, and again the bodies of birds and of men. For among them someone is represented in human form up to the neck, while possessing the face of a bird, or of a lion, or of some other animal; and again conversely a human head, and parts of certain other animals, in one case set beneath, in another set upon it. Through which things they show that by the counsel of the gods these too have fellowship with one another, and the wild ones among the beasts are reared with us and tame, not without some divine will. Whence both the lion is worshipped as a god, and a certain part of Egypt, which they call a nome, bears the surname Leontopolite, and another Busirite, and another Cynopolite. For the power over all things, through the fellow-